Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §10.30.1-10.30.8

護民官の十人への増員と対外遠征の勝利

770 / 962 箇所 · ギリシア語

要旨

元老院は護民官の数を5人から10人に増員することを認め、これによって内紛は治まり、ローマ軍はサビニ人とアイクイ人に対する遠征で勝利を収める。

§10.30.1εἰπόντος δὲ τοῦ ὑπάτου, ὅτι τοῦτο τὸ πολίτευμα τῇ βουλῇ συγχωροῦντες οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων, καὶ κελεύοντος λέγειν ὅτου δέονται, ὀλίγα διαλεχθεὶς τοῖς συνάρχουσιν ὁ §10.30.2Οὐεργίνιος, ἐπὶ τῆς βουλῆς ἔφησεν ἐρεῖν.
執政官が、この国制上の譲歩を元老院に行うならば、平民たちは他のいかなる中庸な要求においてもそれを取り逃すことはないだろうと述べ、彼らに何を必要としているのかを言うように促すと、ウェルギニウスは同僚の護民官たちと短く言葉を交わした後に、元老院において発言するつもりであると答えた。
καὶ μετὰ ταῦτα συναγαγόντων τὸ συνέδριον τῶν ὑπάτων παρελθὼν καὶ τὰ δίκαια τοῦ δήμου πρὸς τὴν βουλὴν ἅπαντα εἰσενεγκάμενος ᾐτήσατο διπλασιασθῆναι τὴν ἀρχὴν τὴν προισταμένην τοῦ δήμου, καὶ ἀντὶ τῶν πέντε δημάρχων δέκα εἰς ἕκαστον ἐνιαυτὸν ἀποδείκνυσθαι.
そしてその後、執政官たちが元老院会議を招集すると、彼は進み出て、民衆の権利に関する要求をすべて元老院に提出し、民衆を指導する官職を倍増させ、5人の護民官の代わりに毎年10人が任命されることを求めた。
τοῦτο οἱ μὲν ἄλλοι βλάβην οὐδεμίαν ᾤοντο τῷ κοινῷ φέρειν, ἀλλὰ διδόναι καὶ μὴ ἀντιπράττειν παρῄνουν, ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου, §10.30.3τοῦ τότε μέγιστον ἔχοντος ἐν τῇ βουλῇ κράτος.
他の人々は、これが国家にとって何の害ももたらさないと考え、当時元老院で最大の権威を誇っていたルキウス・クィンクティウスがその意見を先導したこともあり、これを認め、反対しないようにと勧告した。
εἷς δὲ μόνος ἀντέλεγε Γάιος Κλαύδιος, υἱὸς Ἀππίου Κλαυδίου, τοῦ παρὰ πάντα τὸν χρόνον τοῖς εἰσηγήμασι τῶν δημοτικῶν, εἴ τινα μὴ νόμιμα ἦν, ἐναντιωθέντος διαδεδεγμένος τὰ πολιτεύματα τοῦ πατρός, καὶ ὅτʼ αὐτὸς εἶχε τὴν ὕπατον ἀρχὴν κωλύσας δοθῆναι τοῖς δημάρχοις τὴν κατὰ τῶν ἱππέων τῶν ἐπὶ τῇ συνωμοσίᾳ διαβαλλομένων ἐξέτασιν, καὶ μακρὸν διεξελθὼν λόγον ἐδίδασκεν, ὅτι μετριώτερος μὲν ὁ δῆμος οὐδὲν οὐδὲ χρηστότερος ἔσται διπλασιασθείσης αὐτῷ τῆς ἀρχῆς, ἀνοητότερος δὲ καὶ βαρύτερος.
しかし、ただ一人ガイウス・クラウディウスだけが反対を唱えた。 彼は、平民たちの提案が少しでも不法なものであれば生涯を通じて常にそれに反対したアッピウス・クラウディウスの息子であり、父の政治方針を受け継いでいた。 彼自身が執政官の職にあったときにも、陰謀の疑いがあるとして告発されていた騎士たちに対する捜査権を護民官たちに与えることを阻止した人物であった。 彼は長い演説を行い、護民官の官職を倍増させても、民衆は少しも穏健にも善良にもならず、かえってより愚かで厄介なものになるだろうと説いた。
§10.30.4οὐ γὰρ ἐπὶ ῥητοῖς τισι παραλήψεσθαι τὴν ἀρχὴν τοὺς ὕστερον ἀποδειχθησομένους, ὥστε μένειν ἐπὶ τοῖς καθεστηκόσιν, ἀλλὰ καὶ τὸν περὶ τῆς κληρουχίας αὖθις θις προθήσειν λόγον καὶ τὸν ὑπὲρ τῆς ἰσοτιμίας, καὶ πάντας ἑξῆς ζητήσειν, ὅ τι λέγοντες ἢ πράττοντες τὸ μὲν τοῦ δήμου κράτος αὐξήσουσι, τὰς δὲ τῆς βουλῆς τιμὰς καταλύσουσι.
というのも、後に任命される者たちは、何か特定の合意事項に基づいてその職を引き受けるわけではないので、既存の取り決めに留まることはなく、むしろ土地分配に関する議論や、権利の平等に関する議論を再び持ち出し、全員が次々と、いかなる言動をもってすれば民衆の権力を増大させ、元老院の栄誉を失墜させることができるかを模索することになるからである、と。
καὶ σφόδρα ἐκίνησε τοὺς πολλοὺς ὁ λόγος.
この言葉は多くの人々を大いに動揺させた。
ἔπειτα μετήγαγεν αὐτοὺς ὁ Κοίντιος διδάσκων,
しかし、その後にクィンクティウスが彼らを説得して次のように引き戻した。
§10.30.5ὅτι πρὸς τῆς βουλῆς ἐστι τὸ πολλοὺς εἶναι τοῦ δήμου προστάτας.
