Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.37.1-10.37.5

登塔图斯列举战功与对土地垄断的控诉

第 777 段,共 962 段 · 希腊语

内容简介

登塔图斯具体列举了他在以往战斗中所获得的众多荣誉和伤痕,并强烈批评了现状:他和其他平民大兵没有分到任何公有土地,而无耻和残暴的权贵却在没有任何合法依据的情况下独占了这些土地。

§10.37.1ταῦτʼ ἐστίν, ὦ δημόται, τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα.
这就是,平民们,使我显赫并提拔我担任指挥官的高贵事迹。
ἐπεὶ δʼ ὀνόματος ἤδη λαμπροῦ τυγχάνων φανερὸς ἤμην, ἅπαντας ὑπέμενον τοὺς λοιποὺς ἀγῶνας αἰδούμενος τὰς ἐπὶ τοῖς προτέροις ἔργοις τιμὰς καὶ χάριτας ἀφανίσαι.
但在我已经获得显赫名声并为人瞩目之后,我忍受了余下的所有战斗,因为我羞于消除因先前的功绩而获得的荣誉与感激。
καὶ διετέλεσα πάντα τὸν μεταξὺ χρόνον στρατευόμενος καὶ ταλαιπωρῶν καὶ οὐδένα κίνδυνον δεδιὼς οὐδὲ ὑπολογιζόμενος· ἐξ ὧν ἁπάντων ἀριστεῖα καὶ σκῦλα καὶ στεφάνους καὶ τὰς ἄλλας τιμὰς παρὰ §10.37.2τῶν ὑπάτων ἔλαβον·
而在那期间的所有时间里,我都在服兵役、忍受艰辛,不惧怕也不考虑任何危险;从所有这一切中,我从执政官们那里获得。
ἵνα δὲ συνελὼν εἴπω, μάχας μὲν ἐν τοῖς τετταράκοντα ἔτεσιν, ἐν οἷς διατελῶ στρατευόμενος, ἀμφὶ τὰς ἑκατὸν εἴκοσι μεμάχημαι, τραύματα δὲ πέντε καὶ τετταράκοντα εἴληφα καὶ πάντα ἐμπρόσθια, κατὰ νώτου δʼ οὐθέν.
简而言之,在我持续服兵役的四十年中,我参加了大约一百二十场战斗,受了四十五处伤,且全部在身体前侧,背部一处也没有。
καὶ τούτων δώδεκά ἐστιν, ἃ συνέβη μοι λαβεῖν ἐν ἡμέρᾳ μιᾷ, ὅτε Σαβῖνος Ἑρδώνιος τὴν ἄκραν καὶ τὸ Καπιτώλιον κατελάβετο.
在这些伤口中,有十二处是我在一天之内受的,那是当萨宾人赫尔多尼乌斯占领卫城和卡皮托利乌斯山的时候。
§10.37.3ἀριστεῖα δʼ ἐκ τῶν ἀγώνων ἐξενήνεγμαι τεσσαρεσκαίδεκα μὲν στεφάνους πολιτικούς, οἷς ἀνέδησάν με οἱ σωθέντες ἐν ταῖς μάχαις ὑπʼ ἐμοῦ, τρεῖς δὲ πολιορκητικοὺς πρῶτος ἐπιβὰς πολεμίων τείχεσι καὶ κατασχών, ὀκτὼ δὲ τοὺς ἐκ παρατάξεως, οἷς ὑπὸ τῶν αὐτοκρατόρων ἐτιμήθην·
我从战斗中赢得了以下奖赏作为我的功绩:十四顶市民冠,是由那些在战斗中被我挽救因而生还的人戴在我头上的;三顶攻城冠,因我第一个登上敌人的城墙并将其占领;八顶会战冠,是由统帅们授予我的荣誉。
πρὸς δὲ τούτοις ὀγδοήκοντα μὲν καὶ τρεῖς χρυσοῦς στρεπτοὺς περιαυχενίους, ἑξήκοντα δὲ καὶ ἑκατὸν περιβραχιόνια χρύσεα, δόρατα δʼ ὀκτωκαίδεκα, φάλαρα δʼ ἐπίσημα πέντε πρὸς τοῖς εἴκοσιν, % ὧν ἐννέα ἦσαν, οὓς μονομαχῆσαί τινα ἡμῶν προκαλεσαμένους ἑκούσιος ὑποστὰς ἐνίκησα.
此外,还有八十三条黄金项圈、一百六十个黄金手镯、十八支长枪、二十五个精美胸饰,其中有九个是我自愿迎战并击败了那些向我们挑战进行单挑的敌人而获得的。
§10.37.4οὗτος μέντοι Σίκκιος, ὦ πολῖται, ὁ τοσαῦτα μὲν ἔτη στρατευσάμενος ὑπὲρ ὑμῶν, τοσαύτας δὲ μάχας ἀγωνισάμενος, τοσούτοις δὲ τετιμημένος ἀριστείοις, ὁ μηδένα κίνδυνον ὀκνήσας πώποτε μηδʼ ἀπειπάμενος ἄλλῃ ἐν παρατάξεσι καὶ ἐν τειχομαχίαις καὶ ἐν πεζοῖς καὶ ἐν ἱππεῦσι καὶ μετὰ πάντων καὶ σὺν ὀλίγοις καὶ μόνος, καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ὁ συγκατακτησάμενος τῇ πατρίδι πολλὴν καὶ ἀγαθὴν γῆν, τοῦτο μὲν ἣν Τυρρηνούς τε παὶ Σαβίνους ἀφείλεσθε, τοῦτο δὲ ἣν Αἰκανῶν καὶ Οὐολούσκων καὶ Πωμεντίνων κρατήσαντες ἔχετε, οὐδὲ τὴν ἐλαχίστην ἔχω μοῖραν ἐξ αὐτῆς λαβών, οὐδʼ ὑμῶν, ὦ δημόται, τῶν τὰ ὅμοια ταλαιπωρησάντων οὐδείς· οἱ δὲ βιαιότατοι τῶν ἐν τῇ πόλει καὶ ἀναιδέστατοι τὴν καλλίστην κατέχουσιν ἐξ αὐτῆς καὶ πολλὰ ἔτη κεκάρπωνται οὔτε δωρεὰν παρʼ ὑμῶν λαβόντες οὔτε χρημάτων πριάμενοι οὔτε ἄλλην δικαίαν κτῆσιν οὐδεμίαν αὐτῆς ἀποδεῖξαι δυνάμενοι.
然而,公民们,这就是西基乌斯,他为你们服役了这么多年,经历了这么多场战斗,荣获了这么多奖章,在会战、城墙攻坚战中,在步兵、骑兵中,与大众一起、与少数人一起、或是独自一人,从未畏惧也从未拒绝过任何危险,全身伤痕累累,他曾为祖国共同开拓了许多肥沃的土地——这既包括你们从伊特鲁里亚人和萨宾人那里夺取的土地,也包括你们击败埃魁人、沃尔西人和波梅蒂亚人后拥有的土地——而我却连其中最微小的一份也没有得到,平民们,你们这些承受了同样艰辛的人中也没有任何人得到;相反,城里最残暴、最无耻的人却占有了其中最美丽的部分,并享用其果实多年,他们既没有从你们那里获得赠予,也没有花钱购买,更无法证明自己对其拥有任何其他合法的占有权。
§10.37.5καὶ εἰ μὲν ἴσα τοῖς ἄλλοις ἡμῖν ταλαιπωρήσαντες, ὅτʼ αὐτὴν ἐκτώμεθα, πλεῖον ἠξίουν ἡμῶν ἔχειν, ἦν μὲν οὐδʼ οὕτω δίκαιον οὐδὲ πολιτικὸν ὀλίγους σφετερίσασθαι τὰ κοινά, οὐ μὴν ἀλλʼ εἶχέ γέ τινα λόγον ἡ πλεονεξία τῶν ἀνθρώπων·
而且,如果我们开拓土地时,他们像我们其他人一样承担了同等的艰辛,然后要求获得比我们更多的土地,即便如此,少数人私吞公有财产既不公平也不合乎公民精神,但他们的贪婪至少还有某种说得通的借口。
ὁπότε δʼ οὐθὲν ἔχοντες ἐπιδείξασθαι μέγα καὶ νεανικὸν ἔργον, ἀνθʼ οὗ τὰ ἡμέτερα βίᾳ κατέσχον, ἀναισχυντοῦσι καὶ οὐδʼ ἐξελεγχόμενοι μεθίενται αὐτῶν, τίς ἂν ἀνάσχοιτο;
但是,当他们没有任何伟大且英勇的事迹可以展示,以作为他们暴力霸占我们财产的代价,却依然厚颜无耻,甚至在被揭发后也不肯放手,谁能容忍这一点呢?

