§11.38.1ὁ δὲ Ἄππιος, ὡς τὸ περὶ τὴν κόρην ἐπέγνω πάθος, ἀναπηδᾷ τε ἀπὸ τοῦ δίφρου καὶ διώκειν τὸν Οὐεργίνιον ἐβούλετο πολλὰ καὶ λέγων καὶ πράττων ἄκοσμα.
而阿庇乌斯,一得知关于那少女的惨剧,便从椅子上跳了起来,想要去追赶维尔吉尼乌斯,口中言语、手中动作,多有失态。
περιστάντων δʼ αὐτὸν τῶν φίλων καὶ μηδὲν ἐξαμαρτάνειν ἀξιούντων ἀπῄει πρὸς ἅπαντας ἀγανακτῶν.
但在朋友们围住他并劝他不要犯下任何过错后,他便对所有人怀着愤恨退去了。
§11.38.2ἤδη δʼ αὐτῷ κατʼ οἰκίαν ὄντι προσαγγέλλουσι τῶν ἑταίρων τινές, ὅτι περὶ τὸ πτῶμα τῆς κόρης Ἰκίλιός τε ὁ κηδεστὴς καὶ Νομιτώριος ὁ θεῖος σὺν τοῖς ἄλλοις ἑταίροις τε καὶ συγγενέσιν ἑστῶτες ῥητὰ καὶ ἄρρητα κατʼ αὐτοῦ λέγουσι καὶ καλοῦσι τὸν δῆμον ἐπὶ τὴν ἐλευθερίαν.
当他回到家中时,他的几个同伙向他报告,说在少女的尸体旁,她的未婚夫伊基利乌斯和舅肉诺米托里乌斯同其他同伴及亲属站在一起,正对着他指桑骂槐、百般唾骂,并号召民众争取自由。
§11.38.3ὁ δʼ ὑπʼ ὀργῆς ὡς εἶχε πέμπει τῶν ῥαβδούχων τινὰς κελεύσας ἀπάγειν εἰς τὸ δεσμωτήριον τοὺς κεκραγότας καὶ τὸ πτῶμα μεταφέρειν ἐκ τῆς ἀγορᾶς· ἀφρονέστατον πρᾶγμα ποιῶν καὶ τοῖς τότε καιροῖς ἥκιστα ἁρμόττον.
而他因愤怒而按捺不住,便派了几个侍从,命令他们把大喊大叫的人押送进监狱,并把尸体移出广场;这实在是一件极愚蠢的事,也最不适应当时的局势。
δέον γὰρ ἀποθεραπεύειν τὸν ὄχλον ὀργῆς εἰληφότα δικαίαν πρόφασιν, εἴξαντα μὲν ἐν τῷ παραχρῆμα χρόνῳ, ὕστερον δὲ τὰ μὲν ἀπολογούμενον, τὰ δὲ παραιτούμενον, τὰ δʼ ἑτέραις τισὶν εὐεργεσίαις ἀναλαβόντα, ἐπὶ τὸ βιαιότερον ἐνεχθεὶς εἰς ἀπόνοιαν αὐτοὺς ἠνάγκασε τραπέσθαι.
因为他本该安抚那因正当理由而发怒的群众,在当下暂且退让,事后或做解释,或求宽恕,或以其他恩惠挽回人心,他却采取了更暴力的手段,迫使他们走向绝望。
§11.38.4οὐ γὰρ ἀνέσχοντο τῶν ἐπιβαλλομένων ἕλκειν τὴν νεκρὰν ἢ τοὺς ἄνδρας εἰς τὸ δεσμωτήριον ἀπάγειν, ἀλλʼ ἐμβοήσαντες ἑαυτοῖς σὺν ὠθισμῷ τε καὶ πληγαῖς τῶν βιαζομένων ἐξέβαλον αὐτοὺς ἐκ τῆς ἀγορᾶς.
因为他们无法容忍那些企图拖走女尸或将那些男子押往监狱的人,反而互相呼喊,在一阵推搡和殴打中,把那些强行执法的人赶出了广场。
ὥστʼ ἠναγκάσθη ἀκούσας ταῦθʼ ὁ Ἄππιος ἅμα συχνοῖς ἑταίροις καὶ πελάταις εἰς τὴν ἀγορὰν πορεύεσθαι παίειν κελεύων καὶ ἀνείργειν ἐκποδὼν τοὺς ἐν τοῖς στενωποῖς.
以至于阿庇乌斯听闻此事后,不得不与大批同伙和扈从一同前往广场,命令他们殴打并驱离那些挤在巷子里的人。
πυθόμενοι δὲ τὴν διάνοιαν αὐτοῦ τῆς ἐξόδου Οὐαλέριός τε καὶ §11.38.5Ὁράτιος, οὓς ἔφην ἡγεμονικωτάτους εἶναι τῶν ἀντιποιουμένων τῆς ἐλευθερίας, πολλὴν καὶ ἀγαθὴν νεότητα περὶ αὑτοὺς ἄγοντες ἵστανται πρὸ τοῦ νεκροῦ καὶ ἐπειδὴ πλησίον αὐτῶν οἱ περὶ τὸν Ἄππιον ἐγίνοντο, πρῶτον μὲν εἰς λόγους ἐπαχθεῖς καὶ προπηλακιστὰς κατὰ τῆς ἐξουσίας αὐτῶν ἐχώρουν, ἔπειτα καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις παρείχοντο παίοντές τε καὶ ἀνατρέποντες τοὺς ὁμόσε χωροῦντας.
而瓦莱里乌斯和霍拉提乌斯(我曾说过他们是争取自由者中最具领袖风范的人)得知他外出的意图后,率领大批优秀的青年环绕在他们身边,站立在尸体前;而当阿庇乌斯及其党羽逼近他们时,他们起初对他们的权威报以难听且充满侮辱的言辞,继而展现出与言语相符的行动,殴打并推翻那些向他们冲来的人。