§10.36.1ταῦθʼ ὑποσχόμενοι καὶ ὀμόσαντες ἀπέδειξαν ἡμέρας, ἐν αἷς ἀγορὰν ποιήσονται τοῦ δήμου καὶ τὰς ψήφους ἀναδώσουσι περὶ τῶν νόμων·
これらを約束し誓った上で、彼らは民会を催し諸法案について投票を投ずるための日を指定した。
ἐπιστάντος δὲ τοῦ χρόνου πρῶτον εἰσέφερον τὸν χωρονομικὸν νόμον καὶ πολλοὺς διελθόντες λόγους ἐκάλουν, εἴ τις τῷ νόμῳ συναγορεύειν βούλεται τῶν δημοτικῶν.
その時が到来すると、彼らはまず土地分配法を提案し、多くの演説を行った後、平民のうちで誰か法案に賛成の演説をしたい者がいるかと呼びかけた。
§10.36.2πολλῶν δὲ παριόντων καὶ τὰς ἑαυτῶν πράξεις, ἃς ἐν τοῖς πολέμοις ἀπεδείξαντο, προφερομένων καὶ ἀγανακτούντων, ὅτι πολλὴν ἀφελόμενοι γῆν τοὺς πολεμίους αὐτοὶ μὲν οὐδεμίαν εἰλήφασι μοῖραν, τοὺς δὲ χρήμασι καὶ φίλοις δυνατοὺς ἐσφετερισμένους ὁρῶσι τὰ κοινὰ καὶ καρπουμένους ἐκ τοῦ βιαιοτάτου, ἀξιούντων τε μὴ μόνον τοὺς κινδύνους εἶναι τῷ δήμῳ τοὺς ὑπὲρ τῶν κοινῶν ἀγαθῶν κοινούς, ἀλλὰ καὶ τὰς ἀπʼ αὐτῶν ἡδονάς τε καὶ ὠφελείας, καὶ τοῦ πλήθους ἀσμένως ἀκούοντος τοὺς λόγους, ὁ μάλιστα ἐπιρρώσας τὸν δῆμον καὶ μηδὲ φωνὴν ὑπομένειν τῶν ἀντιλεγόντων διαπραξάμενος ἦν Λεύκιος Σίκκιος, Δεντάτος ἐπικαλούμενος, πολλὰς πάνυ καὶ μεγάλας ἑαυτοῦ πράξεις διεξελθών.
多くの人々が進み出来て、自らが戦争において示した功績を持ち出しては、敵から多くの土地を奪ったにもかかわらず、自分たちは何の分け前も得ておらず、一方で富と友人の力を持つ有力者たちが共有地を私物化し、最も暴力的なやり方でそこから利益を得ているのを見て憤慨し、また共同の利益のための危険は平民にとって共同のものであるだけでなく、そこから得られる喜びや利益もまた共同のものであるべきだと主張した。 そして大衆がその演説を喜んで聞いているなかで、平民を最も鼓舞し、反対する者たちの声すら一切許さないようにさせたのは、ルキウス・シッキウスであり、デンタトゥスと呼ばれ、自らの非常に多く、かつ偉大な功績を詳細に語り尽くした者であった。
§10.36.3ἦν δʼ ὀφθῆναί τε θαυμαστὸς ὁ ἀνὴρ καὶ ἡλικίας ἐν τῷ κρατίστῳ δυεῖν δέοντα ἑξήκοντα γεγονὼς ἔτη καὶ φρονῆσαι τὰ δέοντα ἱκανὸς εἰπεῖν τε ὡς στρατιώτης οὐκ ἀδύνατος.
この男は見栄えが素晴らしく、年齢は最良の時期にあり(あと2年で60歳になる58歳であった)、必要なことを考える能力に長け、兵士として語る力にも事欠かなかった。
ἔφη δʼ οὖν παρελθών·
彼は進み出て次のように語った。
ἐγώ, ὦ δημόται, καθʼ ἕκαστον ἔργον τῶν ἐμοὶ πεπραγμένων εἰ βουλοίμην λέγειν, ἐπιλίποι ἄν με ὁ τῆς ἡμέρας χρόνος.
「平民の皆さん、私が自分の行った業績の一つひとつについて話そうとすれば、一日の時間が足りなくなるでしょう。
αὐτὰ δὲ τὰ κεφάλαια διʼ ἐλαχίστων ὡς ἐμὴ §10.36.4δύναμις ἐρῶ.
しかし、その要点だけを、私の力の及ぶ限り極めて手短に述べましょう。
τετταρακοστὸν μὲν ἔτος ἐστί μοι τοῦτο, ἐξ οὗ στρατεύομαι περὶ τῆς πατρίδος, τριακοστὸν δʼ ἐξ οὗ στρατιωτικῆς ἀεί τινος ἡγεμονίας τυγχάνων, τοτὲ μὲν σπείρας ἡγούμενος, τοτὲ δʼ ὅλου τάγματος, ἀρξάμενος ἀπὸ τῶν ὑπάτων Γαίου Ἀκυλλίου καὶ Τίτου Σικκίου, οἷς ἐψηφίσατο ἡ βουλὴ τὸν κατὰ Οὐολούσκων πόλεμον.
今年で私は祖国のために従軍して40年目になり、軍の何らかの指揮権を常に得てからは30年目になります。 ある時は中隊を率い、ある時は大隊全体を率いてきました。 それは元老院がウォルスキ族に対する戦争を議決した際の執政官、ガイウス・アキュッリウスとティトゥス・シッキウスの時から始まりました。
ἤμην γὰρ τότε ἑπτακαιεικοσέτης, ἐταττόμην δʼ ἔτι ὑπὸ λοχαγῷ.
私は当時27歳であり、当時はまだ一人の百人隊長の下に配属されていました。
§10.36.5γενομένης δὲ μάχης καρτερᾶς καὶ τροπῆς, καὶ τοῦ μὲν ἡγεμόνος τῆς σπείρας πεπτωκότος, τῶν δὲ σημείων κρατουμένων ὑπὸ τῶν ἐχθρῶν, μόνος ἐγὼ τὸν ὑπὲρ ἁπάντων κίνδυνον ἀράμενος τά τε σημεῖα διέσωσα τῇ σπείρᾳ καὶ τοὺς πολεμίους ἀνέστειλα καὶ τοῦ μὴ περιπεσεῖν αἰσχύνῃ τοὺς λοχαγοὺς αἰωνίῳ, διʼ ἣν θανάτου κακίων ὁ λοιπὸς ἂν αὐτοῖς βίος ἦν, αἴτιος ἐγενόμην φανερῶς, ὡς αὐτοί τε ὡμολόγουν χρυσῷ με ἀναδήσαντες στεφάνῳ, καὶ ὁ ὕπατος Σίκκιος ἐμαρτύρησεν ἡγεμόνα τῆς σπείρας ἀποδείξας.
激しい戦闘が起こって敗走となり、中隊の指揮官が倒れ、軍旗が敵の手中に落ちたとき、私一人が全員のための危険を引き受けて、軍旗を中隊のために救い出し、敵を押し戻しました。 そして百人隊長たちが、それによる残りの人生が死よりも不名誉なものとなったであろう永遠の不名誉に陥るのを防いだ決定的な原因となりました。 このことは彼ら自身も、私に黄金の冠を授けて認め、執政官シッキウスも私をその中隊の指揮官に任命して証言してくれました。
§10.36.6ἑτέρου τε πάλιν ἡμῖν ἀγῶνος ἐνστάντος, ἐν ᾧ τόν τε στρατοπεδάρχην τοῦ τάγματος ἡμῶν συνέβη πεσεῖν καὶ τὸν ἀετὸν ὑπὸ τοῖς πολεμίοις γενέσθαι, τὸν αὐτὸν τρόπον ὑπὲρ ὅλου τοῦ τάγματος ἀγωνισάμενος τόν τʼ ἀετὸν ἀνεκομισάμην καὶ τὸν στρατοπεδάρχην ἔσωσα·
また別の戦いが私たちに迫り、その中で私たちの軍団のキャンプ指揮官が転死し、鷲の軍旗が敵の手中に落ちたとき、私は同じやり方で軍団全体のために戦い、鷲の軍旗を奪い返し、キャンプ指揮官を救い出しました。
ὃς ἐμοὶ τῆς τότε βοηθείας χάριν ἀποδιδοὺς τῆς ἡγεμονίας τοῦ τάγματος ἀφίστατό μοι καὶ τὸν ἀετὸν ἐδίδου, ἐγὼ δʼ οὐκ ἔλαβον, οὐκ ἀξιῶν ᾧ τὸν βίον ἐχαρισάμην τούτου παρελέσθαι τὰς τιμὰς ἃς εἶχε καὶ τὰς ἐπὶ ταύταις εὐφροσύνας.
彼は当時の救助の恩義に報いるために、軍団の指揮権を私に譲り、鷲の軍旗を与えようとしましたが、私は、自分がその命を救った者から、その者が持っていた名誉やそれに伴う喜びを奪い去ることはふさわしくないと考え、受け取りませんでした。
ἐφʼ οἷς ἀγασθείς με ὁ ὕπατος τοῦ πρώτου τάγματος ἀπέδωκε τὴν στρατοπεδαρχίαν ἀπολωλεκότος ἐν τῇ μάχῃ τὸν ἡγεμόνα.
これに感嘆した執政官は、戦闘で指揮官を失っていた第一大隊のキャンプ指揮官の職を私に授けてくれました。