§10.47.1μέσαι τʼ ἤδη νύκτες ἦσαν, καὶ ὁ Σίκκιος μνησικακῶν τοῖς ὑπάτοις τῆς ἐπὶ τὸν θάνατον ἀποστολῆς εἰς νοῦν βάλλεται τὴν δόξαν ἀφελέσθαι τοῦ κατορθώματος.
すでに夜半であり、シッキウスは死地への派遣について執政官たちに怨みを抱いて、この成功の栄光を彼らから奪うことを心に決めた。
κοινωσάμενος δὲ τοῖς ἀμφʼ αὐτὸν ἣν εἶχε διάνοιαν, ἐπειδὴ πᾶσιν ὀρθῶς ἐφαίνετο, καὶ οὐθεὶς ἦν ὃς οὐκ ἐθαύμαζε τῆς τε φρονήσεως καὶ τῆς τόλμης τὸν ἄνδρα, λαβὼν τὰ ὅπλα καὶ τοὺς ἄλλους κελεύσας ἀναλαβεῖν, πρῶτον μὲν ἀνθρώπους ὅσους ἐν τῷ χάρακι κατέλαβε τῶν Αἰκανῶν καὶ ἵππους καὶ τἆλλα ὑποζύγια κατέκοψεν·
彼が自身の意図を周囲の者たちに打ち明けると、皆に適切であると思われ、彼の思慮と不屈の勇気に驚嘆しない者は誰もいなかった。 彼は武器を手にし、他の者たちにも持つように命じると、まず陣営の中で捕らえていたアイクィ人の人間、馬、その他の駄獣をすべて切り殺した。
ἔπειτα ὑφῆψε τὰς σκηνὰς ὅπλων τε καὶ σίτου καὶ ἐσθῆτος καὶ τῶν εἰς τὸν πόλεμον ἐπιτηδείων γεμούσας τῶν τε ἄλλων χρημάτων, ὧν ἐκ τῆς Τυσκλάνων λείας ἐπήγοντο πολλῶν πάνυ ὄντων.
次いで、武器、穀物、衣服、その他軍需品が満載され、さらにトゥスクルムの戦利品から彼らが持ち込んでいた多くの財宝がぎっしり詰まった天幕に火を放った。
§10.47.2ὡς δʼ ἅπαντα ὑπὸ τοῦ πυρὸς ἠφάνιστο, περὶ τὸν ὄρθρον ἀπῄει φέρων οὐθὲν ὅτι μὴ τὰ ὅπλα, καὶ διανύσας σπουδῇ τὴν ὁδὸν εἰς Ῥώμην παρῆν.
すべてが火によって消え去ると、夜明け頃、彼は武器以外の何ものも携えずに出発し、道を急いでローマに到着した。
ὡς δʼ ὤφθησαν ἄνθρωποι καθωπλισμένοι παιανίζοντές τε καὶ σπουδῇ χωροῦντες αἵματι πολλῷ πεφυρμένοι, δρόμος ἐγίνετο καὶ πολλὴ προθυμία τῶν βουλομένων ἰδεῖν τʼ αὐτοὺς καὶ τὰ πραχθέντα ἀκοῦσαι.
武装し、凱歌を歌い、多くの血にまみれて急ぎ進む男たちの姿が見えると、彼らを見て何が起こったかを聞こうとする者たちの駆け寄る人だかりと大いなる熱意が生じた。
§10.47.3οἱ δὲ μέχρις ἀγορᾶς ἐλθόντες ἐδήλωσαν τοῖς δημάρχοις τὰ γενόμενα, κἀκεῖνοι συναγαγόντες ἐκκλησίαν ἐκέλευον αὐτοὺς πρὸς ἅπαντας λέγειν.
