Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §10.58.1-10.58.5

十人官制の存続決定とアッピウスの再選

798 / 962 箇所 · ギリシア語

要旨

護民官制の廃止を望む元老院は十人官制の継続を決定し、平民に絶大な人気を誇るアッピウスが貴族と平民のバランスに配慮した顔触れとともに再び十人官に選出される。

§10.58.1πολλῶν δὲ λεχθέντων ἐνίκησεν ἡ γνώμη τῶν παραινούντων δεκαδαρχίαν αὖθις ἀποδεῖξαι τῶν κοινῶν κυρίαν.
多くのことが語られたが、ふたたび十人官たちを国政の主権者として任命すべきだという意見が、それを勧める者たちの間で勝利した。
ἀτελής τε γὰρ ἡ νομοθεσία ἐφαίνετο, ὡς ἂν ἐξ ὀλίγου συντεθεῖσα χρόνου, καὶ ἐπὶ τοῖς ἤδη κεκυρωμένοις, ἵνα ἑκόντες τε καὶ ἄκοντες ἐν αὐτοῖς μένοιεν, ἐδόκει τινος ἀρχῆς αὐτοκράτορος δεῖν.
というのも、立法は、短い時間で編纂されたものであるがゆえに、不完全であるように見えたからであり、また、すでに承認された法に関して、人々が自発的であれ不本意であれそれらに従い続けるために、何か全権を持つ権力が必要であると思われたからである。
τὸ δὲ μάλιστα πεῖσαν αὐτοὺς προελέσθαι τὴν δεκαδαρχίαν ἦν ἡ τῶν δημάρχων κατάλυσις, ὃ παντὸς μάλιστα ἐβούλοντο.
しかし、彼らに十人官を選ぶことを最も強く促したのは、彼らが何よりも望んでいた護民官職の廃止であった。
§10.58.2ταῦτα μὲν ἐν κοινῷ σκοπουμένοις αὐτοῖς ἐδόκει, ἰδίᾳ δὲ οἱ πρωτεύοντες τοῦ συνεδρίου γνώμην ἐποιοῦντο μεταπορεύεσθαι τὴν ἀρχὴν δεδιότες, μὴ ταραχώδεις τινὲς ἄνθρωποι τηλικαύτης ἐξουσίας λαβόμενοι κακόν τι μέγα ἐργάσωνται.
これらのことは、彼らが公に検討しているときに思われたことであったが、私的には、元老院の主導者たちは、不穏な人物たちがこれほど大きな権力を手にして何か大きな害悪を引き起こすのではないかと恐れ、自らその職を追求しようと決意した。
ἀγαπητῶς δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ δεξαμένου καὶ μετὰ πλείστης προθυμίας ἐπιψηφίσαντος αὐτοὶ μὲν οἱ δέκα ἄνδρες προεῖπον τὸν τῶν ἀρχαιρεσίων καιρόν, μετῄεσαν δὲ τὴν ἀρχὴν οἱ ἐντιμότατοί τε καὶ πρεσβύτατοι τῶν πατρικίων.
民衆が元老院の決定したことを喜んで受け入れ、最大の熱意をもって可決すると、十人官たち自身は選挙の時期を予告し、貴族たちのうち最も名誉あり最も年長の者たちがその職を求めた。
§10.58.3ἔνθα δὴ πολὺς ὑπὸ πάντων ἐπαινούμενος ἦν ὁ τῆς τότε δεκαδαρχίας ἡγεμὼν Ἄππιος, καὶ πᾶς ὁ δημοτικὸς ὄχλος ἐκεῖνον ἐπὶ τῆς ἀρχῆς ἠξίου κατέχειν ὡς οὐκ ἄλλου τινὸς ἄμεινον ἡγησομένου.
その時、当時の十人官の指導者であったアッピウスはすべての人々から大いに称賛されており、平民の群衆全体が、他の誰も彼より見事に指導することはないだろうとして、彼を職に留まらせるよう要求した。
ὁ δʼ ἀναίνεσθαι μὲν προσεποιεῖτο κατʼ ἀρχὰς καὶ ἀπολύειν αὐτὸν ἠξίου λειτουργίας καὶ ὀχληρᾶς καὶ ἐπιφθόνου.
しかし彼は最初、辞退するふりをし、自らを煩わしくかつ反感を引き起こす公務から解放してほしいと要求した。
τελευτῶν δʼ ὡς ἐλιπάρουν αὐτὸν ἅπαντες αὐτός τε ὑπέμενε μετιέναι τὴν ἀρχήν, καὶ τῶν συμπαραγγελλόντων τοὺς ἀρίστους αἰτιασάμενος οὐχ ἡδέως πρὸς ἑαυτὸν ἔχειν διὰ τὸν φθόνον τοῖς ἑαυτοῦ φίλοις συνηγωνίζετο φανερῶς.
