§10.3.1τὸ μὲν οὖν καταλύσασθαι τὰ πρὸς ἀλλήλους ἐγκλήματα καὶ μιᾷ χρήσασθαι γνώμῃ περὶ τῶν κοινῶν, ὡς ὑπετίθεντο οἱ χρησμοί, πάντες ὡμολόγουν· ὅπως δʼ ἂν τοῦτο γένοιτο καὶ ἀπὸ τίνων ἀρξαμένων εἴκειν τοῖς ἑτέροις τὸ διάφορον παύσαιτο στασιάζον, οὐ §10.3.2μικρὰν αὐτοῖς παρεῖχεν ἀπορίαν.
因此,正如神谕所建议的那样,所有人均同意应当消除彼此之间的指控,并对公共事务采取统一的意见;然而,这该如何实现,以及该从哪些人开始向对方让步,从而使处于争端中的不和停止斗争,这给他们带来了不小的困惑。
οἱ μὲν γὰρ ὕπατοι καὶ οἱ τῆς βουλῆς προεστῶτες τοὺς εἰσφέροντας καινὰ πολιτεύματα δημάρχους καὶ καταλύειν ἀξιοῦντας τὸν πάτριον τῆς πολιτείας κόσμον αἰτίους ἀπέφαινον τῆς ταραχῆς.
事实上,执政官和元老院的首领们指出,那些引入新政体并要求瓦解祖传国制秩序的护民官们,才是混乱的根源。
οἱ δὲ δήμαρχοι σφᾶς μὲν αὐτοὺς οὐδὲν ἔλεγον ἀνάξιον δρᾶν οὔτε ἄδικον οὔτε ἀσύμφορον εὐνομίαν εἰσάγειν βουλομένους καὶ ἰσηγορίαν· τοὺς δὲ ὑπάτους καὶ τοὺς πατρικίους αἰτίους ἔσεσθαι τῆς στάσεως ἔλεγον ἀνομίαν αὔξοντας καὶ πλεονεξίαν καὶ §10.3.3ζηλοῦντας τὰ τῶν τυράννων ἔθη.
而护民官们则声称,他们自己希望引入良法和同等的发言权,绝没有做任何不体面、不公正或不利的事情;相反,他们宣称执政官和贵族们才是内讧的根源,因为他们增加不法和贪婪,并效仿僭主的习俗。
ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρʼ ἑκατέρων ἐπὶ πολλὰς ἡμέρας ἐλέγετο, καὶ προὔβαινε διὰ κενῆς ὁ χρόνος· ἐν ᾧ τῶν κατὰ τὴν πόλιν οὔτε δημοσίων οὔτε ἰδίων οὐδὲν ἐτελεῖτο.
这些以及许多与此相似的话被双方争论了许多天,时间虚度,其间城里无论是公事还是私事,一件也没有办理。
ὡς δʼ οὐδὲν ἐγίνετο τῶν προὔργου, λόγων μὲν ἐκείνων καὶ κατηγοριῶν, ἃς ἐποιοῦντο κατὰ τῆς βουλῆς, οἱ δήμαρχοι ἀπέστησαν· συναγαγόντες δὲ τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν ὑπέσχοντο τῷ δήμῳ νόμον εἰσοίσειν ὑπὲρ ὧν ἠξίουν.
由于没有任何实际成效,护民官们便停止了他们针对元老院的那些言辞和控诉;他们在召集群众参加公民大会后,向平民承诺将就他们所要求的事项提出一项法案。
§10.3.4ἐπαινέσαντος δὲ τοῦ πλήθους τὸν λόγον οὐδὲν ἔτι ἀναβαλόμενοι τὸν παρασκευασθέντα νόμον ἀνέγνωσαν· κεφάλαια δὲ αὐτοῦ τάδε ἦν· ἄνδρας αἱρεθῆναι δέκα ὑπὸ τοῦ δήμου συναχθείσης ἀγορᾶς ἐννόμου τοὺς πρεσβυτάτους τε καὶ φρονιμωτάτους, οἷς ἐστι πλείστη πρόνοια τιμῆς τε καὶ δόξης ἀγαθῆς· τούτους δὲ συγγράψαντας τοὺς ὑπὲρ ἁπάντων νόμους τῶν τε κοινῶν καὶ τῶν ἰδίων εἰς τὸν δῆμον ἐξενεγκεῖν· τοὺς δὲ συγγραφησομένους ὑπʼ αὐτῶν νόμους κεῖσθαι ἐν ἀγορᾷ ταῖς καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδειχθησομέναις ἀρχαῖς καὶ τοῖς ἰδιώταις ὅρους τῶν πρὸς ἀλλήλους δικαίων.
群众赞同这一提议后,他们不再拖延,宣读了准备好的法案;其要点如下:由平民在召集的合法集会中选出十名最年长且最明智、对荣誉和良好名声最为看重的男子;由这些人起草关于公共和私人一切事务的法律,并呈报给平民;由他们起草的法律应当公布在广场上,作为每年任命的官员以及普通公民之间相互权益的准则。
§10.3.5τοῦτον προθέντες τὸν νόμον ἐξουσίαν ἔδοσαν τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν, ἀποδείξαντες τὴν τρίτην ἀγοράν.
他们公布了这项法案,并指定了第三个集市日,允许那些想要对该法案提出控诉的人发言。
ἦσαν δὲ πολλοὶ καὶ οὐχ οἱ φαυλότατοι τῶν ἐκ τοῦ συνεδρίου, πρεσβύτεροι καὶ νέοι, κατήγοροι τοῦ νόμου, λόγους διεξιόντες ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς· καὶ §10.3.6τοῦτʼ ἐφʼ ἡμέρας ἐγίνετο συχνάς.
元老院中许多地位高尚的人,不论长幼,都成了该法案的反对者,极其用心且作了充分准备地发表演说;并且这种情况持续了许多天。
ἔπειτα οἱ δήμαρχοι δυσχεραίνοντες ἐπὶ τῇ διατριβῇ τοῦ χρόνου λόγον μὲν οὐδένα ἔτι τοῖς κατηγόροις τοῦ νόμου προέθεσαν, ἡμέραν δὲ ἀποδείξαντες, ἐν ᾗ κυρώσειν αὐτὸν ἔμελλον, παρεῖναι τοὺς δημότας εἰς αὐτὴν παρεκάλουν ἀθρόους, ὡς οὐκέτι ταῖς μακραῖς δημηγορίαις ἐνοχληθησομένους, ἀλλʼ ἐποίσοντας ὑπὲρ αὐτοῦ τὴν ψῆφον κατὰ φυλάς.
随后,护民官们对时间的拖延感到厌烦,不再给该法案的反对者们提供发言的机会,而是指定了准备通过该法案的一天,并号召公民们届时集体出席,因为他们将不再受到冗长演说的打扰,而是将按部落对该法案进行投票。
οἱ μὲν δὴ ταῦτα ὑποσχόμενοι διέλυσαν τὴν ἐκκλησίαν.
他们作出了这些承诺后,便解散了公民大会。