Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.27.1-11.27.7

西克乌斯遇害真相的败露与兵变危机

第 827 段,共 962 段 · 希腊语

内容简介

刺客们谎称西克乌斯死于敌人的伏击,但士兵们通过现场异常的地形、没有敌人尸体以及伤口的特征,揭穿了将领们策划暗杀的阴谋,并对十人委员会产生了强烈的敌意。

§11.27.1οἱ δὲ διαπραξάμενοι τὸν φόνον ἧκον ἐπὶ τὸ στρατόπεδον ἄγοντες τοὺς τραυματίας καὶ διέσπειραν λόγον, ὡς ἐπιφανεὶς αὐτοῖς πολεμίων λόχος τόν τε Σίκκιον ἀποκτείνειε καὶ τοὺς ἄλλους ἄνδρας, οἷς πρώτοις ἐνέτυχεν, αὐτοί τε πολλὰ τραύματα λαβόντες μόλις αὐτοὺς ἀποφύγοιεν.
那些行凶者带着伤员回到营地,散布谣言说,一队敌人的伏兵出现在他们面前,杀死了西克乌斯和他们最先遇到的其他男人,而他们自己也受了许多伤,勉强从敌人手中逃脱。
καὶ ἐδόκουν ἅπασι πιστὰ λέγειν.
大家都认为他们说的是实话。
οὐ μὴν ἔλαθέ γʼ αὐτῶν τὸ ἔργον, ἀλλὰ καίπερ ἐν ἐρημίᾳ τοῦ φόνου γεγονότος καὶ μηδένα μηνυτὴν ἔχοντος ὑπὸ τοῦ χρεὼν αὐτοῦ καὶ τῆς ἅπαντα ἐπισκοπούσης τὰ θνητὰ πράγματα δίκης ἐξηλέγχθησαν τεκμηρίοις ἀναμφισβητήτοις.
然而,他们的恶行并没有被掩盖,尽管谋杀发生在荒无人烟的地方,且没有任何告密者,但在命运本身和监视人类一切事务的正义女神的作用下,通过无可争议的证据被揭露了出来。
§11.27.2οἱ γὰρ ἐν τῷ στρατοπέδῳ ταφῆς τε δημοσίας ἄξιον ἡγούμενοι τὸν ἄνδρα καὶ τιμαῖς παρὰ τοὺς ἄλλους διαφόρου, διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ ὅτι πρεσβύτης ὢν καὶ ὑπὸ τῆς ἡλικίας πολεμικῶν ἀγώνων ἀπολυόμενος εἰς κίνδυνον ἑκούσιον ἔδωκεν αὑτὸν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, ψηφίζονται συνελθόντες εἰς ἓν ἀπὸ τῶν τριῶν ταγμάτων ἐξελθεῖν ἐπὶ τὴν ἀναίρεσιν τοῦ σώματος, ἵνα μετὰ πολλῆς ἀσφαλείας τε καὶ τιμῆς ἐπὶ τὴν παρεμβολὴν παρακομισθείη.
因为营地里的人认为这个男人配得上国葬,且配得上超越他人的杰出荣誉,这不仅是因为许多其他原因,更是因为他虽已年迈,因年龄原因免除了军事战斗,却为了共同的利益自愿将自己置于危险之中。 他们聚集在一起,决定从三个军团中派人出发去收回尸体,以便在极大的安全和荣誉中将他运回营地。
συγχωρησάντων δὲ τῶν ἡγεμόνων διʼ εὐλάβειαν, μή τινα παράσχοιεν αὐτοῖς ὑποψίαν περὶ τὸ πρᾶγμα ἐπιβουλῆς καλῷ καὶ προσήκοντι ἔργῳ ἐνιστάμενοι, §11.27.3λαβόντες τὰ ὅπλα ἐξῄεσαν.
由于指挥官们出于谨慎,担心如果阻挠这一美好而得体的行为,会让他们对这起阴谋产生怀疑,因此予以批准,于是他们拿起武器出发了。
ἐλθόντες δʼ ἐπὶ τὸν τόπον ὡς εἶδόν οὔτε δρυμοὺς οὔτε φάραγγας οὔτʼ ἄλλο χωρίον, ἔνθα ὑποκαθίζειν ἐστὶ λόχους ἔθος, ἀλλὰ ψιλὸν καὶ περιφανῆ καὶ στενόπορον ὄχθον, διʼ ὑποψίας ἔλαβον εὐθέως τὸ πραχθέν·
当他们来到那个地方,看到既没有森林,也没有峡谷,也没有任何其他习惯设立伏兵的地方,而只有一座光秃秃、显眼且狭窄的山丘时,他们立刻对所发生的事情产生了怀疑。
ἔπειτα τοῖς νεκροῖς προσελθόντες ὡς ἐθεάσαντο τόν τε Σίκκιον αὐτὸν ἀσκύλευτον ἐρριμμένον καὶ τοὺς ἄλλους ἅπαντας, ἐν θαύματι ἦσαν, εἰ πολέμιοι κρατήσαντες ἐχθρῶν μήτε §11.27.4ὅπλα περιείλαντο μήτʼ ἐσθῆτα περιέδυσαν.
接着,他们走近尸体,看到西克乌斯本人以及所有其他人的武具都未被剥夺而丢弃在那里,他们感到惊异,心想如果敌人战胜了对手,怎么会既不 ¦2225 剥去他们的武器,也不剥下他们的衣服呢。
