Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.37.1-11.37.7

维尔吉尼乌斯杀女明志与逃往军营

第 837 段,共 962 段 · 希腊语

内容简介

随着阿庇乌斯判决将少女判给克劳狄乌斯,广场陷入混乱。父亲维尔吉尼乌斯为了防止女儿沦为奴隶,挥刀将其刺死,随后呼吁公民争取自由并逃往军营。

§11.37.1ὡς δὲ ταῦτʼ ἤκουσαν, ὅσοι μὲν ἦσαν ἀκέραιοί τε καὶ τῶν τὰ δίκαια λεγόντων παράκλητοι τὰς χεῖρας ἄραντες εἰς τὸν οὐρανὸν ἀνέκραγον ὀδυρμῷ καὶ ἀγανακτήσει μεμιγμένην κραυγήν, οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν.
当听到这些话时,所有那些正直且支持诉说公理者的人,举手向天,发出一阵交织着哀痛与愤慨的呼喊;而寡头制的谄媚者们则发出鼓励并能给统治者注入局气的喊声。
ἠρεθισμένης δὲ τῆς ἀγορᾶς καὶ παντοδαπῶν γεμούσης λόγων τε καὶ παθῶν σιωπὴν γενέσθαι κελεύσας Ἄππιος ἔλεξεν· §11.37.2εἰ μὴ παύσεσθε διαστασιάζοντες τὴν πόλιν καὶ ἀντιστρατηγοῦντες ἡμῖν οἱ ταραχώδεις, μηδαμῇ χρήσιμοι μήτʼ ἐν εἰρήνῃ μήτε κατὰ πολέμους, ὑπὸ τῆς ἀνάγκης σωφρονισθέντες εἴξετε.
当广场一片喧嚣、充斥着各种言论与情绪时,阿庇乌斯下令肃静,并说道: “如果你们这些在和平或战争中都毫无用处的骚乱之徒,不停止分裂城市并与我们作对,你们终将在被迫惩戒之下屈服。
μὴ τούτους οἴεσθε τοὺς ἐπὶ τοῦ Καπετωλίου καὶ τῆς ἄκρας φρουροὺς ἐπὶ τοὺς ἔξωθεν πολεμίους ἡμῖν παρεσκευάσθαι μόνον, ὑμᾶς δὲ τοὺς ἔνδον ὑποκαθημένους καὶ πάντα σήποντας τὰ τῆς πόλεως πράγματα ἐάσειν.
不要以为卡皮托尔和卫城上的这些卫兵,只是为了我们对付外敌而准备的,而会放过你们这些潜伏在内部、败坏城市一切事务的人。
§11.37.3γνώμην δὴ λαβόντες κρείττονα ἧς ἔχετε νῦν ἄπιτε, οἷς μή τι πρᾶγμα, καὶ πράσσετε τὰ ἑαυτῶν, εἰ σωφρονεῖτε· σὺ δʼ ἄγου τὴν παιδίσκην ἔχων, Κλαύδιε, μηδένα δεδοικὼς διʼ ἀγορᾶς· §11.37.4οἱ γὰρ Ἀππίου σε προπέμψουσι δώδεκα πελέκεις.
因此,带着比你们现在好得多的心思离去吧,你们这些无事可干的人,若还聪明的话,就去管好你们自己的事;至于你,克劳狄乌斯,把这女孩带走,在广场上不用害怕任何人;因为阿庇乌斯的十二把轴会护送你。
ὡς δὲ ταῦτʼ εἶπεν, οἱ μὲν ἄλλοι στένοντες καὶ τὰ μέτωπα παίοντες καὶ τὰ δάκρυα κατέχειν οὐ δυνάμενοι παρεχώρουν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Κλαύδιος ἀπῆγε τὴν παῖδα τῷ πατρὶ περιπεπλεγμένην καὶ καταφιλοῦσαν καὶ ταῖς ἡδίσταις φωναῖς ἀνακαλοῦσαν.
”当他说了这些话后,其余的人呻吟着,捶打着额头,禁不住落下泪来,退出了广场;而克劳狄乌斯则要带走那女孩,她正紧紧抱住父亲,亲吻他,用最甜美的声音声声唤着他。
ἐν τοιούτοις δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δʼ ἀνδρὶ §11.37.5καὶ μεγαλόφρονι πρέπον.
正是在这种灾难中,维尔吉尼乌斯在心中盘算着一个行动,这对父亲来说虽然凄惨而痛苦,但对于一个自由之身和心高气傲的人来说却是相称的。
