§10.37.1ταῦτʼ ἐστίν, ὦ δημόται, τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα.
これらは、平民の皆さん、私を有名にし指揮官に引き上げた高貴な業績です。
ἐπεὶ δʼ ὀνόματος ἤδη λαμπροῦ τυγχάνων φανερὸς ἤμην, ἅπαντας ὑπέμενον τοὺς λοιποὺς ἀγῶνας αἰδούμενος τὰς ἐπὶ τοῖς προτέροις ἔργοις τιμὰς καὶ χάριτας ἀφανίσαι.
しかし、すでに輝かしい名声を得て有名になってからは、それ以前の業績に対する栄誉や感謝を消し去ってしまうことを恥じて、残りのあらゆる戦いに耐え抜きました。
καὶ διετέλεσα πάντα τὸν μεταξὺ χρόνον στρατευόμενος καὶ ταλαιπωρῶν καὶ οὐδένα κίνδυνον δεδιὼς οὐδὲ ὑπολογιζόμενος·
そして私はその間のすべての時間を従軍し、苦難に耐え、いかなる危険も恐れず、顧みることもなく過ごし続けました。
ἐξ ὧν ἁπάντων ἀριστεῖα καὶ σκῦλα καὶ στεφάνους καὶ τὰς ἄλλας τιμὰς παρὰ §10.37.2τῶν ὑπάτων ἔλαβον·
これらすべてのことから、私は数々の武功の褒賞、戦利品、冠、そしてその他の栄誉を執政官たちから受け取りました。
ἵνα δὲ συνελὼν εἴπω, μάχας μὲν ἐν τοῖς τετταράκοντα ἔτεσιν, ἐν οἷς διατελῶ στρατευόμενος, ἀμφὶ τὰς ἑκατὸν εἴκοσι μεμάχημαι, τραύματα δὲ πέντε καὶ τετταράκοντα εἴληφα καὶ πάντα ἐμπρόσθια, κατὰ νώτου δʼ οὐθέν.
手短に言えば、私が従軍し続けている四十年の間に、およそ百二十回の戦闘を戦い、四十五箇所の傷を負いましたが、すべて前面にあり、背中には一つもありません。
καὶ τούτων δώδεκά ἐστιν, ἃ συνέβη μοι λαβεῖν ἐν ἡμέρᾳ μιᾷ, ὅτε Σαβῖνος Ἑρδώνιος τὴν ἄκραν καὶ τὸ Καπιτώλιον κατελάβετο.
そして、これらのうち十二箇所は、サビニ人のヘルドニウスが砦とカピトリウムを占拠した際、一日のうちに負うことになったものです。
§10.37.3ἀριστεῖα δʼ ἐκ τῶν ἀγώνων ἐξενήνεγμαι τεσσαρεσκαίδεκα μὲν στεφάνους πολιτικούς, οἷς ἀνέδησάν με οἱ σωθέντες ἐν ταῖς μάχαις ὑπʼ ἐμοῦ, τρεῖς δὲ πολιορκητικοὺς πρῶτος ἐπιβὰς πολεμίων τείχεσι καὶ κατασχών, ὀκτὼ δὲ τοὺς ἐκ παρατάξεως, οἷς ὑπὸ τῶν αὐτοκρατόρων ἐτιμήθην·
また戦闘から私が獲得した勲功の褒賞としては、戦闘において私によって救われた人々が私の頭に授けてくれた十四個の市民冠、敵の城壁に最初に登ってこれを確保したことで得た三個の攻城冠、そして会戦において将軍たちから授与された八個の冠があります。
πρὸς δὲ τούτοις ὀγδοήκοντα μὲν καὶ τρεῖς χρυσοῦς στρεπτοὺς περιαυχενίους, ἑξήκοντα δὲ καὶ ἑκατὸν περιβραχιόνια χρύσεα, δόρατα δʼ ὀκτωκαίδεκα, φάλαρα δʼ ἐπίσημα πέντε πρὸς τοῖς εἴκοσιν, % ὧν ἐννέα ἦσαν, οὓς μονομαχῆσαί τινα ἡμῶν προκαλεσαμένους ἑκούσιος ὑποστὰς ἐνίκησα.
