§11.32.1ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν οἱ μὲν ῥαβδοῦχοι κελευσθέντες ὑπὸ τῆς ἐξουσίας ἀνεῖργον αὐτοὺς ἀπὸ τοῦ βήματος καὶ πειθαρχεῖν τοῖς κεκριμένοις ἐκέλευον·
彼がまだ話し続けようとしていたとき、リクトルたちは権力者の命令を受けて彼らを演壇から引き離し、下された決定に従うよう命じた。
ὁ δὲ Κλαύδιος ἐπιλαβόμενος τῆς παιδὸς ἀπάγειν ἐβούλετο τοῦ θείου καὶ τοῦ μνηστῆρος ἀντεχομένην.
一方、クラウディウスは少女を捕らえ、叔父や婚約者にしがみついている彼女を連れ去ろうとした。
ἰδόντες δὲ πένθος ἐλεεινὸν οἱ περὶ τὸ βῆμα πάντες ἀνέκραγον ἅμα καὶ παρʼ οὐδὲν ἡγησάμενοι τὴν τοῦ κρατοῦντος ἐξουσίαν ὠθοῦνται τοῖς βιαζομένοις ὁμόσε, ὥστε δείσαντα τὴν ἐπιφορὰν αὐτῶν τὸν Κλαύδιον τήν τε κόρην ἀφεῖναι καὶ ὑπὸ
演壇の周囲にいた者たちは皆、その痛ましい悲哀の様子を見て一斉に叫び声を上げ、支配者の権力を何とも思わずに、力ずくで連行しようとする者たちへと真っ向から突進した。
§11.32.2τοὺς πόδας τοῦ στρατηγοῦ καταφυγεῖν.
その結果、彼らの突撃を恐れたクラウディウスは少女を放し、そして将軍の足元へと逃げ込んだ。
ὁ δʼ Ἄππιος καταρχὰς μὲν εἰς πολλὴν ταραχὴν κατέστη ἠγριωμένους ἅπαντας ὁρῶν καὶ πολὺν ἠπόρει χρόνον, ὅ τι χρὴ ποιεῖν, ἔπειτα τὸν Κλαύδιον καλέσας ἐπὶ τὸ βῆμα καὶ μικρὰ διαλεχθεὶς πρὸς αὐτὸν ὡς ἐδόκει,τοῖς τε περιεστῶσι διασημήνας ἡσυχίαν παρασχεῖν λέγει τοιάδε·
アッピウスは最初、皆が激昂しているのを見て大きな動揺に陥り、なすべきことについて長い間途方に暮れていた。 しかしその後、クラウディウスを演壇へと呼び寄せ、彼と(人々の目にはそう見えたように)少し言葉を交わした後に、周囲を取り囲む群衆に静粛にするよう合図して、次のように語った。
§11.32.3ἐγὼ τὸ μὲν ἀκριβές, ὦ δημόται, περὶ τῆς διεγγυήσεως τοῦ σώματος, ἐπειδὴ τραχυνομένους ὑμᾶς πρὸς τὴν ἀπόφασιν ὁρῶ, παρίημι·
「市民の皆さん、身柄の保釈に関する厳格な法については、皆さんが決定に対して激昂しているのを見るので、私は今は問わないことにする。
χαρίζεσθαι δʼ ὑμῖν βουλόμενος πέπεικα τὸν ἐμαυτοῦ πελάτην ἐᾶσαι μὲν τοῖς συγγενέσι τῆς παρθένου δοῦναι τὴν διεγγύησιν, ἕως ὁ §11.32.4πατὴρ αὐτῆς παραγένηται.
皆さんの意に添いたいと考え、私は自分の被護民を説得して、乙女の父親が到着するまで、彼女の親族に保証を与えることを許させた。
ἀπάγεσθε οὖν, ὦ Νομιτώριε, τὴν κόρην, καὶ τὴν ἐγγύην ὁμολογεῖτε περὶ αὐτῆς εἰς τὴν αὔριον ἡμέραν.
それゆえ、ヌミトリウスよ、少女を連れ帰り、明日を期限として彼女についての保証を約束しなさい。
ἀπόχρη γὰρ ὁ χρόνος ὑμῖν οὗτος ἀπαγγεῖλαί τε Οὐεργινίῳ τήμερον καὶ τριῶν ἢ τεττάρων ὡρῶν αὔριον ἐκ τοῦ χάρακος δεῦρο ἀγαγεῖν.
というのも、この時間はあなたがたにとって、今日ウェルギニウスに知らせを送り、明日の三、四時間のうちに彼を陣営からここへ連れて来るのに十分だからである。
πλείονα δʼ αὐτῶν χρόνον αἰτουμένων οὐδὲν ἔτι ἀποκρινάμενος ἀνέστη καὶ τὸν δίφρον ἐκέλευσεν ἆραι.
」彼らがさらに多くの時間を求めたが、アッピウスはもはや何も答えずに立ち上がり、椅子を片付けるよう命じた。