§10.21.1ἀποδοὺς δὲ τοῖς Τυσκλάνοις τὴν πόλιν Φάβιος περὶ δείλην ὀψίαν ἀνίστησι τὴν στρατιάν.
ファビウスはトゥスクルム人に都市を返還すると、夕暮れ遅くに軍を移動させた。
καὶ ὡς εἶχε τάχους ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, ἀκούων περὶ πόλιν Ἀλγιδὸν ἀθρόας εἶναι τάς τε Οὐολούσκων καὶ τὰς Αἰκανῶν δυνάμεις.
そして、ウォルスキ人とアイクィ人の軍勢がアルギドゥス市付近に集結していると聞き、全速力で敵に向かって進軍した。
ποιησάμενος δὲ δι’ ὅλης νυκτὸς σύντονον ὁδὸν ὑπʼ αὐτὸν τὸν ὄρθρον ἐπιφαίνεται τοῖς πολεμίοις ἐστρατοπεδευκόσιν ἐν πεδίῳ καὶ οὔτε τάφρον περιβεβλημένοις οὔτε χάρακα, ὡς ἐν οἰκείᾳ τε γῇ καὶ καταφρονήσει τοῦ ἀντιπάλου.
夜通し強行軍を行い、夜明け直前に、平原に宿営している敵の前に姿を現した。 敵は自国の領土内にいるかのように、また敵を軽んじているかのように、濠も巡らさず、柵も設けていなかった。
§10.21.2παρακελευσάμενος δὲ τοῖς ἀμφʼ αὐτὸν ἀγαθοῖς ἀνδράσι γίνεσθαι πρῶτος εἰσελαύνει μετὰ τῶν ἱππέων εἰς τὴν τῶν πολεμίων παρεμβολήν, καὶ οἱ πεζοὶ συναλαλάξαντες εἵποντο·
彼は周囲の者たちに勇気ある男となるよう励ますと、自ら騎兵を率いて真っ先に敵の陣営に突入し、歩兵たちも一斉に鬨の声を上げて後に続いた。
τῶν δʼ οἱ μὲν ἔτι κοιμώμενοι ἐφονεύοντο, οἱ δʼ ἀρτίως ἀνεστηκότες καὶ πρὸς ἀλκὴν ἐπιχειροῦντες τραπέσθαι, οἱ δὲ πλείους φεύγοντες ἐσκεδάννυντο.
敵のうち、ある者はまだ眠っている間に殺され、またある者は起き上がったばかりで抵抗を試みようとしていたが、大部分は逃げ惑って散り散りになった。
§10.21.3ἁλόντος δὲ τοῦ στρατοπέδου κατὰ πολλὴν εὐπέτειαν ἐπιτρέψας τοῖς στρατιώταις τὰ χρήματα ὠφελεῖσθαι καὶ τὰ σώματα πλὴν ὅσα Τυσκλάνων ἦν, οὐ πολὺν ἐνταῦθα διατρίψας χρόνον ἐπὶ τὴν Ἐχετράνων πόλιν ἦγε τὴν δύναμιν, ἣ τότε ἦν τοῦ Οὐολούσκων ἔθνους ἐπιφανεστάτη τε κἀν τῷ κρατίστῳ μάλιστα τόπῳ κειμένη.
陣営が極めて容易に占領されると、彼は兵士たちに、トゥスクルム人のものを除くすべての財産と捕虜を分捕り品とすることを許し、そこに長く留まることなく、エケトラ人の都市へと軍を進めた。 その都市は当時ウォルスキ民族の中で最も著名であり、かつ最も堅固な場所に位置していた。
§10.21.4στρατοπεδεύσας δὲ πλησίον τῆς πόλεως ἐπὶ πολλὰς ἡμέρας κατʼ ἐλπίδα τοῦ προελεύσεσθαι τοὺς ἔνδον εἰς μάχην, ὡς οὐδεμία ἐξῄει στρατιά, τὴν γῆν αὐτῶν ἐδῄου ἀνθρώπων μεστὴν οὖσαν καὶ βοσκημάτων.
その都市の近くに数日間宿営し、市内の者たちが戦いのために出てくることを期待したが、一兵も出てこなかったため、彼は人々や家畜で満ちていた彼らの土地を荒廃させた。
οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰ ἐκ τῶν ἀγρῶν αἰφνιδίου γενηθείσης αὐτοῖς τῆς ἐφόδου.
というのも、彼らにとって急襲が突然であったため、畑から物を避難させる余裕がなかったからである。
ἐφεὶς δὲ καὶ ταῦτα τοῖς στρατιώταις διαρπάζειν ὁ Φάβιος καὶ πολλὰς ἐν τῇ προνομῇ διατρίψας ἡμέρας ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν.
ファビウスはこれらをも兵士たちに略奪することを許し、略奪に多くの日数を費やしたのち、軍を帰路につかせた。
§10.21.5ὁ δʼ ἕτερος τῶν ὑπάτων Κορνήλιος ἐπὶ τοὺς ἐν Ἀντίῳ Ῥωμαίους τε καὶ Οὐολούσκους ἐλαύνων ἐπιτυγχάνει στρατιᾷ πρὸ τῶν ὁρίων αὐτὸν ὑποδεχομένῃ.
一方、もう一人の執政官コルネリウスは、アンティウムにいるローマ人とウォルスキ人に向かって進軍していたが、国境の手前で彼を待ち受けている軍勢に遭遇した。
παραταξάμενος δὲ αὐτοῖς καὶ πολλοὺς μὲν φονεύσας, τοὺς δὲ λοιποὺς τρεψάμενος ἀγχοῦ τῆς πόλεως κατεστρατοπέδευσεν.
