§11.12.1εἰ δὲ διὰ φόβον ἐχθρῶν ὀκνεῖς ἀποθέσθαι τὴν ἀρχήν, μή σοι κίνδυνοί τινες ἐξ αὐτῶν ἐπαχθῶσι, καὶ δίκας ἀναγκασθῇς ὑπέχειν τῶν πεπραγμένων, οὐκ ὀρθῶς δέδοικας.
しかし、もし敵への恐れから、支配権を放棄することを躊躇し、彼らから何か危険があなたにもたらされ、行ったことに対する責任を追及されるのではないかと懸念しているなら、あなたの恐れは間違っている。
οὐ γὰρ οὕτω μικρόθυμος οὐδʼ ἀχάριστος ἔσται ὁ Ῥωμαίων δῆμος, ὥστε τῶν μὲν ἁμαρτημάτων σου μεμνῆσθαι, τῶν δʼ εὐεργεσιῶν ἐπιλελῆσθαι, ἀλλʼ ἀντιπαρεξετάζων τὰ νῦν ἀγαθὰ τοῖς πάλαι κακοῖς ἐκεῖνα μὲν ἡγήσεται συγγνώμης ἄξια, ταῦτα δʼ ἐπαίνων.
というのも、ローマの民衆はそれほど心の狭い、あるいは恩知らずな者たちではなく、あなたの過ちを覚えていて、恩恵を忘れてしまうほどではないからである。 むしろ、現在の善行と過去の悪事を引き比べ、過去の悪事は許されるべきもの、現在の善行は称賛に値するものとみなすだろう。
§11.12.2ὑπάρξει δέ σοι καὶ τῶν πρὸ τῆς ὀλιγαρχίας ἔργων πολλῶν καὶ καλῶν ὄντων ὑπομιμνήσκειν τὸν δῆμον, καὶ τὴν ὑπὲρ ἐκείνων χάριν εἰς βοήθειαν καὶ σωτηρίαν ἀπαιτεῖν, ἀπολογίαις τε χρῆσθαι πρὸς τὰ κατηγορήματα πολλαῖς·
また、あなたには、寡頭制以前の、多くのかつ素晴らしい功績を民衆に思い出させ、それらに対する恩義を、あなたの救護と救済のために要求することも可能であるし、告発に対して多くの弁明を用いることもできる。
τοῦτο μέν, ὡς οὐκ αὐτὸς ἥμαρτες, ἀλλὰ τῶν ἄλλων τις ἀγνοοῦντός σου·
一つには、あなた自身が過ちを犯したのではなく、あなたが知らないうちに他の誰かが行ったのだということ。
τοῦτο δʼ, ὡς οὐχ ἱκανὸς ἦσθα τὸν πράττοντα κωλύειν ἰσότιμον ὄντα·
もう一つには、同等の地位にある者が行うのを、あなたは阻止することができなかったということ。
τοῦτο δʼ, ὡς ἑτέρου τινὸς ἔργου χρησίμου χάριν ἠναγκάσθης ἀβούλητόν τι ὑπομεῖναι.
さらに、何か他の有益な目的のために、意に沿わないことを耐え忍よう強制されたのだということである。
§11.12.3πολὺς γὰρ ἂν εἴη ὁ λόγος, εἰ πάσας ἐξαριθμεῖσθαι βουλοίμην τὰς ἀπολογίας.
なぜなら、もし私がすべての弁明を数え上げようとするなら、話は長くなるだろうからである。
καὶ οἷς μηδὲν ἀπολόγημα ὑπάρχει μήτε δίκαιον μήτʼ ἐπιεικές, ὁμολογοῦντες καὶ παραιτούμενοι πραΰνουσι τὰς τῶν ἠδικημένων ὀργάς, οἱ μὲν εἰς ἄνοιαν ἡλικίας καταφεύγοντες, οἱ δʼ εἰς πονηρῶν ἀνθρώπων ὁμιλίας, οἱ δʼ εἰς μέγεθος ἀρχῆς, οἱ δʼ εἰς τὴν ἅπαντας πλανῶσαν τοὺς ἀνθρωπίνους λογισμοὺς τύχην.
また、正当なものも穏当なものも、いかなる弁明も持ち合わせていない人々でさえ、過ちを認めて許しを請うことによって被害者たちの怒りを和らげるのである。 ある者は若さゆえの無分別に逃れ、ある者は悪人たちとの交際に逃れ、ある者は官職の大きさに逃れ、ある者は人間のすべての理性を惑わす運命に逃れることによって。
§11.12.4ἐγώ σοι τῆς ἀρχῆς ἀποστάντι ὑπισχνοῦμαι πάντων ἀμνηστίαν ὑπάρξειν τῶν ἡμαρτημένων καὶ διαλλαγὰς πρὸς τὸν δῆμον ὡς ἐν κακοῖς εὐπρεπεῖς.
あなたが支配権から退くなら、すべての過ちに対して恩赦が与えられ、このような悪い状況にあっても体面を保った民衆との和解が得られることを、私はあなたに約束する。