Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §10.2.1-10.2.6

法典化を巡る対立と肉の雨の不吉な兆候

742 / 962 箇所 · ギリシア語

要旨

護民官アウルス・ウェルギニウスらが法典化の推進を図るが執政官や元老院らがこれに強く対立する中、天から肉の破片が降る奇妙な怪異が発生する。シビュラの神託によってこの怪異が内乱の予兆であると判明し、一同は神事を執り行い、安全対策について協議する。

§10.2.1τότε δʼ αὐτὸ παραλαβόντες οἱ περὶ Αὖλον Οὐεργίνιον δήμαρχοι τελειῶσαι ἐβούλοντο·
その時、アウルス・ウェルギニウスら護民官たちがそれを受け継めて成し遂げようと望んだ。
ἵνα δὲ μὴ τοῦτο γένοιτο μηδὲ κατὰ νόμους ἀναγκασθεῖεν πολιτεύεσθαι, πάντα ἐπιμηχανώμενοι διετέλουν οἵ τε ὕπατοι καὶ ἡ βουλὴ καὶ τῶν ἄλλων πολιτῶν οἱ πλεῖστον ἐν τῇ πόλει δυνάμενοι·
しかし、これが起こらず、また法律に従って政治を行うことを強制されないようにと、執政官たちも元老院も、また他の市民のうちで市中で最も力を持つ者たちも、あらゆる手段を画策し続けた。
βουλαί τε πολλαὶ καὶ ἐκκλησίαι συνεχεῖς ἐγίνοντο πεῖραί τε παντοῖαι ταῖς ἀρχαῖς κατʼ ἀλλήλων, ἐξ ὧν οὐκ ἄδηλον ἅπασιν ἦν, ὅτι μεγάλη τις καὶ ἀνήκεστος ἐξ ἐκείνης τῆς φιλονεικίας ἀναστήσεται τῇ πόλει συμφορά.
多くの元老院会議や絶え間ない民会が催され、官職者たちによる互いに対するあらゆる試みがなされたが、それらのことから、その対立から何か重大で取り返しのつかない災厄が市に立ち上がるであろうということは、すべての人にとって明白であった。
§10.2.2συνήπτετο δὲ τοῖς ἀνθρωπίνοις λογισμοῖς καὶ τὰ θεῖα δείματα προσγενόμενα, ὧν ἔνια οὔτʼ ἐν δημοσίαις εὑρίσκετο γραφαῖς οὔτε κατʼ ἄλλην φυλαττόμενα μνήμην οὐδεμίαν.
そして、人間の思惑に、神的な恐怖が加わったことが結びついた。 それらの兆候のうちいくつかは、公的な記録にも見出されず、他のいかなる記憶によっても保持されていなかった。
§10.2.3ὅσα μὲν γὰρ ἐν οὐρανῷ σέλα φερόμενα καὶ πυρὸς ἀνάψεις ἐφʼ ἑνὸς μένουσαι τόπου γῆς τε μυκήματα καὶ τρόμοι συνεχεῖς ἐγίνοντο, μορφαί τʼ εἰδώλων ἄλλοτʼ ἀλλοῖαι δι’ ἀέρος φερόμεναι καὶ φωναὶ ταράττουσαι διάνοιαν ἀνθρώπων, καὶ πάντα ὅσα τούτοις ὅμοια συνέπιπτεν, εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα ἧττον τε καὶ μᾶλλον· οὗ δὲ ἄπειροί τε καὶ ἀνήκοοι ἔτι ἦσαν καὶ ἐφʼ ᾧ μάλιστα ἐταράχθησαν, τοιόνδʼ ἦν·
というのも、天を走る閃光や、一箇所に留まる炎の燃え上がり、また大地の鳴動や絶え間ない震動が起こり、空中を飛び交う様々な幻影の姿や、人々の心を惑わす声、そしてこれらに類する起こったすべての事柄は、昔にも多かれ少なかれ起こったことがあるとわかったが、彼らがそれまで経験したことも聞いたこともなく、それによって最も動揺したものは、次のようなものであった。
νιφετὸς ἐξ οὐρανοῦ κατέσκηψεν εἰς γῆν πολὺς οὐ χιόνα καταφέρων, ἀλλὰ σαρκῶν θραύσματα ἐλάττω τε καὶ μείζω.
すなわち、天から地上へ激しい降雪が襲ったが、雪を降らせるのではなく、大小さまざまな肉の破片を降らせるものであった。
§10.2.4τούτων τὰ μὲν πολλὰ μετάρσια προσπετόμεναι πτηνῶν ὅσαι εἰσὶν ἀγέλαι τοῖς στόμασιν ἥρπαζον, τὰ δʼ ἐπὶ τὴν γῆν ἐνεχθέντα ἐν αὐτῇ τε τῇ πόλει καὶ κατὰ τοὺς ἀγροὺς μέχρι πολλοῦ χρόνου κείμενα ἦν οὔτε χρόαν μεταβάλλοντα, οἵαν ἴσχουσι παλαιούμεναι σάρκες, οὔτε σηπεδόνι διαλυόμενα, ὦζέ τε ἀπʼ αὐτῶν οὐδὲν πονηρόν.
これらの肉片の大部分は、飛来した鳥のあらゆる群れが空中で口にひったくっていったが、地上に落ちたものは、市内でも地方でも長い間横たわったままでありながら、古くなった肉が帯びるような色に変えることもなく、腐敗によって分解されることもなく、それらからは何の悪臭も放たれなかった。
§10.2.5τοῦτο τὸ τέρας οἱ μὲν ἐπιχώριοι μάντεις οὐχ οἷοί τʼ ἦσαν συμβαλεῖν·
この不吉な兆候を、地元の占い師たちは解釈することができなかった。
ἐν δὲ τοῖς Σιβυλλείοις εὑρέθη χρησμοῖς, ὅτι πολεμίων ἀλλοεθνῶν παρελθόντων εἰς τὸ τεῖχος ἀγὼν ὑπὲρ ἀνδραποδισμοῦ καταλήψεται τὴν πόλιν, ἄρξει δὲ τοῦ πρὸς τοὺς ἀλλοεθνεῖς πολέμου στάσις ἐμφύλιος, ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ἐκ τῆς πόλεως καὶ θεοὺς παραιτουμένους θυσίαις τε καὶ εὐχαῖς ἀποτρέψαι τὰ δεινά· καὶ §10.2.6κρείττους ἔσεσθαι τῶν ἐχθρῶν.
しかし、シビュラの神託の中に、異民族の敵が城壁の中に入り込んで、奴隷化をめぐる争いが市を襲うであろうということ、そして異民族との戦争の始まりとなるのは内乱であり、それが始まった時に、市から追い出し、そして犠牲や祈りによって神々の怒りを宥めつつ、恐ろしい出来事を回避しなければならないということ、そして敵よりも優勢になるであろうということが見出された。
ὡς δʼ ἐξηνέχθη ταῦτʼ εἰς τὸ πλῆθος, ἱερὰ μὲν πρῶτον ἔθυσαν, οἷς ἡ τούτων ἐπιμέλεια ἀνέκειτο, θεοῖς ἐξακεστηρίοις τε καὶ ἀποτροπαίοις, ἔπειτα συναχθέντες εἰς τὸ βουλευτήριον οἱ σύνεδροι παρόντων καὶ τῶν δημάρχων ὑπὲρ ἀσφαλείας τε καὶ σωτηρίας τῆς πόλεως ἐσκόπουν.
これらが民衆に公表されると、まず、これらの配慮が委ねられていた者たちが、災いを取り除く神々や災いを避ける神々に神聖な犠牲を捧げ、その後、元老院議員たちが議事堂に集まり、護民官たちも出席する中で、市の安全と救済について協議した。

