Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.48.1-10.48.4

新执政官就任与关于保民官提案的预审

第 788 段,共 962 段 · 希腊语

内容简介

塔佩乌斯和特尔梅尼乌斯就任执政官,因惧怕前任执政官遭人民起诉的前车之鉴,预先审议了关于保民官的决议草案。

§10.48.1ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει Σπόριος Ταρπήιος καὶ Αὖλος Τερμήνιος παραλαμβάνουσι τὴν ἀρχήν· οἳ τά τʼ ἄλλα θεραπεύοντες τὸν δῆμον διετέλεσαν καὶ τὸ περὶ τῶν δημάρχων δόγμα προεβούλευσαν, ἐπειδὴ πλέον μὲν οὐδὲν ἑώρων τοῖς πατρικίοις γινόμενον ἐκ τοῦ κωλύειν, ἀλλὰ καὶ φθόνον καὶ μῖσος, καὶ βλάβας δὲ ἰδίας καὶ συμφορὰς τοῖς προθυμότατα ὑπὲρ αὐτῶν ἀγωνιζομένοις.
在这些执政官之后的第二年,斯普里乌斯·塔佩乌斯和奥卢斯·特尔梅尼乌斯接掌了政权;他们不仅在其他方面一贯讨好人民,而且还预先审议了关于保民官的决议草案,因为他们看到,阻挠并不能给贵族带来任何好处,反而带来了嫉妒和憎恨,还给那些为他们最卖力奋斗的人带来了个人的损失和灾难。
§10.48.2μάλιστα δʼ αὐτοὺς εἰς δέος ἤγαγεν ἡ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν συμφορὰ νεωστὶ γενομένη δεινὰ μὲν ὑπὸ τοῦ δήμου παθόντων, οὐδεμίαν δὲ παρὰ τῆς βουλῆς εὑρομένων βοήθειαν.
但最让他们感到恐惧的是,前一年担任执政官的人最近遭遇的灾难,他们遭受了人民的严厉惩罚,却没有得到元老院的任何援助。
Σίκκιος μὲν γὰρ ὁ τὸν Αἰκανῶν στρατὸν αὐτῷ χάρακι ἀράμενος δήμαρχος τότʼ ἀποδειχθείς, ὥσπερ ἔφην, τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ θύσας εἰσιτήρια κατὰ νόμον, πρὶν ὁτιοῦν ἄλλο διαπράξασθαι τῶν κοινῶν, προεῖπεν ἐν ἐκκλησίᾳ Τίτον Ῥωμίλιον ἥκειν ἀπολογησόμενον ἀδικήματος δημοσίου δίκην ἐπὶ δικαστῇ τῷ δήμῳ, τὸν χρόνον ἀποδείξας τοῦ ἀγῶνος.
因为正如我所说,连同营垒一起消灭了埃奎人军队的西基乌斯当时被选为保民官,在任职的第一天,按照法律献祭了就职祭品,在处理任何其他公事之前,就在公民大会上通告提图斯·罗米利乌斯前来,在以人民为裁判官的公诉案件中为自己辩护,并确定了审判的时间。
§10.48.3Λεύκιος δὲ τότʼ ἀγορανομῶν, δήμαρχος δὲ τῷ παρελθόντι ἔτει γεγονώς, τὸν ἕτερον τῶν περυσινῶν ὑπάτων Γάιον Οὐετούριον εἰς ὁμοίαν δίκην προσεκαλέσατο.
另一方面,当时担任市政官、前一年曾任保民官的卢基乌斯,则将去年的另一位执政官盖乌斯·维图里乌斯传唤到类似的审判中。
πολλῆς δὲ γενομένης ἐν τῷ μεταξὺ τοῦ ἀγῶνος χρόνῳ σπουδῆς τε καὶ παρακλήσεως ἀμφοτέρων οἱ μὲν ὑπόδικοι πολλὰς ἐλπίδας εἶχον ἐπὶ τῇ βουλῇ καὶ τὸ κινδύνευμα ἐν ἐλαφρῷ ἐποιοῦντο, ὑπισχνουμένων αὐτοῖς πρεσβυτέρων τε καὶ νέων οὐκ ἐάσειν τὸν ἀγῶνα ἐπιτελεσθῆναι.
尽管在审判前的这段时间里,双方都进行了大量的奔走和游说,但被告们对元老院寄予厚望,对危险不以为意,因为长者和年轻人都向他们保证,绝不容许审判得以进行。
§10.48.4οἱ δὲ δήμαρχοι πάντα ἐκ πολλοῦ φυλαττόμενοι καὶ οὔτε δεήσεις οὔτε ἀπειλὰς οὔτε κίνδυνον οὐδένα ὑπολογιζόμενοι, ἐπειδὴ καθῆκεν ὁ τοῦ ἀγῶνος καιρός, ἐκάλουν τὸν δῆμον· ἦν δὲ παλαίτερον ἔτι συνερρυηκὼς ἐκ τῶν ἀγρῶν ὁ χερνήτης καὶ αὐτουργὸς ὄχλος, καὶ προσνεμηθεὶς τῷ κατὰ πόλιν τήν τε ἀγορὰν ἐνέπλησε καὶ τοὺς φέροντας εἰς αὐτὴν στενωπούς.
然而,保民官们早就做好了各方面的防范,既不考虑哀求,也不考虑威胁或任何危险,当审判的时间到来时,他们便召集了人民;而雇工和自耕农的群众在更早的时候就已经从乡下涌入,并加入到城市群众之中,挤满了广场和通往广场的狭窄街道。

词汇与语法注释

  1. 10.48.1δόγμα προεβούλευσαν — 动词 προεβούλευσαν(源于 προβουλεύω)指的是在将决议案提交给公民大会之前,先在元老院进行预先审议和起草。在此指执政官们预先准备了关于保民官的元老院决议草案。
  2. 10.48.1γινόμενον — 这是一个补充分词,与知觉动词 ἑώρων 的宾语对格 πλέον ... οὐδὲν(伴随利益与格 τοῖς πατρικίοις)相呼应。随后的宾格词 φθόνον καὶ μῖσος 和 βλάβας ... καὶ συμφορὰς 同样受 ἑώρων 支配(省略了相应的分词)。
  3. 10.48.2ἀράμενος — 动词 αἴρω 的第一不定过去时中间语态分词,在此处表示“彻底消灭”或“一扫而空”。伴随表示伴随的与格 αὐτῷ χάρακι(连同营垒本身),强调了毁灭的彻底性。
  4. 10.48.2ἥκειν ἀπολογησόμενον — 不定式 ἥκειν 受表示通知/命令的动词 προεῖπεν 支配,构成“带对格的不定式”结构,其逻辑主语为对格的 Τίτον Ῥωμίλιον。将来时分词 ἀπολογησόμενον 表示目的(“为了进行辩护”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.48.1-10.48.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.48.1-10.48.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。