Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.32.1-11.32.4

民众阻拦强行带人与阿庇乌斯的妥协延期

第 832 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯的被保护民克劳狄乌斯试图强行带走弗吉尼亚,遭到群众反抗。阿庇乌斯被迫做出暂时让步,决定在次日其父赶到前,允许亲属将其保释带回。

§11.32.1ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν οἱ μὲν ῥαβδοῦχοι κελευσθέντες ὑπὸ τῆς ἐξουσίας ἀνεῖργον αὐτοὺς ἀπὸ τοῦ βήματος καὶ πειθαρχεῖν τοῖς κεκριμένοις ἐκέλευον·
当他还在想继续说话时,扈从们在掌权者的命令下将他们从审判台前驱离,并命令他们服从已作出的裁决。
ὁ δὲ Κλαύδιος ἐπιλαβόμενος τῆς παιδὸς ἀπάγειν ἐβούλετο τοῦ θείου καὶ τοῦ μνηστῆρος ἀντεχομένην.
而克劳狄乌斯抓住少女,企图将死死抱住叔父和未婚夫的她强行拉走。
ἰδόντες δὲ πένθος ἐλεεινὸν οἱ περὶ τὸ βῆμα πάντες ἀνέκραγον ἅμα καὶ παρʼ οὐδὲν ἡγησάμενοι τὴν τοῦ κρατοῦντος ἐξουσίαν ὠθοῦνται τοῖς βιαζομένοις ὁμόσε, ὥστε δείσαντα τὴν ἐπιφορὰν αὐτῶν τὸν Κλαύδιον τήν τε κόρην ἀφεῖναι καὶ ὑπὸ §11.32.2τοὺς πόδας τοῦ στρατηγοῦ καταφυγεῖν.
审判台周围的所有人看到这悲惨的哀恸,一齐高声呼喊,他们根本不把统治者的权力放在眼里,迎头冲向那些施加暴力的人,结果克劳狄乌斯害怕他们的冲击,放开了少女,并逃到了长官的脚下避难。
ὁ δʼ Ἄππιος καταρχὰς μὲν εἰς πολλὴν ταραχὴν κατέστη ἠγριωμένους ἅπαντας ὁρῶν καὶ πολὺν ἠπόρει χρόνον, ὅ τι χρὴ ποιεῖν, ἔπειτα τὸν Κλαύδιον καλέσας ἐπὶ τὸ βῆμα καὶ μικρὰ διαλεχθεὶς πρὸς αὐτὸν ὡς ἐδόκει,τοῖς τε περιεστῶσι διασημήνας ἡσυχίαν παρασχεῖν λέγει τοιάδε· §11.32.3ἐγὼ τὸ μὲν ἀκριβές, ὦ δημόται, περὶ τῆς διεγγυήσεως τοῦ σώματος, ἐπειδὴ τραχυνομένους ὑμᾶς πρὸς τὴν ἀπόφασιν ὁρῶ, παρίημι·
阿庇乌斯起初看到众人都被激怒,陷入了极大的慌乱,长时间不知所措;随后他把克劳狄乌斯召至审判台,并(在旁人看来)与他简短交谈了几句,接着向围观的群众示意保持安静,并说道: “市民们,关于人身保释的严苛规定,既然我看到你们对这一判决感到愤怒,我就不再坚持了。
χαρίζεσθαι δʼ ὑμῖν βουλόμενος πέπεικα τὸν ἐμαυτοῦ πελάτην ἐᾶσαι μὲν τοῖς συγγενέσι τῆς παρθένου δοῦναι τὴν διεγγύησιν, ἕως ὁ §11.32.4πατὴρ αὐτῆς παραγένηται.
为了取悦你们,我已经说服我自己的被保护民,允许在少女的父亲到来之前,由她的亲属来提供保释。
ἀπάγεσθε οὖν, ὦ Νομιτώριε, τὴν κόρην, καὶ τὴν ἐγγύην ὁμολογεῖτε περὶ αὐτῆς εἰς τὴν αὔριον ἡμέραν.
因此,奴米托里亚斯,把少女领回去吧,并就她提出明日为限的保释承诺。
ἀπόχρη γὰρ ὁ χρόνος ὑμῖν οὗτος ἀπαγγεῖλαί τε Οὐεργινίῳ τήμερον καὶ τριῶν ἢ τεττάρων ὡρῶν αὔριον ἐκ τοῦ χάρακος δεῦρο ἀγαγεῖν.
因为这段时间足够你们今天向维尔吉尼乌斯报信,并在明天用三四个小时将他从营地带到这里。
πλείονα δʼ αὐτῶν χρόνον αἰτουμένων οὐδὲν ἔτι ἀποκρινάμενος ἀνέστη καὶ τὸν δίφρον ἐκέλευσεν ἆραι.
”当他们请求更长的时间时,他不再作任何回答,站起身来,命人抬走椅子。

词汇与语法注释

  1. 11.32.1ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν — 属格独立结构。主语代词 `αὐτοῦ` 指前文提到的未婚夫伊基利乌斯。
  2. 11.32.1τοῖς βιαζομένοις ὁμόσε — 动词短语 `ὁμόσε ὠθοῦνται`(迎头冲向、正面交锋)带与格 `τοῖς βιαζομένοις`(指企图强行拉走少女的克劳狄乌斯及其同伙)。
  3. 11.32.2ὡς ἐδόκει — 意为“在旁人看来似乎如此”。这一插入语暗指阿庇乌斯与其被保护民克劳狄乌斯是在演一出预先设计好的戏,假装是在现场进行紧急协商。
  4. 11.32.4τριῶν ἢ τεττάρων ὡρῶν — 表示“时间范围”的属格。既可以解释为指第二天的特定时刻(第三或第四个小时,即上午9点或10点左右),也可以解释为一段时间(“在三四个小时之内”)。在此结合上下文,理解为允许在次日有限时间内赶路的时间段。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.32.1-11.32.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.32.1-11.32.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。