词汇与语法注释

  1. 10.37.1ταῦτʼ ἐστίν... τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα — 主语是指示代词 ταῦτα,谓语是带冠词的中性复数名词短语 τὰ ... γενναῖα ἔργα,其间嵌入了限定性分词短语 φανερώσαντά με(使我出名)和 εἰς ἡγεμονίας προαγαγόντα(提拔我至指挥官职位),构成了典型的倒装(Hyperbaton)结构。
  2. 10.37.4οὗτος μέντοι Σίκκιος... οὐδὲ τὴν ἐλαχίστην ἔχω μοῖραν — 句首的 οὗτος μέντοι Σίκκιος 以及随后一系列带冠词的分词短语均为第三人称主格形式,但主动词 ἔχω(我拥有)却采用了一人称单数,从而产生了人称不一致(破格/无约束句,Anacoluthon)。这一修辞手段使发言者从客观描绘自己的形象过渡到带有强烈个人情感的“我”之诉求。
  3. 10.37.5ἦν μὲν οὐδʼ οὕτω δίκαιον — 未完成过去时 ἦν 与无人称表达 δίκαιον(正当的)连用,在没有语气词 ἄν 的情况下,在非真实条件句的结论句(归结节)中表示违背事实的虚拟/潜在意义(“即便如此,过去也不会是正当的”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.37.1-10.37.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.37.1-10.37.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。