これらに加えて、首飾りの黄金のトルクが八十三个、黄金の腕輪が百六十個、槍が十八本、栄誉ある胸飾りが二十五个ありますが、そのうち九つは、私たちに一騎打ちを挑んできた者たちに対して、自ら進んで立ち向かい勝利して得たものです。
§10.37.4οὗτος μέντοι Σίκκιος, ὦ πολῖται, ὁ τοσαῦτα μὲν ἔτη στρατευσάμενος ὑπὲρ ὑμῶν, τοσαύτας δὲ μάχας ἀγωνισάμενος, τοσούτοις δὲ τετιμημένος ἀριστείοις, ὁ μηδένα κίνδυνον ὀκνήσας πώποτε μηδʼ ἀπειπάμενος ἄλλῃ ἐν παρατάξεσι καὶ ἐν τειχομαχίαις καὶ ἐν πεζοῖς καὶ ἐν ἱππεῦσι καὶ μετὰ πάντων καὶ σὺν ὀλίγοις καὶ μόνος, καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ὁ συγκατακτησάμενος τῇ πατρίδι πολλὴν καὶ ἀγαθὴν γῆν, τοῦτο μὲν ἣν Τυρρηνούς τε παὶ Σαβίνους ἀφείλεσθε, τοῦτο δὲ ἣν Αἰκανῶν καὶ Οὐολούσκων καὶ Πωμεντίνων κρατήσαντες ἔχετε, οὐδὲ τὴν ἐλαχίστην ἔχω μοῖραν ἐξ αὐτῆς λαβών, οὐδʼ ὑμῶν, ὦ δημόται, τῶν τὰ ὅμοια ταλαιπωρησάντων οὐδείς·
市民の皆さん、このようにあなた方の利益のために極めて多くの歳月を従軍し、非常に多くの戦闘を戦い抜き、これほど多くの功勲で栄誉を授かり、会戦においても、城壁の戦いにおいても、歩兵としても、騎兵としても、大勢のなかでも、少人数でも、ただ一人でも、いかなる危険も決して恐れず、あるいは拒むことなく、そして身体全体を傷だらけにされ、祖国のために多くの肥沃な土地を、一方ではエトルリア人やサビニ人から奪い取った土地、他方ではアイクィ族やウォルスキ族やポメティア人を制圧して手元にある土地を、共同で獲得したこのシッキウスが、そこからほんの少しの分け前すら受け取っておらず、平民の皆さん、同様の苦難に耐えたあなた方のうちの誰も受け取っていないのです。
οἱ δὲ βιαιότατοι τῶν ἐν τῇ πόλει καὶ ἀναιδέστατοι τὴν καλλίστην κατέχουσιν ἐξ αὐτῆς καὶ πολλὰ ἔτη κεκάρπωνται οὔτε δωρεὰν παρʼ ὑμῶν λαβόντες οὔτε χρημάτων πριάμενοι οὔτε ἄλλην δικαίαν κτῆσιν οὐδεμίαν αὐτῆς ἀποδεῖξαι δυνάμενοι.
それどころか、この都市の中で最も暴力的な者たち、最も破廉恥な者たちが、その中で最も素晴らしい土地を占有し、長年にわたりそこから収穫を得ているのです。 彼らはあなた方から贈り物としてそれを受け取ったのでもなく、金銭で買い取ったのでもなく、それに対する他のいかなる正当な所有権も示すことができないというのに。
§10.37.5καὶ εἰ μὲν ἴσα τοῖς ἄλλοις ἡμῖν ταλαιπωρήσαντες, ὅτʼ αὐτὴν ἐκτώμεθα, πλεῖον ἠξίουν ἡμῶν ἔχειν, ἦν μὲν οὐδʼ οὕτω δίκαιον οὐδὲ πολιτικὸν ὀλίγους σφετερίσασθαι τὰ κοινά, οὐ μὴν ἀλλʼ εἶχέ γέ τινα λόγον ἡ πλεονεξία τῶν ἀνθρώπων·
そしてもし彼らが、私たちが土地を獲得したときに、他の人々と同じように苦難を耐え、その上で私たちよりも多くを所有することを要求したのであれば、たとえそうであっても、少数の者が共有地を私物化することは正当でも市民的でもないとはいえ、それでも彼らの強欲さには何らかの言い分があったでしょう。
ὁπότε δʼ οὐθὲν ἔχοντες ἐπιδείξασθαι μέγα καὶ νεανικὸν ἔργον, ἀνθʼ οὗ τὰ ἡμέτερα βίᾳ κατέσχον, ἀναισχυντοῦσι καὶ οὐδʼ ἐξελεγχόμενοι μεθίενται αὐτῶν, τίς ἂν ἀνάσχοιτο;
しかし、彼らが私たちのものを暴力で占拠した代わりに示すことのできるような、偉大で勇敢な業績を何一つ持っていないのに、破廉恥にも、非難されてさえもそれを手放しようとしないとき、誰が耐えられるでしょうか。