§10.48.1ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει Σπόριος Ταρπήιος καὶ Αὖλος Τερμήνιος παραλαμβάνουσι τὴν ἀρχήν·
これらの執政官に続く年に、スポリウス・タルペイウスとアウルス・テルメニウスが執政権を引き継いだ。
οἳ τά τʼ ἄλλα θεραπεύοντες τὸν δῆμον διετέλεσαν καὶ τὸ περὶ τῶν δημάρχων δόγμα προεβούλευσαν, ἐπειδὴ πλέον μὲν οὐδὲν ἑώρων τοῖς πατρικίοις γινόμενον ἐκ τοῦ κωλύειν, ἀλλὰ καὶ φθόνον καὶ μῖσος, καὶ βλάβας δὲ ἰδίας καὶ συμφορὰς τοῖς προθυμότατα ὑπὲρ αὐτῶν ἀγωνιζομένοις.
彼らは他の点でも一貫して民衆に配慮を示し、また護民官に関する法案を事前に審議した。 なぜなら彼らは、貴族たちにとって妨害することから何の利益も生じず、むしろ嫉妬や憎悪が、また彼らのために最も熱心に戦う者たちには個人的な実害や災難が生じるのを見たからである。
§10.48.2μάλιστα δʼ αὐτοὺς εἰς δέος ἤγαγεν ἡ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν συμφορὰ νεωστὶ γενομένη δεινὰ μὲν ὑπὸ τοῦ δήμου παθόντων, οὐδεμίαν δὲ παρὰ τῆς βουλῆς εὑρομένων βοήθειαν.
しかし、特に彼らを恐怖に陥れたのは、前年に執政官を務めた者たちに最近生じた災難であり、彼らは民衆からひどい目にあわされ、元老院からは何の援助も得られなかった。
Σίκκιος μὲν γὰρ ὁ τὸν Αἰκανῶν στρατὸν αὐτῷ χάρακι ἀράμενος δήμαρχος τότʼ ἀποδειχθείς, ὥσπερ ἔφην, τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ θύσας εἰσιτήρια κατὰ νόμον, πρὶν ὁτιοῦν ἄλλο διαπράξασθαι τῶν κοινῶν, προεῖπεν ἐν ἐκκλησίᾳ Τίτον Ῥωμίλιον ἥκειν ἀπολογησόμενον ἀδικήματος δημοσίου δίκην ἐπὶ δικαστῇ τῷ δήμῳ, τὸν χρόνον ἀποδείξας τοῦ ἀγῶνος.
というのは、アイクィ人の軍勢を陣営ごと一掃したシッキウスは、私が言ったように、当時護民官に任命され、就任の最初の日、慣例に従って就任の犠牲を捧げた後、公務の他のいかなることをも行う前に、民会において、ティトゥス・ロミリウスに対し、公的な罪についての裁判において民衆を裁判官として弁明のために出頭するよう通告し、裁判の期日を指定した。
§10.48.3Λεύκιος δὲ τότʼ ἀγορανομῶν, δήμαρχος δὲ τῷ παρελθόντι ἔτει γεγονώς, τὸν ἕτερον τῶν περυσινῶν ὑπάτων Γάιον Οὐετούριον εἰς ὁμοίαν δίκην προσεκαλέσατο.
他方、ルキウスは、当時エディリスを務めており、前年には護民官であったが、去年のもう一人の執政官ガイウス・ウェトゥリウスを同様の裁判に召喚した。
πολλῆς δὲ γενομένης ἐν τῷ μεταξὺ τοῦ ἀγῶνος χρόνῳ σπουδῆς τε καὶ παρακλήσεως ἀμφοτέρων οἱ μὲν ὑπόδικοι πολλὰς ἐλπίδας εἶχον ἐπὶ τῇ βουλῇ καὶ τὸ κινδύνευμα ἐν ἐλαφρῷ ἐποιοῦντο, ὑπισχνουμένων αὐτοῖς πρεσβυτέρων τε καὶ νέων οὐκ ἐάσειν τὸν ἀγῶνα ἐπιτελεσθῆναι.
裁判までの間の時間に双方から多くの熱心な働きかけや勧誘が行われたが、被告たちは元老院に大きな期待を抱いており、その危険を軽く見ていた。 年長者たちも若者たちも、裁判が執り行われるのを許さないだろうと彼らに約束していたからである。
§10.48.4οἱ δὲ δήμαρχοι πάντα ἐκ πολλοῦ φυλαττόμενοι καὶ οὔτε δεήσεις οὔτε ἀπειλὰς οὔτε κίνδυνον οὐδένα ὑπολογιζόμενοι, ἐπειδὴ καθῆκεν ὁ τοῦ ἀγῶνος καιρός, ἐκάλουν τὸν δῆμον·
他方、護民官たちはあらかじめあらゆることに警戒を怠らず、懇願も脅迫もいかなる危険も考慮に入れず、裁判の時期が来ると、民衆を召集した。
ἦν δὲ παλαίτερον ἔτι συνερρυηκὼς ἐκ τῶν ἀγρῶν ὁ χερνήτης καὶ αὐτουργὸς ὄχλος, καὶ προσνεμηθεὶς τῷ κατὰ πόλιν τήν τε ἀγορὰν ἐνέπλησε καὶ τοὺς φέροντας εἰς αὐτὴν στενωπούς.
一方、労働者や自作農の群衆が、すでにかなり前から地方から流れ込んでおり、都市の群衆に加わって広場とそこへ通じる路地を満たしていた。