語釈・文法注

  1. 10.2.1οἱ περὶ Αὖλον Οὐεργίνιον — 「οἱ περί + 対格」の表現は、中心となる人物(アウルス・ウェルギニウス)とその随行者や同僚を一体として指す慣用句であり、ここでは彼と同僚の護民官たちを意味する。
  2. 10.2.3οὗ δὲ ἄπειροί τε καὶ ἀνήκοοι ἔτι ἦσαν — 関係代名詞 `οὗ` は中性単数属格であり、後続する怪異(大小の肉の雨)の内容を指す。形容詞 `ἄπειροι` および `ἀνήκοοι` が属格を支配するため、属格をとっている。
  3. 10.2.5ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ... ἀποτρέψαι — 非人称動詞の過去形 `χρῆν`(`ἐχρῆν`)に、意味上の主語を示す対格 `ἐξελαύνοντας`(ローマ人たち)と、現在分詞 `ἀρχομένην`(関係代名詞 `ἣν` [=内乱 `στάσις`]に一致する女性単数対格)および不定詞 `ἀποτρέψαι` が続く構造。「内乱が始まった時に、[ローマ人たちが]それを市から追い出して回避すべきであった」という意味。
  4. 10.2.6κρείττους ἔσεσθαι τῶν ἐχθρῶν — 未来不定詞 `ἔσεσθαι` の意味上の主語は対格の `κρείττους`(ローマ人たち)であり、前節の `ὅτι` 節(または神託 `χρησμοῖς` の間接話法)の帰結として「彼らが敵よりも優勢になるであろう」という神託の内容を継続している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §10.2.1-10.2.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.2.1-10.2.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。