Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.26.1-11.26.4

刺客の急襲に対するシッキウスの奮戦と最期

826 / 962 箇所 · ギリシア語

要旨

指揮官たちの罠に嵌められたシッキウスが、百人の兵士に襲撃されるも奮戦し、最後は投石や岩によって殺害される様子を描く。

§11.26.1οἱ δʼ ἀσμένως δέχεσθαι τὰς παραινέσεις σκηψάμενοι·
彼らは喜んでその勧告を受け入れるふりをして、「それでは」と言った。
τί οὖν, ἔφασαν, οὐκ αὐτὸς ἡγεμὼν γίνῃ τῆς ἀναζεύξεως τόπον ἐπιτήδειον προκατασκεψάμενος;
「あなた自身が、あらかじめ適当な場所を偵察した上で、出発の指揮を執ってはくれないか。
ἐμπειρίαν δʼ ἱκανὴν ἔχεις τῶν τόπων διὰ τὰς πολλὰς στρατείας, λόχον δέ σοι δώσομεν ἐπιλέκτων νέων εὐζώνῳ ἐσταλμένων ὁπλίσει·
あなたには度重なる従軍によって、その土地についての十分な経験がある。 我々はあなたに、軽装の武装をした選り抜きの若者たちの部隊を授けよう。
σοὶ δὲ ἵππος τε διὰ τὴν ἡλικίαν παρέστω, καὶ ὁπλισμὸς ὁ τοῖς τηλικούτοις πρέπων.
あなたには、年齢を考慮して馬を用意させ、その年齢にふさわしい武具も備えさせよう。
§11.26.2ὑποδεξαμένου δὲ τοῦ Σικκίου καὶ ψιλοὺς αἰτήσαντος ἑκατὸν ἐπιλέκτους οὐδένα χρόνον ἐπισχόντες ἐκπέμπουσιν αὐτὸν ἔτι νυκτὸς οὔσης καὶ σὺν αὐτῷ τοὺς ἑκατὸν ἄνδρας ἐκ τῶν ἰδίων ἑταίρων τοὺς ἰταμωτάτους ἐπιλεξάμενοι, οἷς ἐπέσκηψαν ἀποκτεῖναι τὸν ἄνδρα μεγάλους μισθοὺς τῆς ἀνδροφονίας ὑποσχόμενοι.
」シッキウスがこれを引き受け、選り抜きの軽装兵100名を求めると、彼らは少しの時間も置かずに、まだ夜のうちに彼を送り出した。 そして、自分たちの仲間の中から最も大胆な者たちを選び抜いた100名の男たちを彼に同行させ、彼らには、その暗殺に対して巨額の報酬を約束した上で、その男を殺害することを命じた。
ἐπεὶ δὲ πολὺ προελθόντες ἀπὸ τοῦ χάρακος εἰς χωρίον ἦλθον ὀχθηρὸν καὶ στενόπορον καὶ χαλεπὸν ἵππῳ διεξελθεῖν, ὅτι μὴ βάδην ἀνιόντι, διὰ τὴν τραχύτητα τῶν ὄχθων, σύνθημα δόντες ἀλλήλοις στίφος ἐποίουν ὡς ἅμα χωρήσοντες ἐπʼ αὐτὸν ἀθρόοι.
彼らが陣営から遠く進み、丘陵地で道が狭く、崖の険しさゆえに馬が歩いて上る以外に通り抜けるのが困難な場所に至ると、彼らは互いに合図を送り、一斉に彼に襲いかかるかのように集団を作った。
θεράπων δέ τις ὑπασπιστὴς τοῦ Σικκίου τὰ πολεμικὰ ἀγαθὸς εἰκάσας τὴν διάνοιαν αὐτῶν μηνυτὴς γίνεται τῷ δεσπότῃ.
シッキウスの従者であり盾持ちであった、軍事に優れた一人の召使いが、彼らの企てを察知し、主人に告発した。
§11.26.3κἀκεῖνος ὡς ἔγνω κατακλειόμενον αὑτὸν εἰς δυσχωρίας, ἔνθα οὐκ ἦν δυνατὸν ἀνὰ κράτος ἐλάσαι τὸν ἵππον, καθάλλεταί τε καὶ στὰς ἐπὶ τὸν ὄχθον, ἵνα μὴ κυκλωθείη πρὸς αὐτῶν, τὸν ὑπασπιστὴν μόνον ἔχων τοὺς ἐπιόντας ὑπέμεινεν.
彼は、馬を全力で走らせることが不可能な険しい場所に自分が閉じ込められていることを知ると、馬から飛び降り、彼らに包囲されないように崖を背にして立ち、盾持ち一人だけを伴って、襲いかかる者たちを待ち構えた。
ὁρμησάντων δὲ ἅμα πάντων πολλῶν ὄντων ἐπʼ αὐτὸν ἀποκτείνει μὲν περὶ πεντεκαίδεκα, τραυματίζει δὲ καὶ διπλασίους.
多くの者が一斉に彼に襲いかかったが、彼は約15名を殺害し、その倍の者に傷を負わせた。
ἐδόκει δʼ ἂν καὶ τοὺς ἄλλους ἅπαντας διαφθεῖραι μαχόμενος, εἰ συνῄεσαν ὁμόσε.
もし彼らが近接戦を挑んでいたなら、戦いの中で残りの者全員をも滅ぼしたであろうと思われるほどであった。
§11.26.4οἱ δʼ ἄρα συμφρονήσαντες, ὡς ἄμαχον εἴη χρῆμα, καὶ οὐκ ἂν ἕλοιεν αὐτὸν συστάδην, τῆς μὲν ἐκ χειρὸς ἀπείχοντο μάχης, προσωτέρω δʼ ἀποστάντες ἔβαλλον οἱ μὲν σαυνίοις, οἱ δὲ χερμάσιν, οἱ δὲ ξύλοις·
彼らは、彼が手につけられない存在であり、接近戦では倒すことができないと悟ると、接近戦を避け、離れた場所に退いて、ある者は投げ槍を、ある者は投石を、ある者は棍棒を投げつけた。
τινὲς δʼ αὐτῶν προσελθόντες ἐκ τῶν πλαγίων τῷ ὄχθῳ καὶ γενόμενοι κατὰ κεφαλῆς κατεκύλιον ὑπερμεγέθεις ἄνωθεν πέτρας, ἕως ὑπὸ πλήθους τῶν ἐξ ἐναντίας βαλλομένων καὶ βάρους τῶν ἄνωθεν ἐπικαταραττομένων διέφθειραν αὐτόν.
また、彼らのうちのある者は、横から崖に近づき、頭上に回って、上から非常に大きな岩を転がし落とした。 そしてついに、前方から投げられる無数の飛び道具と、上から激しく落下する岩の重みによって、彼を殺害した。
Σίκκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν.
シッキウスは実にこのような最期を遂げた。