しかし最後には、すべての者が懇願するので、自らその職を求めることを引き受け、また、共同で立候補している者たちのうち最も優れた者たちが嫉妬のゆえに自分に対して好意的でないと非難して、自分の友人たちのために公然と支援した。
§10.58.4ἀποδείκνυταί τε πάλιν ἐν ἀρχαιρεσίαις λοχίτισι νομοθέτης τὸ δεύτερον·
そして、兵士会選挙において、再び二度目の立法官に指名された。
σὺν δʼ αὐτῷ Κόιντος μὲν Φάβιος ὁ καλούμενος Οὐιβολανὸς ὁ τρὶς ὑπατεύσας, ἀνὴρ ἀνεπίληπτος εἰς τόδε χρόνου γενόμενος περὶ πᾶσαν ἀρετήν· ἐκ δὲ τῶν ἄλλων πατρικίων, οὓς ἐκεῖνος ἠσπάζετο, Μάρκος Κορνήλιος καὶ Μάρκος Σέργιος καὶ Λεύκιος Μηνύκιος καὶ Τίτος Ἀντώνιος καὶ Μάνιος Ῥαβολήιος, ἄνδρες οὐ πάνυ ἐπιφανεῖς· ἐκ δὲ τῶν δημοτικῶν Κόιντος Ποιτέλλιος καὶ Καίσων Δουέλλιος καὶ Σπόριος Ὄππιος·
そして彼とともに、ウィボラヌスと呼ばれるクィントゥス・ファビウス(三度執政官を務め、今日に至るまであらゆる徳において非の打ちどころのない人物であった)、また他の貴族からは、彼が気に入った者たちとして、マルクス・コルネリウス、マルクス・ セルギウス、ルキウス・ミヌキウス、ティトス・アントニウス、マニウス・ラボレイウス(あまり高名ではない男たち)が、また平民からは、クィントゥス・ポエテリウス、カエソ・ドゥエッリウス、スポリウス・オッピウスが選ばれた。
προσελήφθησαν γὰρ καὶ οὗτοι πρὸς τοῦ Ἀππίου κολακείας ἕνεκα τῶν δημοτικῶν, διδάσκοντος ὅτι δίκαιόν ἐστι μιᾶς ἀρχῆς κατὰ πάντων ἀποδεικνυμένης εἶναί τι καὶ τοῦ δήμου μέρος ἐν αὐτῇ.
というのも、彼らもまた、すべての者に対して単一の支配が任命される以上、その中に平民の分け前もいくらかあるのが正しいと説いて、平民へのへつらいのためにアッピウスによって選ばれたからである。
§10.58.5εὐδοκιμῶν δʼ ἐφʼ ἅπασι τούτοις καὶ δοκῶν κράτιστος εἶναι βασιλέων τε καὶ τῶν κατʼ ἐνιαυτὸν ἡγησαμένων τῆς πόλεως παραλαμβάνει πάλιν τὴν ἀρχὴν εἰς τὸν ἐπιόντα ἐνιαυτόν.
これらすべてのことによって名声を博し、王たちや、これまで年ごとに市を指導してきた者たちの中でも最も優れた者であると思われるなか、彼は来たる年のために再び職を引き受けた。
ταῦτα κατʼ ἐκείνην ἐπράχθη τὴν δεκαδαρχίαν ὑπὸ Ῥωμαίων, ἄλλο δʼ οὐθὲν ὅ τι καὶ λόγου ἄξιον.
これらが、あの十人官の時代の間にローマ人によってなされたことであり、他には取り立てて言うに値することは何もなかった。

語釈・文法注

  1. p.v.4p.105ὡς ἂν ἐξ ὀλίγου συντεθεῖσα χρόνου — 接続詞 ὡς と助辞 ἄν が分詞(συντεθεῖσα)を修飾する構成。ここでは「短い期間で編纂されたと思われるようなものとして」あるいは「おそらく〜であろうから」という潜在的・仮想的な理由、あるいは推量を伴う客観的根拠を示す。
  2. 10.58.1τὸ δὲ μάλιστα πεῖσαν — 動詞 πείθω の能動態アオリスト分詞中性単数形に定冠詞が付いたもので、主節の主語として機能している(「最も説得した事柄/最大の決定打」)。後ろに続く不定詞句 προελέσθαι τὴν δεκαδαρχίαν は、この名詞化した分詞の目的語・内容を示す。
  3. 10.58.2γνώμην ἐποιοῦντο μεταπορεύεσθαι — 熟語 γνώμην ποιοῦμαι(意図する、決意する)が不定詞(μεταπορεύεσθαι「追求する、立候補する」)を伴い、「〜することを決意した」という意味を表している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §10.58.1-10.58.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.58.1-10.58.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。