διερευνώμενοί τε τὰ πέριξ ἅπαντα ὡς οὔτε στίβον ἵππων οὔτʼ ἴχνος ἀνθρώπων οὐδὲν εὕρισκον ἔξω τῶν διὰ τῆς ὁδοῦ, πρᾶγμα ἀμήχανον ὑπελάμβανον εἶναι πολεμίους ἐπιφανῆναι τοῖς σφετέροις ἀφανεῖς, ὥσπερ πτηνούς τινας ἢ διοπετεῖς.
当他们搜寻周围的一切时,由于除了道路上的足迹外,既没有发现马匹的踪迹,也没有发现任何人的足迹,他们认为敌人如果能出现在自己人面前而又对他们隐形,就像某种飞鸟或从天而降之物一样,那简直是不可思议的事。
ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τὰ ἄλλα μέγιστον αὐτοῖς ἐφάνη τεκμήριον τοῦ μὴ πρὸς ἐχθρῶν, ἀλλʼ ὑπὸ φίλων τὸν ἄνδρα ἀπολωλέναι, §11.27.5τὸ μηδένα τῶν πολεμίων εὑρεθῆναι νεκρόν.
但在这一切和其他事情之上,对他们来说,最能证明这个男人不是死于敌人之手,而是死于朋友之手的最有力证据,就是没有发现任何敌人的尸体。
οὐ γὰρ ἀκονιτί γʼ ἂν ἐδόκουν ἀποθανεῖν Σίκκιον, ἄνδρα καὶ ῥώμην καὶ ψυχὴν ἀνυπόστατον, οὐδὲ τὸν ὑπασπιστήν, οὐδὲ τοὺς ἄλλους τοὺς σὺν αὐτῷ πεσόντας ἄλλως τε καὶ ἐκ χειρὸς γενομένης τῆς μάχης.
因为他们认为,西克乌斯这个在力量和精神上都无法抗拒的人,以及他的盾手,还有与他一同倒下的其他人,绝不可能不经战斗就轻易死去,尤其是在战斗是近距离进行的情况下。
ἐτεκμήραντο δὲ τοῦτο ἐκ τῶν τραυμάτων.
他们是从伤口中推测出这一点的。
αὐτός τε γὰρ ὁ Σίκκιος πολλὰς εἶχε πληγὰς τὰς μὲν ὑπὸ χερμάδων, τὰς δʼ ὑπὸ σαυνίων, τὰς δʼ ὑπὸ μαχαιρῶν, καὶ ὁ ὑπασπιστής· οἱ δʼ ὑπʼ ἐκείνων ἀνῃρημένοι πάντες μαχαιρῶν ἢ χερμάδων ἢ σαυνίων, βέλους δὲ οὐδεμίαν.
因为西克乌斯本人有许多伤,有的是被石块击伤,有的是被投枪击伤,有的是被刀剑击伤,他的盾手也是如此;而那些被他们所杀的人,全都是因刀剑、石块或投枪受伤,没有一处是箭伤。
§11.27.6ἀγανάκτησις δὴ μετὰ τοῦτʼ ἐγίνετο πάντων καὶ βοὴ καὶ πολὺς ὀδυρμός·
此后,众人之中确实激起了愤慨、呼喊和极大的哀悼。
ὡς δὲ κατωλοφύραντο τὴν συμφορὰν ἀράμενοι καὶ κομίσαντες τὸν νεκρὸν ἐπὶ τὸν χάρακα, πολλὰ τῶν στρατηγῶν κατεβόων, καὶ μάλιστα μὲν ἠξίουν κατὰ τὸν στρατιωτικὸν ἀποκτεῖναι νόμον τοὺς ἀνδροφόνους· εἰ δὲ μή, δικαστήριον αὐτοῖς ἀποδοῦναι παραχρῆμα.
当他们哀悼了这一不幸,抬起尸体并将其运回营地时,他们对将领们发出严厉的谴责,特别是要求按照军法处死那些凶手;否则,就立即为他们设立法庭。
καὶ πολλοὶ ἦσαν οἱ κατηγορεῖν μέλλοντες αὐτῶν.
而且有许多人准备起诉他们。
§11.27.7ὡς δʼ οὐδὲν αὐτῶν εἰσήκουον ἐκεῖνοι, ἀλλὰ τούς τʼ ἄνδρας ἀπεκρύψαντο καὶ τὰς δίκας ἀνεβάλοντο φήσαντες ἐν Ῥώμῃ λόγον ἀποδώσειν τοῖς βουλομένοις αὐτῶν κατηγορεῖν, μαθόντες ὅτι τῶν στρατηγῶν τὸ ἐπιβούλευμα ἦν, τὸν μὲν Σίκκιον ἔθαπτον, ἐκκομιδήν τε ποιησάμενοι λαμπροτάτην καὶ πυρὰν νήσαντες ὑπερμεγέθη καὶ τῶν ἄλλων ἀπαρχόμενοι κατὰ δύναμιν, ὧν νόμος ἐπʼ ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι·
然而,那些将领们根本不听他们的要求,反而把那些人藏起来,并推迟了审判,声称他们将在罗马向那些想要起诉他们的人做出解释。 士兵们得知这一阴谋属于将领们后,便埋葬了西克乌斯,为他举行了最盛大的葬礼,筑起了极大的柴堆,并尽其所能地献上其他按习俗为优秀男子的最后荣誉所需的祭品。
πρὸς δὲ τὴν δεκαδαρχίαν ἠλλοτριοῦντο πάντες καὶ γνώμην εἶχον ὡς ἀποστησόμενοι.
他们所有人都对十人委员会产生了反感,并决定反叛。
τὸ μὲν δὴ περὶ Κρουστομέρειαν καὶ Φιδήνην στράτευμα διὰ τὸν Σικκίου τοῦ πρεσβευτοῦ θάνατον ἐχθρὸν τοῖς προεστηκόσι τῶν πραγμάτων ἦν.
因此,驻扎在克鲁斯图梅里亚和菲德奈周围的军队,因使节西克乌斯之死,对执掌朝政的人产生了敌意。

