§11.27.1οἱ δὲ διαπραξάμενοι τὸν φόνον ἧκον ἐπὶ τὸ στρατόπεδον ἄγοντες τοὺς τραυματίας καὶ διέσπειραν λόγον, ὡς ἐπιφανεὶς αὐτοῖς πολεμίων λόχος τόν τε Σίκκιον ἀποκτείνειε καὶ τοὺς ἄλλους ἄνδρας, οἷς πρώτοις ἐνέτυχεν, αὐτοί τε πολλὰ τραύματα λαβόντες μόλις αὐτοὺς ἀποφύγοιεν.
殺害を実行した者たちは、負傷者を連れて陣営に到着すると、敵の伏兵が彼らの前に現れてシッキウスと、彼らが最初に出会った他の男たちを殺害し、自分たち自身も多くの傷を負いながらやっとのことで彼らから逃れたのだという噂を広めた。
καὶ ἐδόκουν ἅπασι πιστὰ λέγειν.
そして彼らはすべての人に真実を語っていると思われた。
οὐ μὴν ἔλαθέ γʼ αὐτῶν τὸ ἔργον, ἀλλὰ καίπερ ἐν ἐρημίᾳ τοῦ φόνου γεγονότος καὶ μηδένα μηνυτὴν ἔχοντος ὑπὸ τοῦ χρεὼν αὐτοῦ καὶ τῆς ἅπαντα ἐπισκοπούσης τὰ θνητὰ πράγματα δίκης ἐξηλέγχθησαν τεκμηρίοις ἀναμφισβητήτοις.
しかしながら、彼らの悪行は隠されはしなかった。 殺害が人気のない場所で行われ、告発者が全くいなかったにもかかわらず、運命そのものと、人間のすべての営みを監視する正義の女神によって、明白な証拠によって暴かれたのである。
§11.27.2οἱ γὰρ ἐν τῷ στρατοπέδῳ ταφῆς τε δημοσίας ἄξιον ἡγούμενοι τὸν ἄνδρα καὶ τιμαῖς παρὰ τοὺς ἄλλους διαφόρου, διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ ὅτι πρεσβύτης ὢν καὶ ὑπὸ τῆς ἡλικίας πολεμικῶν ἀγώνων ἀπολυόμενος εἰς κίνδυνον ἑκούσιον ἔδωκεν αὑτὸν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, ψηφίζονται συνελθόντες εἰς ἓν ἀπὸ τῶν τριῶν ταγμάτων ἐξελθεῖν ἐπὶ τὴν ἀναίρεσιν τοῦ σώματος, ἵνα μετὰ πολλῆς ἀσφαλείας τε καὶ τιμῆς ἐπὶ τὴν παρεμβολὴν παρακομισθείη.
というのは、陣営にいた人々は、その男が公葬に値し、また他の人々とは異なる際立った名誉に値すると考えていたからである。 それは他の多くの理由によってもそうだが、とりわけ彼が老人であり、年齢のために軍事的な戦いから解放されているにもかかわらず、共同の利益のために自ら進んで危険に身を投じたという理由による。 彼らは一つに集まって、3つの軍団から遺体回収のために出発することを決議した。 それは、彼が十分な安全と栄誉をもって陣営へと搬送されるためであった。
συγχωρησάντων δὲ τῶν ἡγεμόνων διʼ εὐλάβειαν, μή τινα παράσχοιεν αὐτοῖς ὑποψίαν περὶ τὸ πρᾶγμα ἐπιβουλῆς καλῷ καὶ προσήκοντι ἔργῳ ἐνιστάμενοι, §11.27.3λαβόντες τὰ ὅπλα ἐξῄεσαν.
