§10.40.1τοιαῦτʼ εἰπόντος αὐτοῦ τὸ μὲν πλῆθος οὕτως οἰκείως διετέθη πρὸς τοὺς λόγους καὶ τοσαύτην ἀπεδείξατο ἀγανάκτησιν πρὸς τὸ ἀντίπαλον, ὥσθʼ, ὅπερ ἔφην καὶ κατʼ ἀρχάς, μηδὲ λόγον ἔτι βούλεσθαι τῶν ἀντιλεξόντων ὑπομένειν.
在他说了这些话之后,群众对他的这番话产生了极大的共鸣,并对反对派表现出如此强烈的愤慨,以至于正如我一开始所说,他们甚至不再愿意容忍任何反对者的发言。
§10.40.2ὁ μέντοι δήμαρχος Ἰκίλλιος ἀναστὰς τὰ μὲν ἄλλα ἔφη πάντα ὀρθῶς εἰπεῖν Σίκκιον καὶ μακρὸν ἔπαινον τοῦ ἀνδρὸς διεξῆλθε· τὸ δὲ μὴ μεταδιδόναι λόγου τοῖς ἀντιλέξαι βουλομένοις οὔτε δίκαιον ἀπέφαινεν οὔτε πολιτικόν, ἄλλως τε καὶ περὶ νόμου τῆς ζητήσεως γινομένης, ὃς ἔμελλε κρείττονα ποιήσειν τὴν δίκην τῆς βίας.
然而,护民官伊基利乌斯站起身来,表示西基乌斯在其他所有事情上说得都很对,并对该人进行了冗长的赞扬;但他同时指出,不给那些想要反对的人发言机会,既不公正,也不符合公民政治的原则,特别是在正对一项旨在使正义战胜暴力的法律进行讨论的时候。
ταύτῃ γὰρ ἀφορμῇ χρήσεσθαι τοὺς μηδὲν ἴσως καὶ δικαίως τοῖς πολλοῖς φρονοῦντας τοῦ ταράττειν πάλιν καὶ διιστάναι τὰ §10.40.3συμφέροντα τῆς πόλεως.
因为,那些对大众毫无公正和合理想法的人,将会以此为借口,再次扰乱并分裂城邦的共同利益。
ταῦτʼ εἰπὼν καὶ τὴν ἐπιοῦσαν ἀποδείξας ἡμέραν τοῖς κατηγόροις τοῦ νόμου διέλυσε τὴν ἐκκλησίαν.
他说完这些话,并为法律的反对者指定了次日的时间后,便解散了民众大会。
οἱ δὲ ὕπατοι συναγαγόντες ἰδιωτικὸν συνέδριον πατρικίων τῶν ἀνδρειοτάτων τε καὶ μάλιστα ἐν τῇ πόλει τότʼ ἀνθούντων ἐδίδασκον αὐτούς, ὡς κωλυτέος εἴη σφίσιν ὁ νόμος, λόγοις μὲν πρῶτον, ἐὰν δὲ μὴ πείθωσι τὸν δῆμον, ἔργοις.
而执政官们则召集了当时城邦中最英勇、最显赫的贵族进行私下集会,并开导他们,必须由他们来阻止这项法律,首先是通过言语,如果无法说服平民,则通过行动。
ἐκέλευόν τε ἅπασιν ἥκειν ἕωθεν εἰς τὴν ἀγορὰν ἅμα τοῖς ἑταίροις τε καὶ πελάταις, ὅσοις ἂν ἕκαστοι πλείστοις δύνωνται.
他们还命令所有人,在天亮时带领各自尽可能多的朋友和庇护民前往广场。
§10.40.4ἔπειτα τοὺς μὲν περὶ αὐτὸ τὸ βῆμα καὶ τὸ ἐκκλησιαστήριον ἑστῶτας ὑπομένειν, τοὺς δὲ κατὰ πολλὰ τῆς ἀγορᾶς μέρη συστρέψαντας ἑαυτοὺς διαστῆναι, ὥστε διειλῆφθαι τὸ δημοτικὸν διεσπασμένον καὶ κωλύεσθαι πρὸς αὐτῶν εἰς ἓν συνελθεῖν.
接着,一部分人应当守候在讲坛和大会场周围,另一部分人则应在广场的许多地方集结并分散站立,从而使平民被分割包围,并被阻止汇聚成一股力量。
ἐδόκει ταῦτα κράτιστα εἶναι, καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι τὰ πολλὰ τῆς ἀγορᾶς κατείχετο ὑπὸ τῶν πατρικίων.
这些办法看起来最妙,因而在天大亮之前,广场的大部分地方已被贵族们占领了。