Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.24.1-11.24.3

阿庇乌斯戒备城内与营地肃清反对者

第 824 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯等人加强了罗马城内的戒备,并秘密命令营地中的同僚将领暗杀或处决反对者,导致士兵们因战死和清洗而面临双重毁灭。

§11.24.1οἱ δὲ περὶ τὸν Ἄππιον τοῖς μὲν ἐπὶ στρατοπέδου συνάρχουσιν ὅπλα τε καὶ χρήματα καὶ σῖτον καὶ τἆλλα ὧν ἐδέοντο ἐπεχορήγουν τά τε δημόσια καὶ ἰδιωτικὰ ἐκ πολλῆς ὑπεροψίας λαμβάνοντες, καὶ ἀντὶ τῶν ἀπολωλότων ἀνδρῶν στρατολογήσαντες ἐξ ἁπάσης φυλῆς τοὺς ὅπλα φέρειν δυναμένους ἀπέστειλαν, ὥστʼ ἐκπληρωθῆναι τοὺς λόχους·
阿庇乌斯及其同伙以极其傲慢的态度征用公私财产,向营地中的同僚将领们源源不断地供应武器、资金、粮食以及他们所需的其他物资;并从每个部落中征召了能够拿起武器的人,派去代替那些已经失去的士兵,以便补齐各连队的员额。
τῶν τε κατὰ τὴν πόλιν ἐπιμελῆ φυλακὴν ἐποιοῦντο φρουραῖς τοὺς ἐπικαιροτάτους καταλαμβανόμενοι τόπους, μή τι λάθωσι παρακινήσαντες οἱ μετὰ τοῦ Οὐαλερίου συνεστῶτες.
他们还对城内的事物进行了严密的警戒,派卫兵占领了最有利的地形,以免与瓦莱里乌斯结伙的人在不被察觉的情况下发动不轨行动。
§11.24.2ἐπέσκηπτόν τε διʼ ἀπορρήτων τοῖς ἐπὶ τῶν στρατοπέδων συνάρχουσι τοὺς ἐναντιουμένους σφίσι διαφθείρειν, τοὺς μὲν ἐπιφανεῖς ἀδήλως, ὧν δʼ ἐλάττων ὁ λόγος ἦν καὶ ἀπὸ τοῦ φανεροῦ, προφάσεις ἀεί τινας ἐπιφέροντας, ἵνα δικαίως δόξωσιν ἀποθανεῖν.
他们还秘密指示营地中的同僚将领,除掉反对他们的人:对显贵之人暗中下手,对无足轻重之人则公开处置,且总是给他们加上某些罪名,好让人觉得他们死得其所。
καὶ ἐγίνετο ταῦτα· οἱ μὲν γὰρ ἐπὶ προνομὰς ἀποστελλόμενοι ὑπʼ αὐτῶν, οἱ δʼ ἀγορὰν παραπέμψαι κομιζομένην, οἱ δʼ ἄλλας τινὰς ἐπιτελέσασθαι πολεμικὰς χρείας, ἔξω γενόμενοι τοῦ χάρακος οὐδαμοῦ ἔτι ὤφθησαν.
事情果真如此发生:因为有些人被他们派去采集粮草,有些人被派去护送运来的物资,还有些人被派去执行其他军事任务,一旦他们走到营垒之外,就再也见不到人影了。
§11.24.3οἱ δὲ ταπεινότατοι φυγῆς ἄρχειν κατηγορηθέντες ἢ τὰ ἀπόρρητα πρὸς τοὺς πολεμίους ἐκφέρειν ἢ τάξιν μὴ φυλάττειν, ἐν τῷ φανερῷ καταπλήξεως ἕνεκα τῶν ἄλλων ἀπώλλυντο.
而那些地位最卑微的人,则被控以带头逃跑、向敌人泄露机密或不坚守岗位等罪名,在公开场合被处死,以此来威吓其他人。
ἐγίνετο δὲ διχόθεν τῶν στρατιωτῶν ὄλεθρος, τῶν μὲν οἰκείων τῆς ὀλιγαρχίας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμπλοκαῖς διαφθειρομένων, τῶν δὲ τὴν ἀριστοκρατικὴν ποθούντων κατάστασιν ὑπὸ τῶν στρατηγῶν ἀπολλυμένων.
因此,士兵们的毁灭来自两个方面:一方面,拥护寡头政治的人在与敌人的交锋中被消灭;另一方面,渴望贵族制政体的人则被将领们杀害。

词汇与语法注释

  1. 11.24.1μή τι λάθωσι παρακινήσαντες — 动词 λανθάνω(未被察觉)与分词 παρακινήσαντες(发动叛乱、不轨行动)连用的惯用结构。配合否定词 μή 与虚拟语气 λάθωσι,构成预防性的目的或恐惧从句,意为“以免他们在不被察觉的情况下发动某种叛乱”。
  2. 11.24.2προφάσεις ἀεί τινας ἐπιφέροντας — 宾格分词 ἐπιφέροντας 在逻辑上指向主句中的与格词 συνάρχουσι(同僚们)。这种宾格的出现,是因为在带不定式 διαφθείρειν 的命令结构中,不定式的逻辑主语(同僚们自身)被视作宾格(“宾格加不定式”结构),因而修饰它的分词也一致地采用了宾格。
  3. 11.24.3τῶν μὲν οἰκείων ... διαφθειρομένων — 与后文的 τῶν δὲ ... ἀπολλυμένων 构成对称的属格独立结构(genitive absolute)。该结构用于具体解释和说明句首的副词 διχόθεν(从两个方面/双重地)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.24.1-11.24.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.24.1-11.24.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。