§10.57.1τῷ δʼ ἑξῆς ἔτει παραλαβόντες οἱ νομοθέται τὰ πράγματα πολιτείας κόσμον τοιόνδε τινὰ καθίστανται· εἷς μὲν αὐτῶν τάς τε ῥάβδους καὶ τὰ λοιπὰ παράσημα τῆς ὑπατικῆς εἶχεν ἐξουσίας, ὃς βουλήν τε συνεκάλει καὶ δόγματα ἐπεκύρου καὶ τἆλλα ἔπραττεν, ὅσα ἡγεμόνι προσῆκεν· οἱ δʼ ἄλλοι συστέλλοντες ἐπὶ τὸ δημοτικώτερον τὸ τῆς ἐξουσίας ἐπίφθονον ὀλίγῳ τινὶ διήλλαττον ὀφθῆναι τῶν πολλῶν· εἶτʼ αὖθις ἕτερος αὐτῶν ἐπὶ τὴν ἐξουσίαν καθίστατο, καὶ τοῦτʼ ἐκ περιτροπῆς ἐγίνετο παραλλὰξ ἐπʼ ἐνιαυτὸν ἑκάστου τὴν ἡγεμονίαν παραλαμβάνοντος εἰς συγκείμενόν τινα ἡμερῶν ἀριθμόν. §10.57.2ἅπαντες δʼ ἐξ ἑωθινοῦ καθεζόμενοι διῄτων τὰ ἰδιωτικὰ συμβόλαια καὶ τὰ δημόσια, ὁπόσα πρός τε ὑπηκόους καὶ συμμάχους καὶ τοὺς ἐνδοιαστῶς ἀκροωμένους τῆς πόλεως ἐγκλήματα τυγχάνοι γινόμενα, μετὰ πάσης ἀνασκοποῦντες ἕκαστα ἐπιεικείας τε καὶ §10.57.3δικαιοσύνης. ἐδόκει δὲ ἄριστα τὸν ἐνιαυτὸν ἐκεῖνον ἡ Ῥωμαίων πόλις ὑπὸ τῆς δεκαδαρχίας ἐπιτροπευθῆναι. μάλιστα δʼ αὐτῶν ἐπῃνεῖτο ἡ τοῦ δημοτικοῦ πρόνοια καὶ πρὸς ἅπαν τὸ βίαιον ὑπὲρ τῶν ἀσθενεστέρων ἀντίταξις· ἐλέχθη τε ὑπὸ πολλῶν, ὡς οὐδὲν ἔτι δεήσοι δήμου προστατῶν οὐδὲ τῶν ἄλλων ἀρχείων τῇ πόλει μιᾶς διοικούσης ἅπαντα ἡγεμονίας σώφρονος, ἧς ἀρχηγὸς Ἄππιος εἶναι ἐδόκει. §10.57.4καὶ τὸν ὑπὲρ ὅλης τῆς δεκαδαρχίας ἔπαινον ἐκεῖνος ἐφέρετο παρὰ τοῦ δήμου. οὐ γὰρ μόνον ἃ μετὰ τῶν ἄλλων ἔπραττεν ἀπὸ τοῦ κρατίστου χρηστότητος ἔφερεν αὐτῷ δόκησιν, ἀλλὰ πολὺ μᾶλλον ἃ κατʼ ἰδίαν ἐπιτηδεύων διετέλει, κατά τʼ ἀσπασμοὺς καὶ προσαγορεύσεις φιλανθρώπους καὶ τὰς ἄλλας τῶν πενήτων φιλοφρονήσεις. §10.57.5οὗτοι οἱ δέκα ἄνδρες συγγράψαντες νόμους ἔκ τε τῶν Ἑλληνικῶν νόμων καὶ τῶν παρὰ σφίσιν αὐτοῖς ἀγράφων ἐθισμῶν προὔθηκαν ἐν δέκα δέλτοις τῷ βουλομένῳ σκοπεῖν, δεχόμενοι πᾶσαν ἐπανόρθωσιν ἰδιωτῶν καὶ πρὸς τὴν κοινὴν εὐαρέστησιν ἀπευθύνοντες τὰ γραφέντα. καὶ μέχρι πολλοῦ διετέλεσαν ἐν κοινῷ μετὰ τῶν ἀρίστων ἀνδρῶν συνεδρεύοντες καὶ τὴν ἀκριβεστάτην ποιούμενοι τῆς νομοθεσίας ἐξέτασιν. §10.57.6ἐπειδὴ δʼ ἀποχρώντως ἐφαίνετο αὐτοῖς τὰ γραφέντα ἔχειν, πρῶτον μὲν τὴν βουλὴν συναγαγόντες οὐθενὸς ἔτι μεμφομένου τοῖς νόμοις προβούλευμα περὶ αὐτῶν ἐκύρωσαν. ἔπειτα τὸν δῆμον καλέσαντες εἰς τὴν λοχῖτιν ἐκκλησίαν ἱερομνημόνων τε καὶ οἰωνιστῶν καὶ τῶν ἄλλων ἱερέων παρόντων καὶ τὰ θεῖα ὡς νόμος ἐξηγησαμένων ἀνέδωκαν τοῖς λόχοις τὰς ψήφους. §10.57.7ἐπικυρώσαντος δὲ καὶ τοῦ δήμου τοὺς νόμους, στήλαις χαλκαῖς ἐγχαράξαντες αὐτοὺς ἐφεξῆς ἔθεσαν ἐν ἀγορᾷ τὸν ἐπιφανέστατον ἐκλεξάμενοι τόπον. καὶ ἐπειδὴ βραχὺς ὁ τῆς ἀρχῆς αὐτοῖς χρόνος ὁ λειπόμενος ἦν, συναγαγόντες τοὺς βουλευτὰς προὔθεσαν ὑπὲρ ἀρχαιρεσίων οἷα χρὴ γενέσθαι σκοπεῖν.
翌年、政権を引き継いだ立法者たちは、以下のような国家体制を確立した。彼らのうちの一人が、束棒および執政官の権限を示すその他の標識を保持し、彼が元老院を召集し、その決議を承認し、指導者にふさわしいその他のすべての職務を遂行した。一方、他の者たちは、権力に対する反感を和らげてより平民的なものとするために、外見上は一般の民衆とほとんど変わらないようにしていた。そして再び、彼らのうちの別の者が権力に就き、これが交代で繰り返され、それぞれが一年を通じて合意された日数の間、順次指導権を引き継いだ。彼ら全員が朝早くから席に着き、私的な契約や公的な事柄、すなわち臣民や同盟国、および国家に対して半信半疑で従う者たちとの間に生じたあらゆる訴訟を裁決し、極めて寛大かつ公正にそれぞれの事件を詳しく調査した。その年、ローマ人の国家は十人委員会によって最も見事に統治されているように思われた。特に、彼らの平民に対する配慮と、弱者のためにあらゆる暴力に立ち向かう姿勢が称賛された。そして、アッピウスがその首領と目されていた、単一かつ賢明な指導体制がすべてを管理しているため、国家にはもはや民衆の保護者も他の官職もまったく必要ないだろうと、多くの人々によって語られた。そして、十人委員会全体に対する賛辞を、彼は民衆から一身に集めた。なぜなら、彼が他の者たちとともに最善の動機から行ったことが彼に徳の評判をもたらしただけでなく、彼が個人的に実践し続けた、親切な挨拶や呼びかけ、および貧しい人々に対するその他の厚意が、はるかに大きく作用したからである。これら十人の男たちは、ギリシアの法律と自分たちの成文化されていない慣習の両方から法律を編纂し、望む者が誰でも検討できるように十枚の板に記して提示し、個人からのあらゆる修正を受け入れ、書かれた内容を一般の満足に適合するように調整した。そして長い間、彼らは最も優れた人々とともに公に会合を持ち、立法に対する最も厳密な審査を続けた。書かれた内容が十分に整ったと思われると、まず元老院を招集し、もはや法律に異議を唱える者がいない中で、それらに関する元老院予備決議を承認した。次いで、民衆を百人隊民会に招集し、神聖な記録の保管官や鳥占官、その他の祭司たちが立ち会い、法に従って神事を説明した上で、各百人隊に投票用紙を配った。民衆もまた法律を承認すると、彼らはそれを青銅の柱に刻み、広場の最も目立つ場所を選んで順に設置した。そして、彼らに残された任期が残り少なくなると、元老院議員たちを招集し、選挙をどのように行うべきか検討するために議案を提出した。