§10.40.1τοιαῦτʼ εἰπόντος αὐτοῦ τὸ μὲν πλῆθος οὕτως οἰκείως διετέθη πρὸς τοὺς λόγους καὶ τοσαύτην ἀπεδείξατο ἀγανάκτησιν πρὸς τὸ ἀντίπαλον, ὥσθʼ, ὅπερ ἔφην καὶ κατʼ ἀρχάς, μηδὲ λόγον ἔτι βούλεσθαι τῶν ἀντιλεξόντων ὑπομένειν.
彼がこのように語ると、群衆はその言葉に深く共鳴し、反対派に対しては非常に強い憤りを示したので、私が最初にも述べたように、もはや反対者たちの弁明を聞くことさえ望まないほどであった。
§10.40.2ὁ μέντοι δήμαρχος Ἰκίλλιος ἀναστὰς τὰ μὲν ἄλλα ἔφη πάντα ὀρθῶς εἰπεῖν Σίκκιον καὶ μακρὸν ἔπαινον τοῦ ἀνδρὸς διεξῆλθε·
しかしながら、護民官イキリウスは立ち上がり、他のすべての点においてシッキウスは正しく語ったと述べ、この人物に対する長い賛辞を連ねた。
τὸ δὲ μὴ μεταδιδόναι λόγου τοῖς ἀντιλέξαι βουλομένοις οὔτε δίκαιον ἀπέφαινεν οὔτε πολιτικόν, ἄλλως τε καὶ περὶ νόμου τῆς ζητήσεως γινομένης, ὃς ἔμελλε κρείττονα ποιήσειν τὴν δίκην τῆς βίας.
しかしその一方で、反対意見を述べようと望む者たちに発言の機会を与えないことは、正義にも反し、市民的でもないと主張した。 とりわけ、法に関する議論が行われているときにはなおさらであり、その法は正義を暴力よりも強力なものにすることを目指すものであった。
ταύτῃ γὰρ ἀφορμῇ χρήσεσθαι τοὺς μηδὲν ἴσως καὶ δικαίως τοῖς πολλοῖς φρονοῦντας τοῦ ταράττειν πάλιν καὶ διιστάναι τὰ §10.40.3συμφέροντα τῆς πόλεως.
というのも、民衆に対して公平かつ正当な考えを持たない者たちが、ふたたび国家の共同体の利益を混乱させ分裂させるための口実として、これを利用するだろうからである。
ταῦτʼ εἰπὼν καὶ τὴν ἐπιοῦσαν ἀποδείξας ἡμέραν τοῖς κατηγόροις τοῦ νόμου διέλυσε τὴν ἐκκλησίαν.
彼はこのように述べ、また翌日を法に反対する者たちのために指定した上で、民会を解散した。
οἱ δὲ ὕπατοι συναγαγόντες ἰδιωτικὸν συνέδριον πατρικίων τῶν ἀνδρειοτάτων τε καὶ μάλιστα ἐν τῇ πόλει τότʼ ἀνθούντων ἐδίδασκον αὐτούς, ὡς κωλυτέος εἴη σφίσιν ὁ νόμος, λόγοις μὲν πρῶτον, ἐὰν δὲ μὴ πείθωσι τὸν δῆμον, ἔργοις.
一方、執政官たちは、当時市内で最も勇猛で、かつ最も勢いのあったパトリキたちの私的な集合を招集し、彼らに対し、その法は自分たちによって阻止されるべきであると説いた。 最初は言葉によって、もし民衆を説得できなければ行動によって。
ἐκέλευόν τε ἅπασιν ἥκειν ἕωθεν εἰς τὴν ἀγορὰν ἅμα τοῖς ἑταίροις τε καὶ πελάταις, ὅσοις ἂν ἕκαστοι πλείστοις δύνωνται.
そして、各自ができるだけ多くの仲間や被護民を伴って、夜明けに広場へ集まるよう全員に命じた。
§10.40.4ἔπειτα τοὺς μὲν περὶ αὐτὸ τὸ βῆμα καὶ τὸ ἐκκλησιαστήριον ἑστῶτας ὑπομένειν, τοὺς δὲ κατὰ πολλὰ τῆς ἀγορᾶς μέρη συστρέψαντας ἑαυτοὺς διαστῆναι, ὥστε διειλῆφθαι τὸ δημοτικὸν διεσπασμένον καὶ κωλύεσθαι πρὸς αὐτῶν εἰς ἓν συνελθεῖν.
さらに、ある者たちは演壇や民会所のそのものの周囲に立って待機し、他の者たちは広場の各所に集団を作って分散して陣取ることで、平民側が分断されて個別に包囲され、彼らによって一つに合流することが妨げられるようにする。
ἐδόκει ταῦτα κράτιστα εἶναι, καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι τὰ πολλὰ τῆς ἀγορᾶς κατείχετο ὑπὸ τῶν πατρικίων.
これが最善の策であると思われ、日が完全に昇る前に、広場の大部分はパトリキたちによって占拠された。