§10.57.1τῷ δʼ ἑξῆς ἔτει παραλαβόντες οἱ νομοθέται τὰ πράγματα πολιτείας κόσμον τοιόνδε τινὰ καθίστανται· εἷς μὲν αὐτῶν τάς τε ῥάβδους καὶ τὰ λοιπὰ παράσημα τῆς ὑπατικῆς εἶχεν ἐξουσίας, ὃς βουλήν τε συνεκάλει καὶ δόγματα ἐπεκύρου καὶ τἆλλα ἔπραττεν, ὅσα ἡγεμόνι προσῆκεν· οἱ δʼ ἄλλοι συστέλλοντες ἐπὶ τὸ δημοτικώτερον τὸ τῆς ἐξουσίας ἐπίφθονον ὀλίγῳ τινὶ διήλλαττον ὀφθῆναι τῶν πολλῶν·
在第二年,立法者们接管了政务,确立了如下的国家体制:他们中的一人持有束棒以及执政官权力的其他标识,由他召集元老院并批准决议,并履行属于领袖的一切其他职责;而其他人则为了使权力更具平民色彩而加以克制,使自己在外观上与普通大众几乎没有差别。
εἶτʼ αὖθις ἕτερος αὐτῶν ἐπὶ τὴν ἐξουσίαν καθίστατο, καὶ τοῦτʼ ἐκ περιτροπῆς ἐγίνετο παραλλὰξ ἐπʼ ἐνιαυτὸν ἑκάστου τὴν ἡγεμονίαν παραλαμβάνοντος εἰς συγκείμενόν τινα ἡμερῶν ἀριθμόν.
随后,他们中的另一人再次执掌权力,如此轮流进行,每人在一年中按商定好的天数轮流接任领袖。
§10.57.2ἅπαντες δʼ ἐξ ἑωθινοῦ καθεζόμενοι διῄτων τὰ ἰδιωτικὰ συμβόλαια καὶ τὰ δημόσια, ὁπόσα πρός τε ὑπηκόους καὶ συμμάχους καὶ τοὺς ἐνδοιαστῶς ἀκροωμένους τῆς πόλεως ἐγκλήματα τυγχάνοι γινόμενα, μετὰ πάσης ἀνασκοποῦντες ἕκαστα ἐπιεικείας τε καὶ §10.57.3δικαιοσύνης.
所有人从清晨起便坐堂理政,裁决私人契约与公共事务,凡是与臣民、盟国以及对城邦半信半疑、顺从不显者之间发生的诉讼,皆予以审理,以极大的宽容和正义审视每一案件。
ἐδόκει δὲ ἄριστα τὸν ἐνιαυτὸν ἐκεῖνον ἡ Ῥωμαίων πόλις ὑπὸ τῆς δεκαδαρχίας ἐπιτροπευθῆναι.
在这一年里,罗马人的城邦似乎在十人委员会的治理下得到了最完美的管理。
μάλιστα δʼ αὐτῶν ἐπῃνεῖτο ἡ τοῦ δημοτικοῦ πρόνοια καὶ πρὸς ἅπαν τὸ βίαιον ὑπὲρ τῶν ἀσθενεστέρων ἀντίταξις· ἐλέχθη τε ὑπὸ πολλῶν, ὡς οὐδὲν ἔτι δεήσοι δήμου προστατῶν οὐδὲ τῶν ἄλλων ἀρχείων τῇ πόλει μιᾶς διοικούσης ἅπαντα ἡγεμονίας σώφρονος, ἧς ἀρχηγὸς Ἄππιος εἶναι ἐδόκει.
他们对平民的关怀以及为了弱者对抗一切暴力的立场,最受人们赞誉;许多人说,城邦将不再需要平民的保护者,也不需要其他官职,因为单一且英明的领导(其中阿皮乌斯似乎是首领)正在管理一切。
§10.57.4καὶ τὸν ὑπὲρ ὅλης τῆς δεκαδαρχίας ἔπαινον ἐκεῖνος ἐφέρετο παρὰ τοῦ δήμου.
