§11.13.1ἀλλὰ δέδοικα, μὴ πρόφασις μὲν οὐκ ἀληθὴς ὁ κίνδυνος ᾖ τοῦ μὴ παραχωρεῖν τῆς ἀρχῆς — μυρίοις γοῦν ὑπῆρξε τυραννίδας ἀποθεμένοις μηδὲν δεινὸν ὑπὸ τῶν πολιτῶν παθεῖν —, αἱ δʼ ἀληθεῖς ὦσιν αἰτίαι φιλοτιμία κενὴ τὴν εἰκόνα τῆς δόξης διώκουσα καὶ πόθος ἡδονῶν ὀλεθρίων, ἃς οἱ τυραννικοὶ φέρουσι βίοι.
しかし、私は恐れている。 危険というのは、支配権を放棄しないための真実ではない口実であり、――現に、僭主権を放棄した無数の人々にとって、市民から何ら恐ろしい目に遭わされないことが可能であったのだが――、他方で真実の理由は、名声の幻影を追い求める虚しい虚栄心と、僭主的な生活がもたらす破滅的な快楽への欲望であるのではないかと。
§11.13.2εἰ δὲ βούλει μὴ τὰ εἴδωλα καὶ τὰς σκιὰς τῶν τιμῶν καὶ τῶν εὐημεριῶν διώκειν, ἀλλʼ αὐτὰς καρποῦσθαι τὰς ἀληθεῖς τιμάς, ἀπόδος τὴν ἀριστοκρατίαν τῇ πατρίδι καὶ τιμὰς λάμβανε παρὰ τῶν ἴσων καὶ ζήλου τύγχανε παρὰ τῶν ἐπιγιγνομένων καὶ κλέος ἀθάνατον ἀντὶ τοῦ θνητοῦ σώματος κατάλιπε τοῖς ἐγγόνοις.
しかし、もしあなたが、名誉や繁栄の偶像や影を追い求めるのではなく、真の名誉そのものを享受したいと望むなら、祖国に貴族政を返し、対等な人々から名誉を受け取り、後世の人々から憧憬を得て、死すべき肉体の代わりに不死の名声を子孫に残しなさい。
αὗται γάρ εἰσι βέβαιοι καὶ ἀληθεῖς τιμαὶ καὶ ἀναφαίρετοι χαριέστατοί §11.13.3τε καὶ ἀμεταμέλητοι.
これらこそが、確実で真実の、奪われることのない、最も喜ばしく後悔のない名誉なのだから。
τρέφε τὴν ψυχὴν ἐπὶ τοῖς ἀγαθοῖς τῆς πατρίδος ἡδόμενος, ὧν οὐκ ἐλαχίστη μοῖρα δόξεις γεγονέναι δυναστείαν βαρεῖαν αὐτῆς ἀφελόμενος.
祖国の善を喜びつつ、あなたの魂を養いなさい。 祖国から重い支配を取り除くことによって、あなたはその善の小さからぬ部分となったとみなされるだろう。
ποίησαι δὲ τούτων παραδείγματα τοὺς προγόνους ἐνθυμηθείς, ὅτι τῶν ἀνδρῶν ἐκείνων οὐδεὶς ἐπεθύμησεν ἐξουσίας δεσποτικῆς οὐδὲ ταῖς ἐπονειδίστοις τοῦ σώματος ἐδούλευσεν ἡδοναῖς.
そして先祖たちをこれらの手本としなさい、次のことを思い起こして。 すなわち、あの男たちの誰も、専制的な権力を欲せず、また肉体の恥ずべき快楽に隷属しなかったということを。
τοιγάρτοι καὶ ζῶσιν αὐτοῖς ὑπῆρχε τιμᾶσθαι καὶ τελευτήσασιν ὑπὸ τῶν ἐπιγινομένων ἐπαινεῖσθαι.
それゆえにこそ、彼らにとっては、生きているときには敬われ、死んだのちには後世の人々に称賛されることが可能であったのだ。
§11.13.4μαρτυρεῖται γάρ τοι παρὰ πάντων αὐτοῖς, ὅτι τῆς ἀριστοκρατίας, ἣν ἐκβαλοῦσα τοὺς βασιλεῖς ἡμῶν ἡ πόλις κατεστήσατο, βεβαιότατοι φύλακες ἐγένοντο.
実際、我々の都市が王たちを追放して確立した貴族政の、最も堅固な守護者たちに彼らがなったということは、すべての人々によって彼らのために証言されている。
καὶ μηδὲν τῶν σεαυτοῦ λαμπροτάτων λόγων τε καὶ πράξεων ἐπιλανθάνου.
そして、あなた自身の極めて輝かしい言葉や行いを何一つ忘れてはならない。
καλαὶ γὰρ αἱ πρῶταί σου τῶν πολιτικῶν ἔργων ὑποθέσεις ἐγένοντο καὶ μεγάλας ἐπέθρεψαν ἡμῖν ἀρετῆς ἐλπίδας, αἷς ἀκολούθως καὶ τὰ λοιπὰ πράττειν σʼ ἅπαντες ἀξιοῦμεν.
あなたの政治的活動の最初の端緒は素晴らしいものであり、我々に徳への大きな期待を抱かせた。 私たちは皆、あなたがその期待に従って残りのことも行うよう求めているのだ。
§11.13.5ἀναχώρει δὴ πάλιν εἰς τὴν σεαυτοῦ φύσιν, Ἄππιε τέκνον, καὶ γίνου τῇ προαιρέσει τῶν πολιτευμάτων μὴ τυραννικός, ἀλλʼ ἀριστοκρατικὸς καὶ φεῦγε τοὺς πρὸς ἡδονὴν ὁμιλοῦντας, διʼ οὓς ἐξέβης τῶν χρηστῶν ἐπιτηδευμάτων καὶ παρεπλάγχθης τῆς ὀρθῆς ὁδοῦ.
それゆえ、我が子アッピウスよ、あなた自身の本来の性質へと再び立ち戻り、政治方針の選択において僭主的ではなく貴族政的になりなさい。 そして、快楽のために交際する者たちを避けなさい。 彼らのせいで、あなたは優れた習慣から離れ、正しい道から迷い出たのだ。
οὐ γὰρ ἔχει λόγον, ὑφʼ ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν.
というのも、ある人が善い人から悪い人にされる原因となった者たちによって、その人が今度は悪い人から善い人に戻されるということは、道理に合わないからである。