Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.12.1-11.12.4

向阿庇乌斯承诺退位后的赦免与安全

第 812 段,共 962 段 · 希腊语

内容简介

瓦莱里乌斯劝说阿庇乌斯,即使放弃权力也无需担心敌人的追责,因为他过去的功绩和各种辩解足以平息民众的愤怒,并向他保证退位后将获得全面赦免与体面的和解。

§11.12.1εἰ δὲ διὰ φόβον ἐχθρῶν ὀκνεῖς ἀποθέσθαι τὴν ἀρχήν, μή σοι κίνδυνοί τινες ἐξ αὐτῶν ἐπαχθῶσι, καὶ δίκας ἀναγκασθῇς ὑπέχειν τῶν πεπραγμένων, οὐκ ὀρθῶς δέδοικας.
但是,如果你因为害怕敌人而犹豫是否要放弃你的权力,担心他们会给你带来某些危险,并强迫你为所做的事情接受审判,那么你的担忧是错误的。
οὐ γὰρ οὕτω μικρόθυμος οὐδʼ ἀχάριστος ἔσται ὁ Ῥωμαίων δῆμος, ὥστε τῶν μὲν ἁμαρτημάτων σου μεμνῆσθαι, τῶν δʼ εὐεργεσιῶν ἐπιλελῆσθαι, ἀλλʼ ἀντιπαρεξετάζων τὰ νῦν ἀγαθὰ τοῖς πάλαι κακοῖς ἐκεῖνα μὲν ἡγήσεται συγγνώμης ἄξια, ταῦτα δʼ ἐπαίνων.
因为罗马人民并不会如此心胸狭隘或忘恩负义,以至于只记住你的过错而忘记你的恩惠;相反,他们会将现在的善行与过去的恶行进行对比,认为过去的事是可以原谅的,而现在的事是值得赞扬的。
§11.12.2ὑπάρξει δέ σοι καὶ τῶν πρὸ τῆς ὀλιγαρχίας ἔργων πολλῶν καὶ καλῶν ὄντων ὑπομιμνήσκειν τὸν δῆμον, καὶ τὴν ὑπὲρ ἐκείνων χάριν εἰς βοήθειαν καὶ σωτηρίαν ἀπαιτεῖν, ἀπολογίαις τε χρῆσθαι πρὸς τὰ κατηγορήματα πολλαῖς· τοῦτο μέν, ὡς οὐκ αὐτὸς ἥμαρτες, ἀλλὰ τῶν ἄλλων τις ἀγνοοῦντός σου· τοῦτο δʼ, ὡς οὐχ ἱκανὸς ἦσθα τὸν πράττοντα κωλύειν ἰσότιμον ὄντα· τοῦτο δʼ, ὡς ἑτέρου τινὸς ἔργου χρησίμου χάριν ἠναγκάσθης ἀβούλητόν τι ὑπομεῖναι.
你也可以让人民记住你在寡头政治之前所做的许多美好功绩,并要求他们以对这些功绩的感激来为你提供援助和救赎,而且你还可以对这些指控提出许多辩解:其一,你本人并没有犯错,而是别人在你不知情的情况下做的;其二,由于对方与你地位平等,你无力阻止他的所作所为;其三,为了其他某些有益的事,你被迫忍受了违背你意愿的事。
§11.12.3πολὺς γὰρ ἂν εἴη ὁ λόγος, εἰ πάσας ἐξαριθμεῖσθαι βουλοίμην τὰς ἀπολογίας.
因为如果我想一一列举所有的辩解,那话就长了。
καὶ οἷς μηδὲν ἀπολόγημα ὑπάρχει μήτε δίκαιον μήτʼ ἐπιεικές, ὁμολογοῦντες καὶ παραιτούμενοι πραΰνουσι τὰς τῶν ἠδικημένων ὀργάς, οἱ μὲν εἰς ἄνοιαν ἡλικίας καταφεύγοντες, οἱ δʼ εἰς πονηρῶν ἀνθρώπων ὁμιλίας, οἱ δʼ εἰς μέγεθος ἀρχῆς, οἱ δʼ εἰς τὴν ἅπαντας πλανῶσαν τοὺς ἀνθρωπίνους λογισμοὺς τύχην.
而那些没有任何正当或合情合理的辩解的人,也是通过承认错误并请求宽恕来平息受害者的愤怒,他们有的是归咎于年轻无知,有的是归咎于坏人的唆使,有的是归咎于官职的庞大,有的是归咎于迷惑所有人理性考量的命运。
§11.12.4ἐγώ σοι τῆς ἀρχῆς ἀποστάντι ὑπισχνοῦμαι πάντων ἀμνηστίαν ὑπάρξειν τῶν ἡμαρτημένων καὶ διαλλαγὰς πρὸς τὸν δῆμον ὡς ἐν κακοῖς εὐπρεπεῖς.
我向你保证,如果你放弃权力,你所有的过错都将得到赦免,并且在这糟糕的处境中,你将与人民达成不失体面的和解。

词汇与语法注释

  1. 11.12.1μή σοι κίνδυνοί τινες ἐξ αὐτῶν ἐπαχθῶσι — 带有虚拟语气(ἐπαχθῶσι)的 μή 从句作为动词 ὀκνεῖς(犹豫、害怕)的宾语从句,表示对于担忧或害怕的补充,意为“唯恐某些危险……”。
  2. 11.12.1ἐκεῖνα μὲν ἡγήσεται συγγνώμης ἄξια, ταῦτα δʼ ἐπαίνων — 在对比的两个指示代词中,由于时间和心理上的距离,远指的 ἐκεῖνα 指代“过去的恶行(τὰ πάλαι κακά)”,而近指的 ταῦτα 指代“现在的善行(τὰ νῦν ἀγαθά)”。此外,后者的属格 ἐπαίνων 同样取决于省略的 ἄξια。
  3. 11.12.2τοῦτο μὲν ... τοῦτο δʼ ... τοῦτο δʼ — 使用中性单数宾格 τοῦτο 结合 μέν 和 δέ 的副词性关联表达,意为“其一……,其二……,其三……”,引出三个 ὡς 从句以详细列举前文 ἀπολογίαις(辩解)的具体内容。
  4. 11.12.4ὡς ἐν κακοῖς εὐπρεπεῖς — 连词 ὡς 表示根据所处境遇作出的限制(“在糟糕的境遇中尽可能体面”)。形容词 εὐπρεπεῖς(εὐπρεπής 的阴性复数宾格)修饰前文的名词 διαλλαγὰς(和解)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.12.1-11.12.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.12.1-11.12.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。