词汇与语法注释

  1. 11.27.1οἷς πρώτοις ἐνέτυχεν — 关系代名词 `οἷς` 指向先行词 `τοὺς ἄλλους ἄνδρας`,而关系从句中的形容词 `πρώτοις` 与其修饰关系结合,意为“他们最先遇到的其他男人”。
  2. 11.27.2ταφῆς τε δημοσίας ἄξιον ἡγούμενοι τὸν ἄνδρα καὶ τιμαῖς παρὰ τοὺς ἄλλους διαφόρου — 形容词 `ἄξιον`(值得)通常支配属格(此处为 `ταφῆς δημοσίας`),但在后半句 `τιμαῖς ... διαφόρου` 中使用了与格 `τιμαῖς`。这可以解释为方式或特征与格(“在异于他人的杰出荣誉方面值得”)。
  3. 11.27.3ἐν ¦p.v.4p.158¦ θαύματι ἦσαν, εἰ πολέμιοι κρατήσαντες ἐχθρῶν μήτε... — 由 `εἰ` 引导的从句并非普通条件状语从句,而是作为表示惊异、难以置信等情感的动词短语(`ἐν θαύματι ἦσαν`)之后的实质性从句(“是否/居然……”)。该从句延续至下一节的 `ὅπλα περιείλαντο...`。
  4. 11.27.5οἱ δʼ ὑπʼ ἐκείνων ἀνῃρημένοι — 指示代词 `ἐκείνων` 指代前文的“西克乌斯及其盾手”。因此,该分词短语意为“被他们(西克乌斯等人)所杀的人(即刺客一方的死者)”,其身上的伤口(没有箭伤)成为了阴谋的证据。
  5. 11.27.7ὧν νόμος ἐπʼ ἀνδράσιν ἀγαθοῖς εἰς τὴν τελευταίαν τιμὴν φέρεσθαι — 关系代名词 `ὧν` 的先行词是前句的 `τῶν ἄλλων`(其他祭品)。整个关系从句表示限定:“(在其他)按习俗为优秀男子的最后荣誉所献上的祭品中(尽力献上)”。动词不定式 `φέρεσθαι` 取决于无人称句式 `νόμος [ἐστί]`(按惯例)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.27.1-11.27.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.27.1-11.27.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。