§10.3.1τὸ μὲν οὖν καταλύσασθαι τὰ πρὸς ἀλλήλους ἐγκλήματα καὶ μιᾷ χρήσασθαι γνώμῃ περὶ τῶν κοινῶν, ὡς ὑπετίθεντο οἱ χρησμοί, πάντες ὡμολόγουν·
したがって、神託が示唆していたように、互いへの非難を解消し、国事に関して一つの意見を共有すべきであるということは、すべての人が同意していた。
ὅπως δʼ ἂν τοῦτο γένοιτο καὶ ἀπὸ τίνων ἀρξαμένων εἴκειν τοῖς ἑτέροις τὸ διάφορον παύσαιτο στασιάζον, οὐ §10.3.2μικρὰν αὐτοῖς παρεῖχεν ἀπορίαν.
しかし、いかにしてこれが起こりうるか、また誰が相手側に譲ることから始めて、対立する不和が争うのをやめるかということが、彼らに小さからぬ困惑をもたらした。
οἱ μὲν γὰρ ὕπατοι καὶ οἱ τῆς βουλῆς προεστῶτες τοὺς εἰσφέροντας καινὰ πολιτεύματα δημάρχους καὶ καταλύειν ἀξιοῦντας τὸν πάτριον τῆς πολιτείας κόσμον αἰτίους ἀπέφαινον τῆς ταραχῆς.
実際、執政官たちと元老院の指導者たちは、新たな政体を導入し、祖来の国制の秩序を解体しようとする護民官たちを混乱の原因であると指摘した。
οἱ δὲ δήμαρχοι σφᾶς μὲν αὐτοὺς οὐδὲν ἔλεγον ἀνάξιον δρᾶν οὔτε ἄδικον οὔτε ἀσύμφορον εὐνομίαν εἰσάγειν βουλομένους καὶ ἰσηγορίαν· τοὺς δὲ ὑπάτους καὶ τοὺς πατρικίους αἰτίους ἔσεσθαι τῆς στάσεως ἔλεγον ἀνομίαν αὔξοντας καὶ πλεονεξίαν καὶ §10.3.3ζηλοῦντας τὰ τῶν τυράννων ἔθη.
一方、護民官たちは、自分たちは良法と発言の平等を導入したいと望んでいるのであり、不当でも不義でも不利益でもないことを行っているのだと主張し、執政官たちと貴族たちこそが、不法と強欲を増長させ、僭主たちの悪弊を模倣しようと求めているため、内乱の原因になるであろうと主張した。
ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρʼ ἑκατέρων ἐπὶ πολλὰς ἡμέρας ἐλέγετο, καὶ προὔβαινε διὰ κενῆς ὁ χρόνος·
これらのことや、これらに類する多くのことが双方によって何日にもわたって語られ、時間は虚しく過ぎていった。
ἐν ᾧ τῶν κατὰ τὴν πόλιν οὔτε δημοσίων οὔτε ἰδίων οὐδὲν ἐτελεῖτο.
その間、市中では公的なことも私的なことも何一つ執り行われなかった。
ὡς δʼ οὐδὲν ἐγίνετο τῶν προὔργου, λόγων μὲν ἐκείνων καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατὰ τῆς βουλῆς, οἱ δήμαρχοι ἀπέστησαν· συναγαγόντες δὲ τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν ὑπέσχοντο τῷ δήμῳ νόμον εἰσοίσειν ὑπὲρ ὧν ἠξίουν.
しかし、実効のあることが何一つなされなかったので、護民官たちは、元老院に対して行っていたそれらの議論や告発を止め、群衆を民会に集めて、自分たちが要求している事柄に関する法案を民衆に提示することを約束した。
§10.3.4ἐπαινέσαντος δὲ τοῦ πλήθους τὸν λόγον οὐδὲν ἔτι ἀναβαλόμενοι τὸν παρασκευασθέντα νόμον ἀνέγνωσαν·
群衆がその提案を賛美すると、彼らはもはや一切延期することなく、準備していた法案を朗読した。
κεφάλαια δὲ αὐτοῦ τάδε ἦν·
その要点は以下の通りであった。
ἄνδρας αἱρεθῆναι δέκα ὑπὸ τοῦ δήμου συναχθείσης ἀγορᾶς ἐννόμου τοὺς πρεσβυτάτους τε καὶ φρονιμωτάτους, οἷς ἐστι πλείστη πρόνοια τιμῆς τε καὶ δόξης ἀγαθῆς·
適法な民会が招集された上で、民衆によって十人の男、すなわち名誉と優れた評判を最も重んじる、最も年長で最も思慮深い人々が選出されること。
τούτους δὲ συγγράψαντας τοὺς ὑπὲρ ἁπάντων νόμους τῶν τε κοινῶν καὶ τῶν ἰδίων εἰς τὸν δῆμον ἐξενεγκεῖν·
そして、彼らが公私のすべての事柄に関する法案を起草し、民衆に提示すること。
τοὺς δὲ συγγραφησομένους ὑπʼ αὐτῶν νόμους κεῖσθαι ἐν ἀγορᾷ ταῖς καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδειχθησομέναις ἀρχαῖς καὶ τοῖς ἰδιώταις ὅρους τῶν πρὸς ἀλλήλους δικαίων.
また、彼らによって起草される法律は、毎年任命される政務官たちおよび私人たちにとって、互いに対する権利の基準として、広場に掲げられること。
§10.3.5τοῦτον προθέντες τὸν νόμον ἐξουσίαν ἔδοσαν τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν, ἀποδείξαντες τὴν τρίτην ἀγοράν.
彼らはこの法案を提示した上で、第三の定期集会の日を指定し、それを批判したいと望む人々にその権限を与えた。
ἦσαν δὲ πολλοὶ καὶ οὐχ οἱ φαυλότατοι τῶν ἐκ τοῦ συνεδρίου, πρεσβύτεροι καὶ νέοι, κατήγοροι τοῦ νόμου, λόγους διεξιόντες ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς·
すると、元老院議員のうち、年長者も若者も含め、卑賎ならぬ多くの人々がその法案の告発者となり、多大な注意と準備をもって議論を展開した。
καὶ §10.3.6τοῦτʼ ἐφʼ ἡμέρας ἐγίνετο συχνάς.
そしてこのことが何日も続けて行われた。
ἔπειτα οἱ δήμαρχοι δυσχεραίνοντες ἐπὶ τῇ διατριβῇ τοῦ χρόνου λόγον μὲν οὐδένα ἔτι τοῖς κατηγόροις τοῦ νόμου προέθεσαν, ἡμέραν δὲ ἀποδείξαντες, ἐν ᾗ κυρώσειν αὐτὸν ἔμελλον, παρεῖναι τοὺς δημότας εἰς αὐτὴν παρεκάλουν ἀθρόους, ὡς οὐκέτι ταῖς μακραῖς δημηγορίαις ἐνοχληθησομένους, ἀλλʼ ἐποίσοντας ὑπὲρ αὐτοῦ τὴν ψῆφον κατὰ φυλάς.
その後、護民官たちは時間の浪費に嫌気がさし、もはや法案の批判者たちに発言の機会を与えず、それを可決する予定の日を指定して、市民たちにそこに一斉に集まるよう促した。 それは、彼らがもはや長々とした演説に煩わされることなく、部族ごとにそれに対して投票を行うためであった。
οἱ μὲν δὴ ταῦτα ὑποσχόμενοι διέλυσαν τὴν ἐκκλησίαν.
彼らはこれらのことを約束して、民会を解散した。