すなわち、民衆の指導者が多数いることは元老院にとって有利である、と。
ἧττον γὰρ ὁμονοήσειν τοὺς πλείους τῶν ἐλαττόνων, μίαν δὲ βοήθειαν εἶναι τοῖς κοινοῖς, ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν, ἐὰν στασιάζῃ τὸ ἀρχεῖον καὶ μὴ πᾶσι τὸ αὐτὸ δοκῇ.
なぜなら、人数が多い方が少ない方よりも一致団結しにくく、もしその指導機関が分裂して全員が同じ意見を持たない場合こそ、国家にとって唯一の救済策となるのであり、それはガイウスの父アッピウス・クラウディウスが最初に見抜いたことであったからである。
§10.30.6ἐδόκει τε δὴ ταῦτα καὶ γίνεται δόγμα βουλῆς·
この意見が承認され、元老院の決議となった。
ἐξεῖναι τῷ δήμῳ δέκα δημάρχους καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι, τῶν δὲ τότε ὄντων ἐν ἀρχῇ μηθένα.
すなわち、民衆は毎年10人の護民官を任命することが許されるが、現在の現職者は一人も(再選されては)ならない、というものであった。
τοῦτο τὸ προβούλευμα οἱ περὶ τὸν Οὐεργίνιον λαβόντες ἐξήνεγκαν καὶ κυρώσαντες τὸν ἐπʼ αὐτῷ γραφέντα νόμον δέκα δημάρχους εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπέδειξαν.
ウェルギニウスたちはこの元老院勧告を受け取って民会に提示し、それに関する法律を可決させた上で、翌年のために10人の護民官を任命した。
§10.30.7παυσαμένης δὲ τῆς στάσεως καταγράψαντες τὰς δυνάμεις οἱ ὕπατοι διεκληρώσαντο τὰς ἐξόδους·
争いが終息すると、執政官たちは軍隊を徴募して出征先を抽選で決めた。
Μηνυκίῳ μὲν οὖν ὁ κατὰ Σαβίνων πόλεμος ἐδόθη, Ὁρατίῳ δὲ ὁ κατʼ Αἰκανῶν, καὶ κατὰ σπουδὴν ἐξῄεσαν ἀμφότεροι.
ミヌキウスにはサビニ人に対する戦争が、ホラティウスにはアイクイ人に対する戦争が割り当てられ、両者ともに急ぎ出陣した。
Σαβῖνοι μὲν οὖν τὰς πόλεις διὰ φυλακῆς ἔχοντες ὑπερεῖδον ἀγομένων τε καὶ φερομένων ἁπάντων τῶν κατὰ τοὺς ἀγρούς, Αἰκανοὶ δὲ τὴν ἐναντιωσομένην Ῥωμαίοις δύναμιν ἀπέστειλαν.
サビニ人たちは都市の守りを固めて、農村のあらゆるものが略奪されるのを傍観していたが、アイクイ人はローマ軍に対抗するために軍隊を派遣した。
§10.30.8ἀγωνισάμενοι δὲ λαμπρῶς οὐχ οἷοί τε ἐγένοντο τὴν Ῥωμαίων ὑπερβαλέσθαι δύναμιν, ἀλλʼ ἠναγκάσθησαν εἰς τὰς πόλεις ἀπελθεῖν ἀποβαλόντες τὸ πολίχνιον, ὑπὲρ οὗ τὸν ἀγῶνα ἐποιοῦντο.
彼らは勇敢に戦ったものの、ローマの軍事力に打ち勝つことはできず、その争奪の的となっていた小都市を失って、自分たちの都市へと退却することを余儀なくされた。
Ὁράτιος δὲ τρεψάμενος τοὺς πολεμίους καὶ πολλὰ τῆς χώρας αὐτῶν κακώσας τοῦ τε Κορβιῶνος τὰ τείχη κατασπάσας καὶ τὰς οἰκήσεις ἐκ θεμελίων ἀνελὼν ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου.
ホラティウスは敵を敗走させ、彼らの土地を大いに荒らし、コルビオンの城壁を引き倒し、その住居を根こそぎ破壊した後に、軍を引き連れて帰国した。

語釈・文法注

  1. 10.30.1οὐθενὸς ἄλλου ἁμαρτήσονται τῶν μετρίων — ἁμαρτάνω が属格(οὐθενὸς ἄλλου... τῶν μετρίων)を支配し、「(何かを)得損なう、取り逃す」という意味になる構文。条件分詞 συγχωροῦντες(「(この国制上の譲歩を)認めるならば」)を受けて、帰結節の主動詞として機能している。
  2. 10.30.2ἄρχοντος τῆς γνώμης Λευκίου Κοιντίου — 属格絶対。名詞 γνώμης は動詞 ἄρχοντος の支配する属格であり、「意見を主導する、先導する」という意味を成す。
  3. 10.30.5ἣν Ἄππιον Κλαύδιον τὸν Γαΐου πατέρα πρῶτον ἰδεῖν — 間接話法(ὅτι節)の内部において、関係代名詞 ἣν(先行詞は βοήθειαν)に導かれる関係節が対格不定詞構文(Ἄππιον... ἰδεῖν)をとっている。これは、著者が伝えるクィンクティウスの演説の引用(間接話法)が関係節にまで及んでいるためである。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §10.30.1-10.30.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.30.1-10.30.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。