§10.38.1ἐπεὶ φέρε πρὸς Διός, εἴ τι τούτων ἐγὼ ψεύδομαι, δειξάτω τις ὑμῖν τῶν σεμνῶν τούτων παρελθών, τίνας ἐπιφανεῖς καὶ καλὰς πράξεις προεχόμενος ἐμοῦ πλέον ἔχειν ἀξιοῖ·
さて、誓って言いますが、もし私がこれらについて何か嘘をついているのなら、これら尊大ぶった者たちの誰かが進み出て、いかなる輝かしく立派な業績を盾にして私以上のものを得るに値すると主張しているのかを、あなた方に示してみるがよい。
πότερον ἔτη πλείω στρατευσάμενος ἢ μάχας πλείους ἀγωνισάμενος ἢ τραύματα πλείω λαβὼν ἢ στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δι’ ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων ἡ πατρίς;
より多くの年月を従軍したからなのか、より多くの戦闘を戦ったからなのか、より多くの傷を負ったからなのか、あるいは、その者のおかげで敵はより弱まり、祖国はより輝かしく偉大になったほどの、冠や胸飾り、戦利品やその他の戦勝の褒賞において私を凌駕しているからなのだろうか。
μᾶλλον δὲ τὸ δέκατον ἐπιδειξάτω μέρος, ὧν ὑμῖν ὑπέδειξα ἐγώ.
それとも、私があなた方に示したものの、せめて十分の一でも示してみせるがよい。
§10.38.2ἀλλὰ τούτων γʼ οἱ πλείους οὐδʼ ἂν πολλοστὴν ἔχοιεν προενέγκασθαι μοῖραν τῶν ἐμῶν·
しかし、彼らの大半は、私の業績のほんのわずかな一部分さえ提示することはできないだろう。
ἔνιοι δὲ οὐδʼ ἂν τῷ φαυλοτάτῳ τῶν ἐκ τοῦ δήμου φανεῖεν τὰ ἴσα κακοπαθήσαντες.
一部の者たちにいたっては、平民のうちで最も身分の低い者と同等の苦難に耐えたようにも見えないだろう。
οὐ γάρ ἐστιν αὐτῶν ἐν τοῖς ὅπλοις ἡ λαμπρότης, ἀλλʼ ἐν τοῖς λόγοις, οὐδὲ κατὰ τῶν ἐχθρῶν τὸ δυνάμενον, ἀλλὰ κατὰ τῶν φίλων·
というのも、彼らの輝かしさは武具の中にあるのではなく言葉の中にあり、その力は敵に対して向けられるのではなく友人に向けられるからである。
οὐδʼ ἡγοῦνται κοινὴν οἰκεῖν πόλιν, σφῶν δʼ αὐτῶν ἰδίαν, ὥσπερ οὐ συνελευθερωθέντες ἀπὸ τῆς τυραννίδος ὑφʼ ἡμῶν, ἀλλὰ κατὰ κληρονομίαν παρὰ τῶν τυράννων παραλαβόντες ἡμᾶς·
また彼らは、共有の都市に住んでいるのではなく、自分たちだけの私的な都市に住んでいると考えており、まるで私たちによって僭主政治から共同で解放されたのではなく、僭主たちからの遺産相続によって私たちを譲り受けたかのようである。
οἵ γε — τὰ μὲν ἄλλα, ὅσα ὑβρίζοντες ἡμᾶς μικρὰ καὶ μείζω διατελοῦσιν, ὡς ἅπαντες ἐπίστασθε, §10.38.3σιωπῶ, — ἀλλʼ εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας, ὥστʼ οὐδὲ φωνὴν ἀξιοῦσί τινα ἡμῶν ἀφιέναι περὶ τῆς πατρίδος ἐλευθέραν οὐδὲ διᾶραι τὸ στόμα, ἀλλὰ τὸν μὲν εἰπόντα περὶ τῆς κληρουχίας Σπόριον Κάσσιον, τρισὶ μὲν ὑπατείαις κεκοσμημένον, δυσὶ δὲ θριάμβοις λαμπροτάτοις, τοσαύτην δὲ δεινότητα περί τε τὰς στρατηγικὰς πράξεις καὶ περὶ τὰ πολιτικὰ βουλεύματα ἀποδειξάμενον, ὅσην οὐδεὶς τῶν τότε γενομένων, τοῦτον τὸν ἄνδρα αἰτιασάμενοι τυραννίδι ἐπιχειρεῖν καὶ ψευδέσι καταγωνισάμενοι μαρτυρίαις διʼ οὐδὲν ἕτερον, ἀλλʼ ὅτι φιλόπολις ἦν καὶ φιλόδημος,
彼らは――彼らが私たちを侮辱して行い続けている、大小さまざまなその他のあらゆる悪行については、あなた方が皆知っていることなので、¦p.v.4p.72 私は沈黙するが――彼らの傲慢さは、私たちのうちの誰も祖国について自由な声を上げることも、口を開くことさえも許そうとしないほどのところまで達している。 それどころか、土地の分配について発言したスポリウス・ カッシウス――彼は三度の執政官職と二度の極めて輝かしい凱旋式によって飾られ、当時の人々の誰一人として及ばないほどの軍事活動における卓越した才と政治的計略における優れた才を示した人物であるが――この男を、僭主政治を企てていると非難し、偽りの証言によって陥れた。 それは、彼が国を愛し平民を愛したという、他ならぬ理由によるものであった。
§10.38.4ὤσαντες ἀπὸ τοῦ κρημνοῦ διέφθειραν.
彼らはこの男を崖から突き落として殺害したのである。
Γναῖον δὲ Γενύκιον δήμαρχον ὄντα ἡμέτερον, ἐπεὶ τὸ αὐτὸ τοῦτο πολίτευμα μετὰ τὸ ἔτος ἑνδέκατον ἀνενεοῦτο, καὶ τοὺς ὑπατεύσαντας ἐν τῷ πρότερον ἐνιαυτῷ κατέστησεν ὑπὸ δίκην ἀμελήσαντας τῶν ψηφισμάτων τῆς βουλῆς, ἃ περὶ τῶν γεωμόρων ἐψηφίσατο, ἐπεὶ φανερῶς οὐχ οἷοί τʼ ἦσαν ἀνελεῖν, μιᾷ πρότερον ἡμέρᾳ τῆς δίκης ἀφανῶς ἀνήρπασαν.
また、私たちの護民官であったグナエウス・ゲヌキウスについては、この同じ国策が十一年ぶりに再開され、彼がその前年に執政官を務めた者たちを、土地分配について議決した元老院の決議を無視したとして裁判にかけた際、彼らは公然と彼を抹殺することができなかったため、裁判の前日に彼を密かに連れ去り、行方不明にしたのである。
§10.38.5τοιγάρτοι πολὺς ἐνέπεσε τοῖς μετὰ ταῦτα φόβος, καὶ οὐδεὶς ἔτι τὸ κινδύνευμα τοῦτο ὑπέδυ, ἀλλὰ τριακοστὸν ἔτος τοῦτο ἀνεχόμεθα ὥσπερ ἐν τυραννίδι τὴν ἐξουσίαν ἀπολωλεκότες.
それゆえ、その後の人々には大きな恐怖が沸き起こり、もはや誰もこの危険に立ち向かおうとはしなかった。 こうして私たちは、まるで僭主政治のもとで主権を失ってしまったかのように、これで三十年もの間、耐え忍んでいるのである。