而且,他从民众那里赢得了对整个十人委员会的赞誉。
οὐ γὰρ μόνον ἃ μετὰ τῶν ἄλλων ἔπραττεν ἀπὸ τοῦ κρατίστου χρηστότητος ἔφερεν αὐτῷ δόκησιν, ἀλλὰ πολὺ μᾶλλον ἃ κατʼ ἰδίαν ἐπιτηδεύων διετέλει, κατά τʼ ἀσπασμοὺς καὶ προσαγορεύσεις φιλανθρώπους καὶ τὰς ἄλλας τῶν πενήτων φιλοφρονήσεις.
因为不仅是他与其他成员一起出于最佳动机所做的事为他带来了贤德的声誉,更是因为他在私下里继续实践的温和问候、亲切称呼以及对穷人的其他关怀。
§10.57.5οὗτοι οἱ δέκα ἄνδρες συγγράψαντες νόμους ἔκ τε τῶν Ἑλληνικῶν νόμων καὶ τῶν παρὰ σφίσιν αὐτοῖς ἀγράφων ἐθισμῶν προὔθηκαν ἐν δέκα δέλτοις τῷ βουλομένῳ σκοπεῖν, δεχόμενοι πᾶσαν ἐπανόρθωσιν ἰδιωτῶν καὶ πρὸς τὴν κοινὴν εὐαρέστησιν ἀπευθύνοντες τὰ γραφέντα.
这十人结合希腊法律和他们自己的成文或不成文惯习编纂了法律,将其呈现在十张板上供愿意的人审阅,并接受个人提出的一切修正,使所写内容契合公众的满意。
καὶ μέχρι πολλοῦ διετέλεσαν ἐν κοινῷ μετὰ τῶν ἀρίστων ἀνδρῶν συνεδρεύοντες καὶ τὴν ἀκριβεστάτην ποιούμενοι τῆς νομοθεσίας ἐξέτασιν.
他们在很长一段时间里继续与最杰出的人士共同公开集会,对立法进行最严密的审查。
§10.57.6ἐπειδὴ δʼ ἀποχρώντως ἐφαίνετο αὐτοῖς τὰ γραφέντα ἔχειν, πρῶτον μὲν τὴν βουλὴν συναγαγόντες οὐθενὸς ἔτι μεμφομένου τοῖς νόμοις προβούλευμα περὶ αὐτῶν ἐκύρωσαν.
当所写内容在他们看来已经足够完善时,首先召集了元老院,在无人再对法律提出异议的情况下,通过了关于这些法律的议案。
ἔπειτα τὸν δῆμον καλέσαντες εἰς τὴν λοχῖτιν ἐκκλησίαν ἱερομνημόνων τε καὶ οἰωνιστῶν καὶ τῶν ἄλλων ἱερέων παρόντων καὶ τὰ θεῖα ὡς νόμος ἐξηγησαμένων ἀνέδωκαν τοῖς λόχοις τὰς ψήφους.
随后,他们将民众召集到兵士会,在圣典保管官、鸟占官和其他祭司出席并依法解释神意之后,将选票分发给各百人队。
§10.57.7ἐπικυρώσαντος δὲ καὶ τοῦ δήμου τοὺς νόμους, στήλαις χαλκαῖς ἐγχαράξαντες αὐτοὺς ἐφεξῆς ἔθεσαν ἐν ἀγορᾷ τὸν ἐπιφανέστατον ἐκλεξάμενοι τόπον.
在民众也批准了法律之后,他们将法律刻在青铜柱上,选择广场中最显眼的位置依次陈列。
καὶ ἐπειδὴ βραχὺς ὁ τῆς ἀρχῆς αὐτοῖς χρόνος ὁ λειπόμενος ἦν, συναγαγόντες τοὺς βουλευτὰς προὔθεσαν ὑπὲρ ἀρχαιρεσίων οἷα χρὴ γενέσθαι σκοπεῖν.
由于他们剩余的任期已然不多,便召集了元老院议员,提出议案以审议选举应如何进行。