§10.20.1Κοίντου δὲ Φαβίου Οὐιβολανοῦ παρειληφότος τὴν ὑπατείαν τὸ τρίτον καὶ Λευκίου Κορνηλίου καὶ τελούντων πατρίους ἀγῶνας Αἰκανῶν ἄνδρες ἐπίλεκτοι πλῆθος ἀμφὶ τοὺς ἑξακισχιλίους ὁπλισμῷ τʼ εὐζώνῳ συνεσταλμένοι καὶ ἐν νυκτὶ ποιησάμενοι τὴν ἔξοδον σκότους ἔτι ὄντος ἐπὶ πόλιν ἀφικνοῦνται Τυσκλάνων, ἥ ἐστι μὲν τοῦ Λατίνων ἔθνους, ἀφέστηκε δὲ τῆς Ῥώμης οὐκ ἔλαττον σταδίων ἑκατόν.
クイントゥス・ファビウス・ウィボラヌスが三度目の、そしてルキウス・コルネリウスが(最初の)執政官職を引き受け、またアイクィ人が祖先伝来の競技会を行っているときに、およそ六千人の規模の選り抜きの男たちが、軽快な武装を身にまとい、まだ暗い夜の間に出発して、トゥスクルム人の都市に到着した。 この都市はラティウム民族に属し、ローマからは百スタディオン以上離れている。
§10.20.2εὑρόντες δὲ ὡς ἐν εἰρήνῃ πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον αἱροῦσι τὴν πόλιν ἐξ ἐφόδου μνησικακοῦντες τοῖς Τυσκλάνοις, ὅτι τῇ Ῥωμαίων πόλει τά τε ἄλλα μετὰ προθυμίας συμπράττοντες διετέλουν, καὶ ἐν τῇ πολιορκίᾳ τοῦ Καπιτωλίου μόνοι συνήραντο τοῦ §10.20.3πολέμου.
彼らは、平和な時のように門が閉ざされておらず、城壁も守備されていないのを見て、急襲によって都市を占領した。 これは彼らがトゥスクルム人たちに怨みを抱いていたためである。 なぜなら、彼らはローマの市邦に対して他の多くのことでも熱心に協力し続け、さらにカピトリウムの包囲の際には、彼らだけがその戦争に加担したからである。
ἄνδρας μὲν οὐ πολλούς τινας ἐν τῇ καταλήψει διέφθειραν, ἀλλʼ ἔφθασαν ἤδη αὐτοὺς ὑπὸ τὴν ἅλωσιν τῆς πόλεως ὠσάμενοι διὰ τῶν πυλῶν οἱ ἔνδον, χωρὶς ἢ ὅσοι ὑπὸ νόσων ἢ γήρως φυγεῖν ἀδύνατοι ἦσαν, γύναια δὲ καὶ παιδία καὶ θεράποντας αὐτῶν ἠνδραποδίσαντο καὶ τὰ χρήματα διήρπασαν.
占領の際、彼らはそれほど多くの男たちを殺害しなかった。 というのも、病気や老齢のゆえに逃亡できなかった人々を除いて、市内の人々はすでに都市が陥落する直前に、彼らに先んじて門を通って逃げ延びていたからである。 しかし彼らは、女たち、子どもたち、そして彼らの従者たちを奴隷にし、財産を略奪した。
§10.20.4ὡς δʼ ἀπηγγέλθη τὸ δεινὸν εἰς τὴν Ῥώμην ἐκ τῶν διαφυγόντων ἐκ τῆς ἁλώσεως, οἱ μὲν ὕπατοι βοηθεῖν ᾤοντο δεῖν τοῖς φυγάσι κατὰ τάχος καὶ τὴν πόλιν αὐτοῖς ἀποδιδόναι, ἀντέπραττον δὲ οἱ δήμαρχοι στρατιὰν οὐκ ἐῶντες καταγράφειν, ἕως ἂν ἡ περὶ τοὺς νόμους διενεχθῇ ψῆφος.
この恐るべき出来事が、陥落から逃れてきた人々によってローマに報告されると、執政官たちは速やかに亡命者たちを救援し、都市を彼らに返還すべきだと考えたが、護民官たちは法に関する投票が行われるまでは、軍隊を徴募することを許さずに反対した。
ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ διατριβὴν λαμβανούσης τῆς στρατείας ἕτεροι παρῆσαν ἀπὸ τοῦ Λατίνων ἔθνους ἀποσταλέντες, οἳ τὴν Ἀντιατῶν πόλιν ἤγγελλον ἐκ τοῦ φανεροῦ ἀφεστηκέναι, μιᾷ χρησαμένων γνώμῃ Οὐολούσκων τε τῶν ἀρχαίων οἰκητόρων τῆς πόλεως καὶ Ῥωμαίων τῶν ἀφικομένων ὡς αὐτοὺς ἐποίκων καὶ μερισαμένων τὴν γῆν.
