§10.55.1τότε δʼ οὖν ἀπὸ τοῦ κρατίστου ταῦτα βουλευσάμενος καὶ τὸν συνάρχοντα πείσας, ἐπειδὴ πολλάκις αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν ἐκάλεσαν οἱ δήμαρχοι, παρελθὼν πολλοὺς καὶ φιλανθρώπους διεξῆλθε λόγους·
Then, therefore, having resolved on this course as the best and having persuaded his colleague, since the tribunes frequently called him to the assembly, he came forward and delivered many friendly speeches.
κεφάλαια δʼ αὐτοῦ τῆς δημηγορίας τοιάδε ἦν, ὅτι τὸ μὲν ἀποδειχθῆναι τοὺς νόμους καὶ παύσασθαι στασιάζοντας τοὺς πολίτας ὑπὲρ τῶν ἴσων αὐτῷ τε καὶ τῷ συνάρχοντι παντὸς μάλιστα δοκεῖ, καὶ ἀποφαίνονται γνώμην φανεράν· τοῦ δʼ ἀποδεῖξαι τοὺς νομοθέτας αὐτοὶ μὲν οὐδεμίαν ἔχουσιν ἐξουσίαν οὔπω παρειληφότες τὴν ἀρχήν, τοῖς δὲ περὶ Μενήνιον ὑπάτοις οὐχ ὅπως ἐναντιώσονται πράσσουσι τὰ δόξαντα τῇ βουλῇ, ἀλλὰ καὶ συνεργήσουσι καὶ πολλὴν εἴσονται χάριν.
The main points of his harangue were as follows: that to have the laws established and to have the citizens cease disputing over equal rights seemed to him and to his colleague desirable above all things, and they declared this as their clear opinion; but as for appointing the lawmakers, they themselves had no authority, not yet having entered upon their office, whereas they would not only not oppose the consuls around Menenius in executing the decrees of the senate, but would even cooperate with them and be very grateful.
§10.55.2ἐὰν δʼ ἀναδύωνται σκῆψιν προβαλλόμενοι τὴν νέαν ἀρχήν, ὡς οὐκ ἐξὸν αὐτοῖς ἑτέρους ἄρχοντας ὑπατικὴν ἐξουσίαν παραληψομένους ἀποδεικνύειν ἡμῶν ἤδη κεκυρωμένων ὑπάτων, οὐδὲν ἐμποδὼν αὐτοῖς τὸ καθʼ ἑαυτοὺς ἔσεσθαι.
And if the consuls should shrink from the task, putting forward as a pretext our new magistracy, on the ground that it was not lawful for them to appoint other magistrates who were to assume consular power when we had already been confirmed as consuls, nothing on their part would stand in the way.
ἑκόντες γὰρ ἀποστήσεσθαι τῆς ὑπατείας τοῖς ἀνθʼ αὑτῶν αἱρεθησομένοις, ἐὰν καὶ τῇ §10.55.3βουλῇ ταῦτα δοκῇ.
For they would voluntarily resign the consulship in favor of those who should be chosen in their stead, if this also pleased the senate.
ἐπαινοῦντος δὲ τοῦ δήμου καὶ τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ πάντων κατὰ πλῆθος ἐπὶ τὸ συνέδριον ὠσαμένων, ἀναγκασθεὶς ὁ Σήστιος τὴν βουλὴν συναγαγεῖν μόνος, ἐπειδὴ ὁ Μενήνιος ἀδύνατος ἦν παρεῖναι διὰ τὴν νόσον, προὔθηκεν ὑπὲρ τῶν νόμων λέγειν.
The people praising the alacrity of the men, and all of them in a body rushing to the senate house, Sestius, being forced to assemble the senate alone since Menenius was unable to be present because of his illness, proposed to speak concerning the laws.
ἐλέχθησαν μὲν οὖν καὶ τότε πολλοὶ ὑπʼ ἀμφοτέρων λόγοι τῶν τε παραινούντων κατὰ νόμους πολιτεύεσθαι, καὶ τῶν ἀξιούντων τοὺς πατρίους φυλάττειν ἐθισμούς.
Then also many speeches were made on both sides, by those who advised governing according to laws and those who demanded the preservation of ancestral customs.
§10.55.4ἐνίκα δὲ ἡ τῶν εἰς νέωτα μελλόντων ὑπατεύειν γνώμη, ἣν Ἄππιος Κλαύδιος πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς.
But the opinion of those who were to be consuls for the next year prevailed, which Appius Claudius declared, being first asked, that ten men, the most illustrious from the senate, should be chosen.
τούτους δʼ ἄρχειν εἰς ἐνιαυτὸν ἀφʼ ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵ τε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάς τʼ ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ §10.55.5δέκα τύχωσι τῆς ἀρχῆς.
These were to rule for a year from the day they were appointed, having authority over all affairs in the city such as the consuls and, even earlier, the kings had possessed, and all other magistracies were to be abolished as long as the ten should hold office.
τούτους δὲ τοὺς ἄνδρας ἔκ τε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι.
These men, having selected the best and most suitable for the Roman state from both ancestral customs and the Greek laws brought by the ambassadors, were to frame the laws.
τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν ἥ τε βουλὴ δοκιμάσῃ καὶ ὁ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τά τε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν.
The laws written by the ten men, if approved by the senate and ratified by the people, were to be valid for all time, and all magistrates who should afterwards be appointed were to decide private contracts and administer public affairs according to these laws.