語釈・文法注

  1. 11.26.2ὅτι μὴ βάδην ἀνιόντι — 「ὅτι μή」は「〜を除いて(except)」を意味する慣用表現。現在分詞「ἀνιόντι」(上る)は与格で、先行する「ἵππῳ」(馬にとって)に一致しており、「歩いて上る馬を除いては(歩いて上る場合以外は)」という限定を加えている。
  2. 11.26.3ἐδόκει δʼ ἂν καὶ τοὺς ἄλλους ἅπαντας διαφθεῖραι — 助辞「ἄν」を伴う直説法過去の動詞「ἐδόκει」(〜と思われたであろう)は、過去の事実に反する帰結(潜在・反実仮想)を表す。直後の不定詞「διαφθεῖραι」と合わさって「(もし近接戦を挑んでいれば)残りの者全員をも滅ぼしたであろうと思われた」という意味になり、シッキウスの圧倒的な強さを強調している。条件節は「εἰ συνῄεσαν」(もし彼らが近接戦に及んでいたなら)である。
  3. 11.26.4ὡς ἄμαχον εἴη χρῆμα — 「χρῆμα」(物、事柄)は、ここでは特定の性質を帯びた「(手強い)代物」や「(恐るべき)存在」として、並外れた強さを持つ人間を指す口語的・擬人的表現。「ὡς」に導かれる従属節内の動詞「εἴη」は、主節が過去時制であるために斜格希求法(optative of oblique case)となっている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.26.1-11.26.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.26.1-11.26.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。