彼らは広場に達すると、護民官たちに出来事を告げ、彼らは民会を招集して、全員の前で話すよう命じた。
ὄχλου δὲ πολλοῦ συναχθέντος παρελθὼν ὁ Σίκκιος τήν τε νίκην αὐτοῖς ἐδήλωσε καὶ τὸν τρόπον τοῦ ἀγῶνος ἐνεφάνισε, καὶ ὅτι παρὰ τὴν ἰδίαν ἀρετὴν καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων ἀνδρῶν ὀκτακοσίων, οὓς ἀποθανουμένους ἀπέστειλαν οἱ ὕπατοι, ὅ τε χάραξ ὁ τῶν Αἰκανῶν ἐλήφθη καὶ ἡ δύναμις ἡ παραταξαμένη τοῖς ὑπάτοις ἠναγκάσθη φυγεῖν·
多くの群衆が集まったところで、シッキウスが進み出て勝利を告げ、戦闘の有様を明らかにした。 そして、執政官たちが死なせるために送った自分自身と八〇〇人の年長の男たちの独自の勇気によって、アイクィ人の陣営が奪取され、執政官たちと対峙していた敵の軍勢が敗走を余儀なくされたのだと述べた。
§10.47.4ἠξίου τε αὐτοὺς μηδενὶ τῆς νίκης ἑτέρῳ τὴν χάριν εἰδέναι καὶ τελευτῶν ἔτι προσέθηκεν ἐκεῖνον τὸν λόγον, ὅτι τὰς ψυχὰς καὶ τὰ ὅπλα σώζοντες ἥκομεν, ἄλλο δὲ οὐδὲν τῶν κεκρατημένων οὔτε μεῖζον οὔτʼ ἔλαττον ἐξενεγκάμενοι.
そして、この勝利の功績を他の誰にも帰さないよう彼らに求め、最後にさらに次のように付け加えた。 「我々は命と武器を守って戻ってきたが、勝ち得たもののうち、大であれ小であれ、それ以外のものは何も持ち帰らなかった。
§10.47.5ὁ δὲ δῆμος ἀκούσας τὸν λόγον εἰς οἶκτόν τε καὶ δάκρυα προὔπεσεν ὁρῶν μὲν τὰς ἡλικίας τῶν ἀνδρῶν, ἐνθυμούμενος δὲ τὰς ἀρετάς, ἀγανακτῶν δὲ καὶ νεμεσῶν τοῖς ἐπιβαλομένοις τοιούτων ἀνδρῶν ἐρημῶσαι τὴν πόλιν.
」民衆はこの言葉を聞いて、男たちの年齢を目にし、その功績を思い、そのような男たちを失わせることで都市を空洞にしようとした者たちに激怒し憤慨して、同情と涙にくれた。
ἐγεγόνει δέ, ὃ προὔλαβεν ὁ Σίκκιος, μῖσος εἰς τοὺς ὑπάτους ἐξ ἁπάντων τῶν πολιτῶν.
シッキウスが予期した通り、すべての市民から執政官たちに対する憎悪が生じた。
§10.47.6οὐδὲ γὰρ ἡ βουλὴ τὸ πρᾶγμα μετρίως ἤνεγκεν, ἣ οὔτʼ ἐψηφίσατο αὐτοῖς πομπὴν θριάμβων οὔτε ἄλλο τι τῶν ἐπὶ καλοῖς ἀγῶσι γινομένων.
元老院もまた、この件を大したことではないと見過ごすことはできず、彼らに対して凱旋式の行進も、優れた戦いに対して与えられるその他のいかなる栄誉も決議しなかった。
τὸν μέντοι Σίκκιον ὁ δῆμος, ἐπειδὴ καθῆκεν ὁ τῶν ἀρχαιρεσίων καιρός, δήμαρχον ἀπέδειξεν, ἧς κύριος ἦν τιμῆς ἀποδιδούς.
しかし民衆は、選挙の時期が来ると、自身が授与する権限を持っていた栄誉である護民官にシッキウスを任命した。
καὶ τὰ μὲν ἐπιφανέστατα τῶν τότε πραχθέντων τοιάδʼ ἦν.
当時行われた最も顕著な出来事は、このようなものであった。