彼は彼らと戦列を交えて対峙し、多くを殺害し、残りを敗走させ、都市の近くに宿営した。
οὐ τολμώντων δὲ τῶν ἐκ τῆς πόλεως οὐκέτι χωρεῖν εἰς μάχην πρῶτον μὲν τὴν γῆν αὐτῶν ἔκειρεν, ἔπειτα τὴν πόλιν ἀπετάφρευε καὶ περιεχαράκου.
都市から出てくる者たちがもはや戦闘に進み出ようとしなかったので、彼はまず彼らの土地を荒らし、次いで都市の周囲に濠を掘り、柵を巡らせた。
τότε δὴ πάλιν ἀναγκασθέντες ἐξῆλθον ἐκ τῆς πόλεως πανστρατιᾷ, πολὺς καὶ ἀσύντακτος ὄχλος, καὶ συμβαλόντες εἰς μάχην ἔτι κάκιον ἀγωνισάμενοι κατακλείονται τὸ δεύτερον εἰς τὴν πόλιν, αἰσχρῶς καὶ ἀνάνδρως φεύγοντες.
その時になって初めて、彼らは再び余儀なくされて全軍で、すなわち統制を欠いた大群衆として都市から出てきた。 そして戦闘を交えたが、さらに無残に戦い、恥ずべき、かつ卑怯な敗走をして、二度目として都市の中に閉じ込められた。
§10.21.6ὁ δʼ ὕπατος οὐδεμίαν αὐτοῖς ἀναστροφὴν ἔτι δοὺς κλίμακας προσέφερε τοῖς τείχεσι καὶ κριοῖς ἐξέκοπτε τὰς πύλας.
執政官は彼らにこれ以上猶予を与えず、城壁に梯子をかけ、破城槌で門を打ち破った。
ἐπιπόνως δὲ καὶ ταλαιπώρως τῶν ἔνδον ἀπομαχομένων οὐ πολλὰ πραγματευθεὶς κατὰ κράτος αἱρεῖ τὴν πόλιν.
市内の者たちは骨を折り苦心して防戦したものの、彼は大した困難もなく力ずくで都市を占領した。
χρήματα μὲν οὖν αὐτῶν, ὅσα χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς ἐνῆν, εἰς τὸ δημόσιον ἐκέλευσεν ἀναφέρειν, ἀνδράποδα δὲ τοὺς ταμίας παραλαμβάνοντας καὶ τὰ λοιπὰ λάφυρα πωλεῖν·
そこで彼は、彼らの財産のうち、金、銀、銅でそこにあったものを公庫に納めるよう命じ、財務官たちに奴隷やその他の戦利品を引き取らせて売却させた。
τοῖς δὲ στρατιώταις ἐσθῆτα καὶ τροφὰς καὶ ὅσʼ ἄλλα τοιαῦτα ἐδύναντο ὠφελεῖσθαι ἐπέτρεψεν.
一方、兵士たちには衣服や食糧、その他彼らの益となりうる同様のものを取ることを許した。
§10.21.7ἔπειτα διακρίνας τῶν τε κληρούχων καὶ τῶν ἀρχαίων Ἀντιατῶν τοὺς ἐπιφανεστάτους τε καὶ τῆς ἀποστάσεως αἰτίους — ἦσαν δὲ πολλοί — ῥάβδοις τε ᾐκίσατο μέχρι πολλοῦ καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποτεμεῖν.
その後、彼は植民者と古くからのアンティウム人の中から、最も著名で反乱の責任がある者たち――彼らは多数にのぼった――を選び出し、長い間彼らを笞で打ち据え、彼らの首を刎ねるよう命じた。
ταῦτα διαπραξάμενος ἀπῆγε καὶ αὐτὸς ἐπʼ οἴκου τὴν δύναμιν.
これらのことを成し遂げると、彼自身も軍を率いて家路についた。
§10.21.8τούτοις ἡ βουλὴ τοῖς ὑπάτοις προσιοῦσί τε ἀπήντησε καὶ θριάμβους ἀμφοτέροις καταγαγεῖν ἐψηφίσατο·
これらの執政官たちが帰還すると、元老院は彼らを出迎え、両者に凱旋式を挙行することを決議した。
καὶ πρὸς Αἰκανοὺς πρεσβευσαμένους ὑπὲρ εἰρήνης ἐποιήσατο συνθήκας περὶ καταλύσεως τοῦ πολέμου, ἐν αἷς ἐγράφη, πόλεις τε καὶ χώρας ἔχοντας Αἰκανούς, ὧν ἐκράτουν, ὅτε αἱ σπονδαὶ ἐγίνοντο, Ῥωμαίοις εἶναι ὑπηκόους, ἄλλο μὲν ὑποτελοῦντας μηθέν, ἐν δὲ τοῖς πολέμοις συμμαχίαν ἀποστέλλοντας ὁσηνδήποτε, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι.
また、和平を求めて使節を送ってきたアイクィ人との間で、戦争終結に関する条約を結んだ。 その中には、和議が成立した時点でアイクィ人が支配していた都市や領土を保持したまま、ローマ人の臣民となることが記されていた。 彼らは他の貢納を一切支払う必要はないが、戦争の際には、他の同盟国と同様に、要求される限りの同盟軍を派遣することとされた。
καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.
こうしてこの年は終わった。