Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.38.1-10.38.5

谴责贵族专横与忆述被迫害的先例

第 778 段,共 962 段 · 希腊语

内容简介

西基乌斯质问贵族是否有超越他的军功,并谴责他们的傲慢与对平民的压迫。他历数了因主张土地分配而被杀害的斯普里乌斯·卡西乌斯和格奈乌斯·杰努基乌斯的悲惨命运,指出平民因此在恐惧中默默忍受了三十年。

§10.38.1ἐπεὶ φέρε πρὸς Διός, εἴ τι τούτων ἐγὼ ψεύδομαι, δειξάτω τις ὑμῖν τῶν σεμνῶν τούτων παρελθών, τίνας ἐπιφανεῖς καὶ καλὰς πράξεις προεχόμενος ἐμοῦ πλέον ἔχειν ἀξιοῖ· πότερον ἔτη πλείω στρατευσάμενος ἢ μάχας πλείους ἀγωνισάμενος ἢ τραύματα πλείω λαβὼν ἢ στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δι’ ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων ἡ πατρίς;
那么,指天发誓,如果我在这些事情上撒了谎,就让这些自负的权贵中有人站出来,向你们展示他凭着什么显赫而高贵的功绩,才配拥有比我更多的东西;是因为服役的年限更长,还是参加的战斗更多,或是受的伤更多,又或是在花冠、胸饰、战利品以及其他战胜装饰上超越了我,以至于由于他,敌人变得更加虚弱,而祖国变得更加显赫和伟大?
μᾶλλον δὲ τὸ δέκατον ἐπιδειξάτω μέρος, ὧν ὑμῖν ὑπέδειξα ἐγώ.
或者,就让他展示出我所向你们列举之物的十分之一吧。
§10.38.2ἀλλὰ τούτων γʼ οἱ πλείους οὐδʼ ἂν πολλοστὴν ἔχοιεν προενέγκασθαι μοῖραν τῶν ἐμῶν· ἔνιοι δὲ οὐδʼ ἂν τῷ φαυλοτάτῳ τῶν ἐκ τοῦ δήμου φανεῖεν τὰ ἴσα κακοπαθήσαντες.
然而,他们中的大多数人甚至无法拿出我功绩的极小一部分;而有些人甚至连平民中最卑微的人所承受的同等艰辛都没有。
οὐ γάρ ἐστιν αὐτῶν ἐν τοῖς ὅπλοις ἡ λαμπρότης, ἀλλʼ ἐν τοῖς λόγοις, οὐδὲ κατὰ τῶν ἐχθρῶν τὸ δυνάμενον, ἀλλὰ κατὰ τῶν φίλων· οὐδʼ ἡγοῦνται κοινὴν οἰκεῖν πόλιν, σφῶν δʼ αὐτῶν ἰδίαν, ὥσπερ οὐ συνελευθερωθέντες ἀπὸ τῆς τυραννίδος ὑφʼ ἡμῶν, ἀλλὰ κατὰ κληρονομίαν παρὰ τῶν τυράννων παραλαβόντες ἡμᾶς·
因为他们的光彩不在于武器,而在于言辞,他们的力量不在于对付敌人,而在于对付朋友;他们也不认为自己居住在一个共享的城邦里,而是住在属于他们自己的私人城邦里,仿佛他们并不是由我们共同从僭主统治中解放出来的,而是作为遗产从僭主那里继承了我们。
οἵ γε — τὰ μὲν ἄλλα, ὅσα ὑβρίζοντες ἡμᾶς μικρὰ καὶ μείζω διατελοῦσιν, ὡς ἅπαντες ἐπίστασθε, §10.38.3σιωπῶ, — ἀλλʼ εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας, ὥστʼ οὐδὲ φωνὴν ἀξιοῦσί τινα ἡμῶν ἀφιέναι περὶ τῆς πατρίδος ἐλευθέραν οὐδὲ διᾶραι τὸ στόμα, ἀλλὰ τὸν μὲν εἰπόντα περὶ τῆς κληρουχίας Σπόριον Κάσσιον, τρισὶ μὲν ὑπατείαις κεκοσμημένον, δυσὶ δὲ θριάμβοις λαμπροτάτοις, τοσαύτην δὲ δεινότητα περί τε τὰς στρατηγικὰς πράξεις καὶ περὶ τὰ πολιτικὰ βουλεύματα ἀποδειξάμενον, ὅσην οὐδεὶς τῶν τότε γενομένων, τοῦτον τὸν ἄνδρα αἰτιασάμενοι τυραννίδι ἐπιχειρεῖν καὶ ψευδέσι καταγωνισάμενοι μαρτυρίαις διʼ οὐδὲν ἕτερον, ἀλλʼ ὅτι φιλόπολις ἦν καὶ φιλόδημος, §10.38.4ὤσαντες ἀπὸ τοῦ κρημνοῦ διέφθειραν.
他们——至于他们为了侮辱我们而不断做出的其他大小恶行,正如你们大家都知道的那样,¦p.v.4p.72 我便保持沉默——但他们已经狂妄到了如此地步,以至于不认为我们中的任何人可以对祖国发出自由的声音,甚至不许我们开口;但对于那位曾谈及土地分配的斯普里乌斯· 卡西乌斯——他曾获得三次执政官的荣耀和两次最辉煌的凯旋式,并在军事行动和政治决策上展现出了当时任何人均无法企及的卓越才能——他们指控这个人企图建立僭主统治,并用虚假的证言将他击败,这没有别的原因,仅仅因为他是一个热爱城邦、热爱平民的人,他们将他推下悬崖,致其死亡。
Γναῖον δὲ Γενύκιον δήμαρχον ὄντα ἡμέτερον, ἐπεὶ τὸ αὐτὸ τοῦτο πολίτευμα μετὰ τὸ ἔτος ἑνδέκατον ἀνενεοῦτο, καὶ τοὺς ὑπατεύσαντας ἐν τῷ πρότερον ἐνιαυτῷ κατέστησεν ὑπὸ δίκην ἀμελήσαντας τῶν ψηφισμάτων τῆς βουλῆς, ἃ περὶ τῶν γεωμόρων ἐψηφίσατο, ἐπεὶ φανερῶς οὐχ οἷοί τʼ ἦσαν ἀνελεῖν, μιᾷ πρότερον ἡμέρᾳ τῆς δίκης ἀφανῶς ἀνήρπασαν.
而对于我们的护民官格奈乌斯·杰努基乌斯,当这同一项政治法令在十一年后被重新提出,并且他将前一年担任执政官、因忽视元老院关于分配土地的决议的人控告上法庭时,由于他们无法公开除掉他,便在审判的前一天将他暗中掳走,使之消失。
§10.38.5τοιγάρτοι πολὺς ἐνέπεσε τοῖς μετὰ ταῦτα φόβος, καὶ οὐδεὶς ἔτι τὸ κινδύνευμα τοῦτο ὑπέδυ, ἀλλὰ τριακοστὸν ἔτος τοῦτο ἀνεχόμεθα ὥσπερ ἐν τυραννίδι τὴν ἐξουσίαν ἀπολωλεκότες.
因此,巨大的恐惧笼罩了后来的人,再也没有人敢承担这种危险,而现在已经是第三十个年头,我们不得不像在僭主统治下失去权力一样,默默忍受。

