Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.13.1-11.13.5

批判阿庇乌斯对权力的执念与劝勉祖德

第 813 段,共 962 段 · 希腊语

内容简介

盖乌斯·克劳狄乌斯指出,阿庇乌斯不愿放弃权力的真正原因并非为了规避危险,而是其虚荣心以及对僭主式享乐的执念。他极力劝告阿庇乌斯效仿祖先的美德,重回其高尚的本性。

§11.13.1ἀλλὰ δέδοικα, μὴ πρόφασις μὲν οὐκ ἀληθὴς ὁ κίνδυνος ᾖ τοῦ μὴ παραχωρεῖν τῆς ἀρχῆς — μυρίοις γοῦν ὑπῆρξε τυραννίδας ἀποθεμένοις μηδὲν δεινὸν ὑπὸ τῶν πολιτῶν παθεῖν —, αἱ δʼ ἀληθεῖς ὦσιν αἰτίαι φιλοτιμία κενὴ τὴν εἰκόνα τῆς δόξης διώκουσα καὶ πόθος ἡδονῶν ὀλεθρίων, ἃς οἱ τυραννικοὶ φέρουσι βίοι.
但我害怕,危险可能只是不放弃权力的不实借口——无论如何,对于无数放弃僭主权力的人来说,他们并没有遭受公民的任何可怕对待——而真实的理由则是追求名望幻影的虚荣心,以及对僭主生活所带来的毁灭性享乐的渴望。
§11.13.2εἰ δὲ βούλει μὴ τὰ εἴδωλα καὶ τὰς σκιὰς τῶν τιμῶν καὶ τῶν εὐημεριῶν διώκειν, ἀλλʼ αὐτὰς καρποῦσθαι τὰς ἀληθεῖς τιμάς, ἀπόδος τὴν ἀριστοκρατίαν τῇ πατρίδι καὶ τιμὰς λάμβανε παρὰ τῶν ἴσων καὶ ζήλου τύγχανε παρὰ τῶν ἐπιγιγνομένων καὶ κλέος ἀθάνατον ἀντὶ τοῦ θνητοῦ σώματος κατάλιπε τοῖς ἐγγόνοις.
但如果你不想追求荣誉和成功的偶像与影子,而是想享受真实的荣誉本身,那么请将贵族政治归还给祖国,并从与你平等的人那里获得荣誉,赢得后世的景仰,给子孙留下不朽的名声以代替这凡俗的肉躯。
αὗται γάρ εἰσι βέβαιοι καὶ ἀληθεῖς τιμαὶ καὶ ἀναφαίρετοι χαριέστατοί §11.13.3τε καὶ ἀμεταμέλητοι.
因为这些才是稳固而真实的荣誉,是无法被剥夺、最令人愉悦且不留遗憾的。
τρέφε τὴν ψυχὴν ἐπὶ τοῖς ἀγαθοῖς τῆς πατρίδος ἡδόμενος, ὧν οὐκ ἐλαχίστη μοῖρα δόξεις γεγονέναι δυναστείαν βαρεῖαν αὐτῆς ἀφελόμενος.
让你的灵魂在为祖国的福祉而欣喜中得到滋养吧,在你除去了祖国沉重的专制统治后,你将被认为在这些福祉中扮演了不小的角色。
ποίησαι δὲ τούτων παραδείγματα τοὺς προγόνους ἐνθυμηθείς, ὅτι τῶν ἀνδρῶν ἐκείνων οὐδεὶς ἐπεθύμησεν ἐξουσίας δεσποτικῆς οὐδὲ ταῖς ἐπονειδίστοις τοῦ σώματος ἐδούλευσεν ἡδοναῖς.
请以祖先们为这些事情的榜样,记住那些人中没有一个渴望专制的权力,也没有一个屈服于肉体可耻的享乐。
τοιγάρτοι καὶ ζῶσιν αὐτοῖς ὑπῆρχε τιμᾶσθαι καὶ τελευτήσασιν ὑπὸ τῶν ἐπιγινομένων ἐπαινεῖσθαι.
正因如此,他们活着时能受到尊敬,死后能受到后世的赞扬。
§11.13.4μαρτυρεῖται γάρ τοι παρὰ πάντων αὐτοῖς, ὅτι τῆς ἀριστοκρατίας, ἣν ἐκβαλοῦσα τοὺς βασιλεῖς ἡμῶν ἡ πόλις κατεστήσατο, βεβαιότατοι φύλακες ἐγένοντο.
因为所有人确实都为他们作证,证明他们成为了贵族政治最坚固的守护者,而这一政治制度正是我们的城市在驱逐国王之后所确立的。
καὶ μηδὲν τῶν σεαυτοῦ λαμπροτάτων λόγων τε καὶ πράξεων ἐπιλανθάνου.
请不要忘记你最辉煌的言行。
καλαὶ γὰρ αἱ πρῶταί σου τῶν πολιτικῶν ἔργων ὑποθέσεις ἐγένοντο καὶ μεγάλας ἐπέθρεψαν ἡμῖν ἀρετῆς ἐλπίδας, αἷς ἀκολούθως καὶ τὰ λοιπὰ πράττειν σʼ ἅπαντες ἀξιοῦμεν.
因为你政治活动的最初开端是美好的,并让我们对你的美德抱有极大的期望,我们所有人都认为你应该顺应这一期望去做好余下的事情。
§11.13.5ἀναχώρει δὴ πάλιν εἰς τὴν σεαυτοῦ φύσιν, Ἄππιε τέκνον, καὶ γίνου τῇ προαιρέσει τῶν πολιτευμάτων μὴ τυραννικός, ἀλλʼ ἀριστοκρατικὸς καὶ φεῦγε τοὺς πρὸς ἡδονὴν ὁμιλοῦντας, διʼ οὓς ἐξέβης τῶν χρηστῶν ἐπιτηδευμάτων καὶ παρεπλάγχθης τῆς ὀρθῆς ὁδοῦ.
因此,我的孩子阿庇乌斯,回到你自己的本性中去吧,在政治路线的选择上不要成为僭主的拥护者,而要成为贵族政治的支持者;避开那些为了享乐而与你交往的人,正是因为他们,你才背离了高尚的习惯,偏离了正确的道路。
οὐ γὰρ ἔχει λόγον, ὑφʼ ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν.
因为,由那些让一个人由好变坏的人,再把那个人由坏变好,这是不合情理的。

