§11.18.1ὦ πολλῆς μὲν εὐηθείας τούτων, οἷς ἐπὶ νοῦν ἔρχεται τοιαῦτα ληρεῖν, πολλῆς δʼ ἀναλγησίας ἡμῶν, εἰ τοιαῦτα λεγόντων αὐτῶν οὐκ ἀγανακτοῦμεν, ἀλλʼ ὑπομένομεν ἀκούειν, ὥσπερ ὑπὲρ τῶν πολεμίων, ἀλλʼ οὐχ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς πατρίδος βουλευόμενοι.
ああ、あのような戯言を口にすることを思いつく者たちの、何という大いなる愚かさであろう。 そして、彼らがそのようなことを言っているのに、我々が憤慨もせず、まるで敵のために審議しているのであって、我々自身や祖国のためにではないかのように、聴くのを耐え忍んでいるとすれば、我々の何という大いなる無感覚であろうか。
§11.18.2οὐκ ἀνελοῦμεν ἐκ μέσου τοὺς φλυάρους;
我々は、戯言を言う者たちを目の前から排除しないのだろうか。
οὐ ταχεῖαν ψηφιούμεθα τῇ ὑπονοθευομένῃ χώρᾳ τὴν βοήθειαν;
荒らされている領土への迅速な救援を議決しないのだろうか。
οὐ καθοπλιοῦμεν ἅπασαν τὴν ἀκμὴν τῆς πόλεως;
都市のすべての精鋭を武装させないのだろうか。
οὐκ ἐπὶ τὰς ἐκείνων πόλεις αὐτοὶ στρατευσόμεθα;
我々自身が彼らの都市へと遠征しないのだろうか。
ἀλλʼ οἴκοι μένοντες καὶ τοῖς δέκα λοιδορούμενοι καὶ νέας ἀρχὰς καθιστάντες καὶ περὶ κόσμου πολιτικοῦ σκοποῦντες ὥσπερ ἐν εἰρήνῃ πάντʼ ἐάσομεν ὑπὸ τοῖς πολεμίοις τὰ ἐν τῇ χώρᾳ γενέσθαι, καὶ τελευτῶντες ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύσομεν καὶ κατασκαφῆς τῆς πόλεως, ἐάσαντες τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν;
それとも、家に留まり、十人官たちを罵り、新たな政務官を任命し、国家の秩序について平和なときのように審議しながら、領土内にあるすべてのものが敵の支配下に陥るのを許し、最後には、戦争が城壁に迫るのを許したために、奴隷化と都市の破壊の危険に晒されることになるのだろうか。
§11.18.3οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνου κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς ἔχοντας αὐτὸν σωφρονεῖν.
父老たちよ、このような決議は、正気の人々のものではなく、また、私的な敵対関係よりも共通の利益をより必要不可欠なものとみなす政治的配慮によるものでもない。 むしろ、時宜を得ない対抗心、無分別な敵意、そしてこれを持つ者たちに理性を保つことを許さない災いなる嫉妬によるものである。
ἀλλὰ τὰς μὲν τούτων φιλονεικίας ἐάσατε χαίρειν, ἃ δὲ ψηφισάμενοι τῇ πόλει σωτήρια καὶ ὑμῖν αὐτοῖς προσήκοντα ἔσεσθε βεβουλευμένοι καὶ τοῖς ἐχθροῖς φοβερά, ἐγὼ πειράσομαι λέγειν.
しかし、彼らの対抗心などは放っておきなさい。 これを議決すれば、都市にとっては救いとなり、皆さん自身にはふさわしく、敵にとっては恐るべき審議結果となるであろうことを、私が述べることにしよう。
§11.18.4νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπʼ ἀμφοτέρους ἐξελευσομένας.
今は、アイクィ人およびサビニ人に対する戦争を承認し、双方に対して出撃する軍勢を、最大の熱意と熱心さをもって徴募しなさい。
ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφʼ ὑμῖν γένηται ταῦτʼ ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς τὰ πράγματα.
そして、戦争が我々にとって最善の結末を迎え、和平が成って軍勢が都市に帰還したとき、そのときに国制の秩序についても審議し、十人官たちに彼らが職務中に行なったすべてのことについて説明を求めなさい。 そして、新しい政務官を投票で選出し、裁判所を開き、これら双方のいずれにも値する者たちに相応の処遇をしなさい。 皆さんがこれら両方を行えるようになったときに。 状況が事柄に従うのではなく、事柄が状況に従うのだということを学んだ上で。
§11.18.5ταύτην ἀποδειξαμένου Κορνηλίου τὴν γνώμην οἱ μετʼ ἐκεῖνον ἀνιστάμενοι χωρὶς ὀλίγων τῆς αὐτῆς ἐγένοντο προαιρέσεως·
コルネリウスがこの意見を表明すると、彼の後に立ち上がった者たちは、少数の者を除いて、同じ方針を支持した。
οἱ μὲν ἀναγκαῖα καὶ τῷ παρόντι καιρῷ ταῦτα προσήκοντα ὑπολαμβάνοντες εἶναι, οἱ δʼ ὑποκατακλινόμενοι καὶ θεραπεύοντες τοὺς δέκα τῷ φόβῳ τῆς ἀρχῆς.
ある者たちは、これらが不可欠であり、現在の状況に適していると考えたからであり、他の者たちは、十人官たちの権力の恐怖から、彼らに屈従し、阿諏したからであった。
ἦν γάρ τι καὶ κατεπτηχὸς τὴν ἐξουσίαν οὐκ ἐλάχιστον μέρος ἐκ τῶν συνέδρων.
実際、議員たちの中に、その権力を恐れて怯えている少なからぬ一団が存在していたからである。