词汇与语法注释

  1. 10.38.1δι’ ὃν — 关系代名词 `ὅν`(阳性单数宾格)指代主句中设想的对手或“这些自负的权贵之中的某人”(`τις τῶν σεμνῶν τούτων`)。该关系从句 `δι’ ὃν ... ἡ πα特里斯` 解释了他在花冠等战功装饰上超越(`ὑπερβαλόμενος`)叙述者的程度或结果。
  2. 10.38.2οἵ γε — ... σιωπῶ, — ἀλλʼ — 这是一个破格(anakolouthon)结构,以关系代名词 `οἵ` (`οἵ γε`) 开始的关系从句被说话者的插入语(`... σιωπῶ`,“至于……我便保持沉默”)所中断。虽然本应有与 `οἵ` 一致的动词,但句子通过 `ἀλλʼ`(“但是”)重新连接,并指向第三人称复数动词 `προεληλύθασιν`。
  3. 10.38.3τὸν μὲν εἰπόντα ... τοῦτον τὸν ἄνδρα — 带有冗长分词修饰的宾格名词短语 `τὸν μὲν εἰπόντα ... Σπόριον Κάσσιον` 在经过长修饰成分后,被指示代词短语 `τοῦτον τὸν ἄνδρα` 重新接回,作为 §10.38.4 中主动词 `διέφθειραν` 的直接宾语。
  4. 10.38.4Γναῖον δὲ Γενύκιον ... ἀνήρπασαν — 与前句中的 `τὸν μὲν...` 相对应,本句以形成对比的宾语 `Γναῖον δὲ Γενύκιον` 开头。在插入了冗长的时间和原因从句(`ἐπεὶ ... ἐψηφίσατο` 与 `ἐπειδὴ ... ἀνελεῖν`)后,最终指向句末的支配动词 `ἀνήρπασαν`。
  5. 10.38.5τριακοστὸν ἔτος τοῦτο — 表示时间持续的“时间宾格(对格)”与指示代词 `τοῦτο` 相结合的副词性用法,意为“至今已有三十年之久”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.38.1-10.38.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.38.1-10.38.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。