§10.5.1ὁ δὲ πλείστους τε περὶ αὑτὸν ἔχων ἑταίρους καὶ μέγιστον τῶν τότε νέων δυνάμενος Καίσων Κοίντιος ἦν, υἱὸς Λευκίου Κοιντίου τοῦ καλουμένου Κικιννάτου, ᾧ γένος τʼ ἦν ἐπιφανὲς καὶ βίος οὐθενὸς δεύτερος, ἀνὴρ ὀφθῆναί τε κάλλιστος νέων καὶ τὰ πολέμια πάντων λαμπρότατος φύσει τε περὶ λόγους κεχρημένος ἀγαθῇ·
だが、自らの周りに最も多くの仲間を従え、当時の若者のうちで最も大きな力を持っていたのは、ルキウス・クィンクティウス、いわゆるキンキナトゥスの息子であるカエソ・クィンクティウスであった。 彼には高貴な家柄と、誰にも劣らない生活ぶりがあり、若者の中で見るからに最も美しく、軍事において誰よりも輝かしく、生まれつき雄弁さを備えた男であった。
ὃς ἐν τῷ τότε χρόνῳ πολὺς ἔρρει κατὰ τῶν δημοτικῶν οὔτε λόγων φειδόμενος, ὧν βαρὺ τοῖς ἐλευθέροις ἀκούειν, οὔτʼ ἔργων ἀκολούθων τοῖς λόγοις ἀπεχόμενος.
彼はその当時、平民たちに対して激しく突進し、自由人にとって聞くに堪えない言葉を惜しまず、またその言葉に伴う行動を控えることもなかった。
οἱ μὲν οὖν πατρίκιοι τίμιον αὐτὸν ἐπὶ τούτοις εἶχον καὶ μένειν παρὰ τὰ δεινὰ ἠξίουν αὐτοὶ παρασχεῖν τὸ ἀσφαλὲς ὑπισχνούμενοι·
それゆえ、パトリキたちはこれらのことのために彼を重んじ、安全は自分たちが保障すると約束して、彼に危難にあっても踏みとどまるよう求めた。
οἱ δʼ ἐκ τοῦ δήμου πάντων δὴ μάλιστα αὐτὸν ἀνθρώπων ἐμίσουν.
しかし、平民たちは彼をあらゆる人間の中で最も憎んでいた。
§10.5.2τοῦτον τὸν ἄνδρα ἔγνωσαν οἱ δήμαρχοι πρῶτον ἐκποδὼν ποιήσασθαι, ὡς καταπληξόμενοι τοὺς λοιποὺς τῶν νέων καὶ προσαναγκάσοντες σωφρονεῖν.
護民官たちは、残りの若者たちを震え上がらせ、彼らに慎み深く振る舞うよう強制するために、まずこの男を排除することを決意した。
γνόντες δὲ ταῦτα καὶ παρασκευασάμενοι λόγους τε καὶ μάρτυρας πολλοὺς εἰσάγουσιν αὐτὸν ὑπὸ δίκην ἀδικήματος δημοσίου, θανάτου τιμησάμενοι τὴν δίκην.
彼らはこのように決意すると、弁論と多くの証人を準備し、公の罪に対する裁判に彼を引き出し、その訴訟の刑罰を死刑と査定した。
παραγγείλαντες δʼ αὐτῷ παρεῖναι πρὸς τὸν δῆμον, ἐπειδὴ καθῆκεν ὁ χρόνος, ὃν ἔταξαν τῇ δίκῃ, συναγαγόντες ἐκκλησίαν μακροὺς ἐποιήσαντο κατʼ αὐτοῦ λόγους, διεξιόντες ὅσα βίᾳ διαπεπραγμένος ἐτύγχανεν εἰς τοὺς δημότας, ὧν τοὺς πεπονθότας αὐτοὺς παρῆγον μάρτυρας.