指揮官たちも、この美しくふさわしい行いを阻止することで、自分たちがその陰謀に加担していたという疑惑を彼らに与えてしまうのではないかという警戒心から許可したので、彼らは武器を手に取って出発した。
ἐλθόντες δʼ ἐπὶ τὸν τόπον ὡς εἶδόν οὔτε δρυμοὺς οὔτε φάραγγας οὔτʼ ἄλλο χωρίον, ἔνθα ὑποκαθίζειν ἐστὶ λόχους ἔθος, ἀλλὰ ψιλὸν καὶ περιφανῆ καὶ στενόπορον ὄχθον, διʼ ὑποψίας ἔλαβον εὐθέως τὸ πραχθέν·
そしてその場所に来て、伏兵を伏せることが慣例となっている森も、谷も、その他のいかなる場所もなく、ただ遮るもののない、見通しの良い、狭い丘があるだけであるのを見ると、直ちにその真相について疑いを抱いた。
ἔπειτα τοῖς νεκροῖς προσελθόντες ὡς ἐθεάσαντο τόν τε Σίκκιον αὐτὸν ἀσκύλευτον ἐρριμμένον καὶ τοὺς ἄλλους ἅπαντας, ἐν θαύματι ἦσαν, εἰ πολέμιοι κρατήσαντες ἐχθρῶν μήτε §11.27.4ὅπλα περιείλαντο μήτʼ ἐσθῆτα περιέδυσαν.
それから、遺体に近づき、シッキウス自身も、また他のすべての者たちも、武具を剥ぎ取られないまま放置されているのを目にすると、彼らは驚嘆した。 もし敵が敵対者に対する勝利を収めたというのに、彼らの ¦2225 武器を奪いもせず衣服を剥ぎ取りもしなかったとしたら、と。
διερευνώμενοί τε τὰ πέριξ ἅπαντα ὡς οὔτε στίβον ἵππων οὔτʼ ἴχνος ἀνθρώπων οὐδὲν εὕρισκον ἔξω τῶν διὰ τῆς ὁδοῦ, πρᾶγμα ἀμήχανον ὑπελάμβανον εἶναι πολεμίους ἐπιφανῆναι τοῖς σφετέροις ἀφανεῖς, ὥσπερ πτηνούς τινας ἢ διοπετεῖς.
また、周囲の至る所を捜索したが、道路を通る足跡以外に、馬の足跡も人間の足跡も全く見出せなかったため、敵が、まるで何らかの鳥か天から降ってきたもののように、味方の前に姿を見せながらも自分たちには見えないなどというのは、あり得ないことだと考えた。
ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τὰ ἄλλα μέγιστον αὐτοῖς ἐφάνη τεκμήριον τοῦ μὴ πρὸς ἐχθρῶν, ἀλλʼ ὑπὸ φίλων τὸν ἄνδρα ἀπολωλέναι, §11.27.5τὸ μηδένα τῶν πολεμίων εὑρεθῆναι νεκρόν.
しかし、これらすべてや他の何よりも、その男が敵によってではなく、味方によって殺されたということの、最も決定的な証拠として彼らに思われたのは、敵の死体が一つも見つからなかったことである。
οὐ γὰρ ἀκονιτί γʼ ἂν ἐδόκουν ἀποθανεῖν Σίκκιον, ἄνδρα καὶ ῥώμην καὶ ψυχὴν ἀνυπόστατον, οὐδὲ τὸν ὑπασπιστήν, οὐδὲ τοὺς ἄλλους τοὺς σὺν αὐτῷ πεσόντας ἄλλως τε καὶ ἐκ χειρὸς γενομένης τῆς μάχης.
なぜなら、比類のない力と精神を持った男であるシッキウスも、その盾持ちも、また彼とともに倒れた他の者たちも、戦いもせずに死んだとは考えられなかったからであり、とりわけ戦闘が接近戦で行われたのであれば、なおさらであった。
ἐτεκμήραντο δὲ τοῦτο ἐκ τῶν τραυμάτων.