词汇与语法注释

  1. 11.13.1δέδοικα, μὴ πρόφασις μὲν οὐκ ἀληθὴς ὁ κίνδυνος ᾖ ... αἱ δʼ ἀληθεῖς ὦσιν αἰτίαι — 畏惧动词 δέδοικα 引导的 μὴ 从句中嵌入了 μὲν ... δέ ... 的对比结构。虚拟语气动词 ᾖ 和 ὦσιν 均受 μὴ 支配,表达了连贯的担忧:“我担心危险只是虚假的借口,而真正的理由是(其他事物)”。
  2. 11.13.3ὧν οὐκ ἐλαχίστη μοῖρα δόξεις γεγονέναι — 关系代词 ὧν 的先行词是前文的 ἀγαθοῖς(中性复数),属格修饰 μοῖρα(部分)。此外,δόξεις γεγονέναι 是代替无人称句(如 δοκεῖ 搭配对格加不定式)的个人构文(personal construction),意思是“你将被认为成了(那些福祉中)不小的一部分”。
  3. 11.13.5ὑφʼ ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν — 关系从句 ὑφʼ ὧν ἂν γέ念ται ... (含泛指的 ἂν 加虚拟语气)的先行词作为主句中的 ὑπὸ τούτων(通过这些人)后置。全句的骨架是由对格加不定式构成的 οὐ γὰρ ἔχει λόγον ... αὐτὸν ... γενέσθαι χρηστόν(“……他重新变好是不合情理的”),并在 ἐξ ἀγαθοῦ κακός(由好变坏)与 ἐκ πονηροῦ ... χρηστόν(由坏变好)之间形成了对称的平行结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.13.1-11.13.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.13.1-11.13.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。