§11.26.1οἱ δʼ ἀσμένως δέχεσθαι τὰς παραινέσεις σκηψάμενοι· τί οὖν, ἔφασαν, οὐκ αὐτὸς ἡγεμὼν γίνῃ τῆς ἀναζεύξεως τόπον ἐπιτήδειον προκατασκεψάμενος;
他们伪装成乐意接受他的建议,说道:“那么,你为什么不自己成为出发的向导,预先侦察一个合适的地方呢?
ἐμπειρίαν δʼ ἱκανὴν ἔχεις τῶν τόπων διὰ τὰς πολλὰς στρατείας, λόχον δέ σοι δώσομεν ἐπιλέκτων νέων εὐζώνῳ ἐσταλμένων ὁπλίσει· σοὶ δὲ ἵππος τε διὰ τὴν ἡλικίαν παρέστω, καὶ ὁπλισμὸς ὁ τοῖς τηλικούτοις πρέπων.
因为你多次参军,对这些地方有足够的经验。 我们将给你一支配备轻装武器的精选青年队伍;至于你,由于年龄原因,给你配备一匹马和适合这一年龄的装备。
§11.26.2ὑποδεξαμένου δὲ τοῦ Σικκίου καὶ ψιλοὺς αἰτήσαντος ἑκατὸν ἐπιλέκτους οὐδένα χρόνον ἐπισχόντες ἐκπέμπουσιν αὐτὸν ἔτι νυκτὸς οὔσης καὶ σὺν αὐτῷ τοὺς ἑκατὸν ἄνδρας ἐκ τῶν ἰδίων ἑταίρων τοὺς ἰταμωτάτους ἐπιλεξάμενοι, οἷς ἐπέσκηψαν ἀποκτεῖναι τὸν ἄνδρα μεγάλους μισθοὺς τῆς ἀνδροφονίας ὑποσχόμενοι.
” 西克乌斯接受了这一请求,并要求派遣一百名精选的轻装兵,他们毫不迟疑,趁着夜色将他送出,并让从他们自己的同伙中挑选出的最凶悍的一百名男子与他同行,他们向这些人许诺了巨额的刺杀赏金,命令他们杀死这个男人。
ἐπεὶ δὲ πολὺ προελθόντες ἀπὸ τοῦ χάρακος εἰς χωρίον ἦλθον ὀχθηρὸν καὶ στενόπορον καὶ χαλεπὸν ἵππῳ διεξελθεῖν, ὅτι μὴ βάδην ἀνιόντι, διὰ τὴν τραχύτητα τῶν ὄχθων, σύνθημα δόντες ἀλλήλοις στίφος ἐποίουν ὡς ἅμα χωρήσοντες ἐπʼ αὐτὸν ἀθρόοι.
当他们从营地出发走了很远,来到一个丘陵起伏、道路狭窄、因山坡险峻而使马匹除了步履艰难地向上攀爬之外难以通过的地方时,他们互相发出信号,结成一队,仿佛要一起朝他冲过去。
θεράπων δέ τις ὑπασπιστὴς τοῦ Σικκίου τὰ πολεμικὰ ἀγαθὸς εἰκάσας τὴν διάνοιαν αὐτῶν μηνυτὴς γίνεται τῷ δεσπότῃ.
西克乌斯的一个侍从兼盾手在军事上很勇敢,他猜到了他们的意图,便向主人告密。
§11.26.3κἀκεῖνος ὡς ἔγνω κατακλειόμενον αὑτὸν εἰς δυσχωρίας, ἔνθα οὐκ ἦν δυνατὸν ἀνὰ κράτος ἐλάσαι τὸν ἵππον, καθάλλεταί τε καὶ στὰς ἐπὶ τὸν ὄχθον, ἵνα μὴ κυκλωθείη πρὸς αὐτῶν, τὸν ὑπασπιστὴν μόνον ἔχων τοὺς ἐπιόντας ὑπέμεινεν.
他得知自己被困在一个无法策马狂奔的险要地势中,便跳下马,站在山坡上,以免被他们包围,仅带着那名盾手,迎击冲上来的人。
ὁρμησάντων δὲ ἅμα πάντων πολλῶν ὄντων ἐπʼ αὐτὸν ἀποκτείνει μὲν περὶ πεντεκαίδεκα, τραυματίζει δὲ καὶ διπλασίους.
在众人一齐向他冲来时,他杀死了大约十五人,并击伤了双倍于此的人。
ἐδόκει δʼ ἂν καὶ τοὺς ἄλλους ἅπαντας διαφθεῖραι μαχόμενος, εἰ συνῄεσαν ὁμόσε.
如果他们进行肉搏战,他似乎在战斗中能将剩余的所有人也全部消灭。
§11.26.4οἱ δʼ ἄρα συμφρονήσαντες, ὡς ἄμαχον εἴη χρῆμα, καὶ οὐκ ἂν ἕλοιεν αὐτὸν συστάδην, τῆς μὲν ἐκ χειρὸς ἀπείχοντο μάχης, προσωτέρω δʼ ἀποστάντες ἔβαλλον οἱ μὲν σαυνίοις, οἱ δὲ χερμάσιν, οἱ δὲ ξύλοις· τινὲς δʼ αὐτῶν προσελθόντες ἐκ τῶν πλαγίων τῷ ὄχθῳ καὶ γενόμενοι κατὰ κεφαλῆς κατεκύλιον ὑπερμεγέθεις ἄνωθεν πέτρας, ἕως ὑπὸ πλήθους τῶν ἐξ ἐναντίας βαλλομένων καὶ βάρους τῶν ἄνωθεν ἐπικαταραττομένων διέφθειραν αὐτόν.
他们于是意识到他是一个无法战胜的怪物,无法在近战中击败他,便避免了肉搏战,退到更远的地方,有的人用投枪投掷,有的人用石块,有的人用木棍;他们中的一些人从侧面接近山坡,爬到他的头顶上方,从上面滚下巨大的岩石,直到前方投来的无数投射物和从上方猛烈坠落的岩石的重压将他消灭。
Σίκκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν.
西克乌斯确实遭遇了这样的结局。