そして彼に民会の前に出頭するよう命じ、裁判のために彼らが指定した期限が到来すると、民会を召集して彼に対する長い告発の演説を行い、彼が平民たちに対して暴力によって行ってきた悪行の数々を詳細に述べ、その被害者自身を証人として出廷させた。
§10.5.3ὡς δὲ παρέδωκαν τὸν λόγον, αὐτὸ μὲν τὸ μειράκιον οὐχ ὑπήκουε καλούμενον ἐπὶ τὴν ἀπολογίαν, ἀλλʼ ἠξίου τοῖς ἰδιώταις αὐτοῖς ὑπὲρ ὧν ᾐτιῶντο παθεῖν κατὰ τὸν νόμον ὑπέχειν δίκας, ἐπὶ τῶν ὑπάτων τῆς κρίσεως γινομένης·
彼らが発言の機会を与えると、その若者自身は弁明のために呼び出されても従わず、むしろ、彼らが被害を被ったと主張する事柄について、執政官たちのもとで裁判が行われる中で、その私人の市民たち自身に対して法律に従って裁判に服することを要求した。
ὁ δὲ πατὴρ αὐτοῦ χαλεπῶς φέροντας τὴν αὐθάδειαν τοῦ μειρακίου τοὺς δημοτικοὺς ὁρῶν ἀπελογεῖτο τὰ μὲν πολλὰ ψευδῆ τε καὶ ἐξ ἐπιβουλῆς συγκείμενα κατὰ τοῦ παιδὸς ἀποδεικνύς·
しかし、彼の父親は、平民たちがその若者の傲慢さに腹を立てているのを見て、息子の代理として弁明を行い、罪状の大部分が偽りであり、かつ企てられた陰謀によってでっち上げられたものであることを証明しようとした。
§10.5.4ὅσα δʼ οὐκ ἐνῆν ἀρνήσασθαι μικρὰ καὶ φαῦλα καὶ οὐκ ἄξια δημοσίας ὀργῆς εἶναι λέγων καὶ οὐδὲ ταῦτα ἐξ ἐπιβουλῆς ἢ διʼ ὕβριν, ἀλλʼ ὑπὸ φιλοτιμίας μειρακιώδους γεγονότα ἐπιδεικνύμενος, διʼ ἣν πολλὰ μὲν αὐτῷ συμβῆναι δρᾶσαι τῶν ἀβουλήτων ἐν ἁψιμαχίαις, πολλὰ δʼ ἴσως καὶ παθεῖν, οὔτε ἡλικίας ἐν τῷ κρατίστῳ §10.5.5ὄντι οὔτε φρονήσεως ἐν τῷ καθαρωτάτῳ.
否定することができない事柄については、それらは取るに足らない些細なことであり、公の怒りに値しないと述べ、またそれらも陰謀や傲慢さからではなく、若気の名誉欲から生じたものであると指摘した。 その名誉欲ゆえに、小競り合いの中で、彼には意に反することを多く行ってしまうこともあれば、おそらくは同じように多くを被ることもあったのだ、と。 それは彼の年齢が最も成熟した時期にあるわけでもなく、思慮が最も澄み切った状態にあるわけでもないためであった。
ἠξίου τε τοὺς δημοτικοὺς μὴ μόνον ὀργὴν μὴ ἔχειν ἐφʼ οἷς ἥμαρτεν εἰς ὀλίγους, ἀλλὰ καὶ χάριν εἰδέναι περὶ ὧν ἅπαντας εὖ ποιῶν ἐν τοῖς πολέμοις διετέλεσε, τοῖς μὲν ἰδιώταις ἐλευθερίαν κτώμενος, τῇ δὲ πατρίδι ἡγεμονίαν, ἑαυτῷ δὲ εἴ ποτε ἁμάρτοι τι φιλανθρωπίαν παρὰ τῶν πολλῶν καὶ βοήθειαν.
そして彼は、平民たちに対し、息子が少数の人々に対して犯した過ちに対して怒りを抱かないだけでなく、彼が戦争において常にすべての人々に恩恵を施し続けたことに対して、感謝の念を抱くよう求めた。 すなわち、私人の市民たちには自由を、祖国には覇権を獲得し、自分に対しては、もし何か過ちを犯すことがあれば、民衆からの慈愛と援助を得られるようにしたことに対してである。
καὶ διεξῄει τάς τε στρατείας πάσας καὶ τοὺς ἀγῶνας ἅπαντας, ἐξ ὧν ἀριστεῖα καὶ στεφάνους παρὰ τῶν στρατηγῶν ἔλαβε, πολιτῶν τε ὁπόσων ἐν ταῖς μάχαις ὑπερήσπισε καὶ §10.5.6τείχεσι πολεμίων ὁσάκις πρῶτος ἐπέβη.
さらに彼は、彼が将軍たちから武功の褒賞や冠を受け取ったすべての従軍とすべての戦闘、戦闘においてどれほど多くの市民を盾で守ったか、そして敵の城壁に何度最初に登ったかを詳細に語った。
τελευτῶν δʼ εἰς οἴκτους κατέβαινε καὶ δεήσεις, ἀντὶ τῆς ἑαυτοῦ πρὸς ἅπαντας ἐπιεικείας βίου τε, ὃς ἐμαρτυρεῖτο αὐτῷ πάσης καθαρὸς διαβολῆς, μίαν ἀπαιτῶν παρὰ τοῦ δήμου χάριν, φυλάξαι τὸν υἱὸν αὐτῷ.
そして最後には、哀願と懇願へと至り、すべての人々に対する彼自身の寛大さと、あらゆる中傷から清廉であることが証言されているその生涯の引き換えとして、民衆にたった一つの恩恵、すなわち息子を自分のために救ってくれることを求めた。