彼らはこのことを傷口から推測した。
αὐτός τε γὰρ ὁ Σίκκιος πολλὰς εἶχε πληγὰς τὰς μὲν ὑπὸ χερμάδων, τὰς δʼ ὑπὸ σαυνίων, τὰς δʼ ὑπὸ μαχαιρῶν, καὶ ὁ ὑπασπιστής·
実際、シッキウス自身も、また盾持ちも、あるものは石によって、あるものは投げ槍によって、あるものは剣によって、多くの傷を受けていた。
οἱ δʼ ὑπʼ ἐκείνων ἀνῃρημένοι πάντες μαχαιρῶν ἢ χερμάδων ἢ σαυνίων, βέλους δὲ οὐδεμίαν.
一方で、彼らによって殺された者たちは皆、剣か石か投げ槍による傷を負っており、矢の傷は一つもなかった。
§11.27.6ἀγανάκτησις δὴ μετὰ τοῦτʼ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός·
この後、実にあらゆる人々の憤慨と叫び、そして多くの嘆きが起こった。
ὡς δὲ κατωλοφύραντο τὴν συμφορὰν ἀράμενοι καὶ κομίσαντες τὸν νεκρὸν ἐπὶ τὸν χάρακα, πολλὰ τῶν στρατηγῶν κατεβόων, καὶ μάλιστα μὲν ἠξίουν κατὰ τὸν στρατιωτικὸν ἀποκτεῖναι νόμον τοὺς ἀνδροφόνους·
彼らがこの不幸を嘆き、遺体を持ち上げて陣営へと運ぶと、将軍たちに対して激しい非難の声を浴びせ、特に軍法に従って人殺しどもを処刑することを要求した。
εἰ δὲ μή, δικαστήριον αὐτοῖς ἀποδοῦναι παραχρῆμα.
あるいは、そうでなければ、彼らのために直ちに裁判を行うことを求めた。
καὶ πολλοὶ ἦσαν οἱ κατηγορεῖν μέλλοντες αὐτῶν.
そして、彼らを告発しようとする者が多くいた。
§11.27.7ὡς δʼ οὐδὲν αὐτῶν εἰσήκουον ἐκεῖνοι, ἀλλὰ τούς τʼ ἄνδρας ἀπεκρύψαντο καὶ τὰς δίκας ἀνεβάλοντο φήσαντες ἐν Ῥώμῃ λόγον ἀποδώσειν τοῖς βουλομένοις αὐτῶν κατηγορεῖν, μαθόντες ὅτι τῶν στρατηγῶν τὸ ἐπιβούλευμα ἦν, τὸν μὲν Σίκκιον ἔθαπτον, ἐκκομιδήν τε ποιησάμενοι λαμπροτάτην καὶ πυρὰν νήσαντες ὑπερμεγέθη καὶ τῶν ἄλλων ἀπαρχόμενοι κατὰ δύναμιν, ὧν νόμος ἐπʼ ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι·
しかし、彼らはそれらの要求を全く聞き入れず、それどころか男たちを匿い、彼らを告発したいと望む者に対してはローマで申し開きをすると言って裁判を延期した。 そのため、その陰謀が将軍たちのものであったことを知ると、彼らはシッキウスを埋葬した。 極めて盛大な葬列を執り行い、非常に大きな薪積みを築き、優れた男たちの最後の栄誉のために捧げられるのが習わしとなっているその他のものを、力に及ぶ限り捧げながら。
πρὸς δὲ τὴν δεκαδαρχίαν ἠλλοτριοῦντο πάντες καὶ γνώμην εἶχον ὡς ἀποστησόμενοι.
そして、すべての者が十人委員会に対して反感を抱き、離反する決意を固めた。
τὸ μὲν δὴ περὶ Κρουστομέρειαν καὶ Φιδήνην στράτευμα διὰ τὸν Σικκίου τοῦ πρεσβευτοῦ θάνατον ἐχθρὸν τοῖς προεστηκόσι τῶν πραγμάτων ἦν.
このようにして、クルストメリアとフィデナエの周辺にいた軍勢は、使節シッキウスの死によって、国政を牛耳る者たちに対して敵意を抱くようになった。