αἰτησάμενος γὰρ ἐξουσίαν ἀσπάσασθαι τὴν θυγατέρα τοὺς τελευταίους ἀσπασμοὺς ἐπʼ ἐξουσίας καὶ διαλεχθῆναι μόνῃ μόνος, ὁπόσα βούλεται, πρὶν ἐκ τῆς ἀγορᾶς αὐτὴν ἀπαχθῆναι, συγχωρήσαντος τοῦ στρατηγοῦ καὶ τῶν ἐχθρῶν μικρὸν ἀναχωρησάντων ὑπολαβὼν εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν τέως μὲν ἀνεκαλεῖτό τε καὶ κατεφίλει καὶ τὰς λιβάδας ἐξέματτε τῶν δακρύων, ἔπειτα κατὰ μικρὸν ὑπάγων, ὡς ἦν ἐγγὺς ἐργαστηρίου μαγειρικοῦ, μάχαιραν ἐξαρπάσας ἀπὸ τῆς τραπέζης παίει τὴν θυγατέρα διὰ τῶν σπλάγχνων τοσοῦτον εἰπών· §11.37.6ἐλευθέραν σε καὶ εὐσχήμονα, τέκνον, ἀποστέλλω τοῖς κατὰ γῆς προγόνοις· ζῶσα γὰρ ταῦτα οὐκ ἐξῆν ἔχειν ἀμφότερα διὰ τὸν τύραννον.
因为他请求允许他最后一次尽情拥抱他的女儿,并在她被带离广场之前与她单独谈话,谈多久都行,当将军同意且仇敌们退开了一点后,他接住那因虚脱而瘫软并紧抱着他的女儿,起初还在呼唤她、吻她,并拭去她流淌的泪水;接着渐渐把她带开,当走到一家屠肉铺附近时,他从案上夺过一把刀,刺穿了女儿的内脏,只说了这么一句话: “孩子,我送你自由而体面地去见地底下的祖先们;因为只要你活着,由于那暴君的缘故,你便无法同时保有这两样。
κραυγῆς δὲ γενομένης ᾑμαγμένην ἔχων τὴν σφαγίδα καὶ αὐτὸς ἀνάμεστος αἵματος γενόμενος, ᾧ προσέφυρεν αὐτὸν ἡ σφαγὴ τῆς κόρης, ἔθει διὰ τῆς πόλεως ἐμμανὴς ἐπὶ §11.37.7τὴν ἐλευθερίαν τοὺς πολίτας καλῶν.
”在一片呼喊声中,他手持染血的屠刀,自己身上也沾满了刺杀女儿时喷溅出的鲜血,如发了疯一般在城市里奔跑,呼唤公民们争取自由。
διεκπαισάμενος δὲ τὰς πύλας ἀνέβη τὸν ἵππον, ὃς ἦν παρεσκευασμένος αὐτῷ, καὶ συνέτεινεν ἐπὶ τὸ στρατόπεδον, Ἰκιλίου τε καὶ Νομιτωρίου τῶν ἀγαγόντων αὐτὸν ἐκ τοῦ χάρακος νεανίσκων καὶ τότε συμπροπεμπόντων.
他冲出门外,骑上为他准备好的马,并向军营疾驰而去,当时伊基利乌斯和诺米托里乌斯这两个先前将他从营地带出来的青年也一同护送他回去。
ἠκολούθει δʼ αὐτοῖς καὶ ἄλλος ὄχλος δημοτῶν οὐκ ὀλίγος, ὥστε τοὺς σύμπαντας ἀμφὶ τετρακοσίους γενέσθαι.
还有不少平民群众跟随他们,使得总人数达到四百左右。

词汇与语法注释

  1. 11.37.1οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν — 此处省略了前半句的动词 ἀνέκραγον(呼喊)或类似的表示“发出(声音)”的动词(如 ἵεσαν),用以支配宾格的 φωνήν。前半句中市民的哀号与后半句中寡头谄媚者的欢呼通过 μ变量 ... δὲ 形成对比。
  2. 11.37.3οἷς μή τι πρᾶγμα — 关系代词与格 οἷς 之后省略了存在动词 ἐστίν。整个关系从句对呼吁对象起限定修饰作用,意为“你们这些在此并无要事的人”。否定词 μή 表明这是一个具有一般性或条件性特征的关系从句(“如若没有任何事务者”)。
  3. 11.37.5εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν — 三个现在分词在介词 εἰς 之后修饰了名词化的阴性宾格对象(指女儿)。最后一个分词 κατέχουσαν 作不及物动词使用,结合前文的 τῷ πατρὶ περιπεπλεγμένην(紧抱父亲),在此解释为“(向父亲)紧抱不放”最为自然。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.37.1-11.37.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.37.1-11.37.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。