Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.18.1-11.18.5

科尔内利乌斯主张优先外战与暂缓追责

第 818 段,共 962 段 · 希腊语

内容简介

科尔内利乌斯主张,相较于国内体制改革,必须优先考虑对抗外敌(埃魁人和萨宾人)的战争,并建议在胜利后再对十人官进行追责,这一观点得到了元老院大多数议员的支持。

§11.18.1ὦ πολλῆς μὲν εὐηθείας τούτων, οἷς ἐπὶ νοῦν ἔρχεται τοιαῦτα ληρεῖν, πολλῆς δʼ ἀναλγησίας ἡμῶν, εἰ τοιαῦτα λεγόντων αὐτῶν οὐκ ἀγανακτοῦμεν, ἀλλʼ ὑπομένομεν ἀκούειν, ὥσπερ ὑπὲρ τῶν πολεμίων, ἀλλʼ οὐχ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς πατρίδος βουλευόμενοι.
哎呀,那些竟然想到说出这等胡言乱语的人是何等愚蠢,而如果我们听到他们说这些话却不感到愤怒,反而忍气吞声地听着,就好像我们是在为敌人、而不是为我们自己和祖国进行审议一样,我们又是何等麻木不仁!
§11.18.2οὐκ ἀνελοῦμεν ἐκ μέσου τοὺς φλυάρους;
难道我们不该把这些胡言乱语的人从我们中间清除出去吗?
οὐ ταχεῖαν ψηφιούμεθα τῇ ὑπονοθευομένῃ χώρᾳ τὴν βοήθειαν;
难道我们不该投票支持向遭受蹂躏的领土提供迅速的救援吗?
οὐ καθοπλιοῦμεν ἅπασαν τὴν ἀκμὴν τῆς πόλεως;
难道我们不该武装城邦所有的青年精锐吗?
οὐκ ἐπὶ τὰς ἐκείνων πόλεις αὐτοὶ στρατευσόμεθα;
难道我们不该自己向他们的城市进军吗?
ἀλλʼ οἴκοι μένοντες καὶ τοῖς δέκα λοιδορούμενοι καὶ νέας ἀρχὰς καθιστάντες καὶ περὶ κόσμου πολιτικοῦ σκοποῦντες ὥσπερ ἐν εἰρήνῃ πάντʼ ἐάσομεν ὑπὸ τοῖς πολεμίοις τὰ ἐν τῇ χώρᾳ γενέσθαι, καὶ τελευτῶντες ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύσομεν καὶ κατασκαφῆς τῆς πόλεως, ἐάσαντες τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν;
难道我们要留在家中,痛骂十人官,任命新政务官,像在和平时期那样审议国家体制,从而任由领土上的一切落入敌手,并最终因容许战争逼近城墙而面临被奴役和城市被夷为平地的危险吗?
§11.18.3οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνου κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς ἔχοντας αὐτὸν σωφρονεῖν.
元老们啊,这样的决议不是清醒之人的做法,也不属于那种认为共同利益比个人恩怨更为迫切的政治远见;相反,它们源于不合时宜的争强好胜、盲目的敌意以及祸害无穷的嫉妒,这种嫉妒不容许怀有它的人保持理智。
ἀλλὰ τὰς μὲν τούτων φιλονεικίας ἐάσατε χαίρειν, ἃ δὲ ψηφισάμενοι τῇ πόλει σωτήρια καὶ ὑμῖν αὐτοῖς προσήκοντα ἔσεσθε βεβουλευμένοι καὶ τοῖς ἐχθροῖς φοβερά, ἐγὼ πειράσομαι λέγειν.
但是,请别去管这些人的意气之争了,而如果你们投票通过某些决定,对城邦将是拯救,对你们自己是恰当的,对敌人是可怕的,我将试着把这些说出来。
§11.18.4νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπʼ ἀμφοτέρους ἐξελευσομένας.
现在,请批准对埃魁人和萨宾人的战争,并以最大的热忱和敏捷征召那将要分赴两处的军队。
ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφʼ ὑμῖν γένηται ταῦτʼ ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς τὰ πράγματα.
而当战争为我们取得最好的结局、在实现和平后军队返回城市时,那时再去审议国家体制,要求十人官就他们在任期间所做的一切交代账目,并投票选举新政务官,设立法庭,并给配得上这两者之一的人以相应的待遇,只要这两件事都落入你们的掌控之中,因为你们已经懂得,时机不服从于事务,而是事务服从于时机。
§11.18.5ταύτην ἀποδειξαμένου Κορνηλίου τὴν γνώμην οἱ μετʼ ἐκεῖνον ἀνιστάμενοι χωρὶς ὀλίγων τῆς αὐτῆς ἐγένοντο προαιρέσεως· οἱ μὲν ἀναγκαῖα καὶ τῷ παρόντι καιρῷ ταῦτα προσήκοντα ὑπολαμβάνοντες εἶναι, οἱ δʼ ὑποκατακλινόμενοι καὶ θεραπεύοντες τοὺς δέκα τῷ φόβῳ τῆς ἀρχῆς.
当科尔内利乌斯发表了这一意见后,在他之后起立发言的人,除了极少数之外,都采取了相同的立场:有些人是因为认为这些措施在当前时局下是必要且合适的,而另一些人则是出于对十人官权力的恐惧而向其低头并百般逢迎。
ἦν γάρ τι καὶ κατεπτηχὸς τὴν ἐξουσίαν οὐκ ἐλάχιστον μέρος ἐκ τῶν συνέδρων.
因为在元老院议员中,确实有不小的一部分人因畏惧他们的权力而战战兢兢。

词汇与语法注释

  1. 11.18.1ὦ πολλῆς μὲν εὐηθείας τούτων — 使用 ὦ 引导属格(πολλῆς μὲν εὐηθείας)表示感叹(“何等愚蠢”),其后紧跟另一个属格(τούτων)来指明愚蠢的主体,该属格又由关系从句 οἷς 进一步修饰。
  2. 11.18.2τῇ ὑπονοθευομένῃ χώρᾳ — 现在时被动分词 ὑπονοθευομένῃ 意为被蚕食、被蹂躏或因敌袭而受损的领土。与格作为 ψηφιούμεθα τὴν βοήθειαν 的间接宾语(“为……投票决定救援”)。
  3. 11.18.3οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων — 动词 ἔστιν 结合属格(ὑγιαινόντων ἀνθρώπων)表示特征或所有属性,意为“此类决议不属于神智健全的人”。
  4. 11.18.4ἑκατέρου τούτων ἀξίους — 指示代词 τούτων 在上下文上指代前文提及的“要求十人官交代账目(暗示惩罚)”和“选举新政务官(暗示褒奖/授予官职)”这两件事。因此意为“配得上这两者之一(即惩罚或奖赏)的人”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.18.1-11.18.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.18.1-11.18.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。