元老院が憤慨し、軍の派遣が遅れているうちに、ラティウム民族から派遣された別の使節たちが到着し、彼らはアンティウム人の都市が公然と反乱を起こしたと報告した。 それは、その都市の古くからの住民であるウォルスキ人と、植民者として彼らのもとに到着し、土地の分配を受けたローマ人たちが一致した意見を持った結果であった。
Ἑρνίκων τε ἄγγελοι κατὰ τοὺς αὐτοὺς παρῆσαν χρόνους δηλοῦντες, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν δύναμις πολλὴ ἐξελήλυθε καί ἐστιν ἐν τῇ αὐτῶν ἤδη γῇ.
また同じ時期に、ヘルニキ人の使節たちも到着し、ウォルスキ人とアイクィ人の大軍が出撃し、すでに彼らの領内に入っていることを知らせた。
§10.20.5τούτων ἅμα προσαγγελλομένων οὐδεμίαν ἀναστροφὴν ἔτι ποιεῖσθαι τοῖς ἐκ τοῦ συνεδρίου ἐδόκει, ἀλλὰ πανστρατιᾷ βοηθεῖν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι·
これらのことが同時に報告されると、元老院の議員たちはもはや一切遅延すべきではないと考え、全軍を率いて援助に赴、両執政官ともに出陣すべきだと決定した。
ἐὰν δέ τινες ἀπολειφθῶσι τῆς στρατείας Ῥωμαίων ἢ §10.20.6τῶν συμμάχων, ὡς πολεμίοις αὐτοῖς χρῆσθαι.
そして、もしローマ人や同盟国の人々の中で、この軍隊から離脱する者があれば、彼らを敵として扱うこととした。
εἰξάντων δὲ καὶ τῶν δημάρχων καταγράψαντες τοὺς ἐν ἡλικίᾳ πάντας οἱ ὕπατοι καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μεταπεμψάμενοι κατὰ σπουδὴν ἐξῄεσαν ὑπολιπόμενοι φυλακὴν τῇ πόλει τρίτην μοῖραν τῆς ἐπιχωρίου στρατιᾶς.
護民官たちも譲歩したので、執政官たちは適齢期のすべての者を徴兵し、同盟国からの軍隊を招集して、市民軍の三分の一を市邦の守備隊として残した上で、急いで出陣した。
Φάβιος μὲν οὖν ἐπὶ τοὺς ἐν τῷ Τυσκλάνων ὄντας Αἰκανοὺς τὴν στρατιὰν ἦγε διὰ §10.20.7τάχους.
そこでファビウスは、トゥスクルムにいるアイクィ人たちに対して、急ぎ軍を率いた。
τῶν δʼ οἱ μὲν πλείους ἀπεληλύθεσαν ἤδη διηρπακότες τὴν πόλιν, ὀλίγοι δέ τινες ὑπέμενον φυλάττοντες τὴν ἄκραν·
しかし、彼らの大部分はすでに都市を略奪して立ち去っており、少数の者たちだけが砦を守って留まっていた。
ἔστι δὲ σφόδρα ἐχυρὰ καὶ οὐ πολλῆς δεομένη φυλακῆς.
その砦は非常に堅固で、多くの守備兵を必要としないものであった。
τινὲς μὲν οὖν φασι τοὺς φρουροὺς τῆς ἄκρας ἰδόντας ἐξιοῦσαν ἐκ τῆς Ῥώμης τὴν στρατιάν — εὐσύνοπτα γάρ ἐστιν ἐκ μετεώρου τὰ μεταξὺ χωρία πάντα — ἑκόντας ἐξελθεῖν, ἕτεροι δὲ ἐκπολιορκηθέντας ὑπὸ τοῦ Φαβίου καθʼ ὁμολογίαν παραδοῦναι τὸ φρούριον, τοῖς σώμασιν αὐτοῖς ἄδειαν αἰτησαμένους καὶ ζυγὸν ὑποστάντας.
そこで、ある人々は、砦の守備兵たちがローマから軍隊が出発するのを見て――高い場所からは途中の地域がすべて見渡せるからである――自発的に立ち去ったと言うが、他の人々は、彼らがファビウスによって包囲され、協定に基づいて砦を引き渡し、自らの生命の安全を請うて軛の下をくぐったのだと言う。