§10.19.1καταστάντος δὲ τοῦ θορύβου δικαστήριά τε ἀπεδίδου τοῖς δεομένοις ἐκ πολλῶν παρειλκυσμένα χρόνων, καὶ τὰ πλεῖστα τῶν ἐγκλημάτων αὐτὸς ἴσως καὶ δικαίως διέκρινε διʼ ὅλης ἡμέρας ἐπὶ τοῦ βήματος καθεζόμενος, εὐπρόσοδόν τε καὶ πρᾷον καὶ φιλάνθρωπον τοῖς ἐπὶ τὴν δικαιοδοσίαν ἀφικνουμένοις ἑαυτὸν παρεῖχε καὶ παρεσκεύασεν ἀριστοκρατικὴν οὕτως φανῆναι τὴν πολιτείαν, ὥστε μήτε δημάρχων δεηθῆναι τοὺς διὰ πενίαν ἢ δυσγένειαν ἢ ἄλλην τινὰ ταπεινότητα ὑπὸ τῶν κρειττόνων κατισχυομένους, μήτε καινῆς νομοθεσίας πόθον ἔχειν ἔτι τοὺς ἐν ἰσηγορίᾳ πολιτεύεσθαι βουλομένους, ἀλλʼ ἀγαπᾶν τε καὶ χαίρειν ἅπαντας ἐπὶ τῇ τότε κατασχούσῃ τὴν πόλιν εὐνομίᾳ.
騒動が静まると、彼は長い間引き延ばされていた裁判を、それを必要とする人々に対して再開し、一日中演壇に座り、自ら訴訟の大部分を公平かつ正義をもって裁いた。 また、司法を求めてやって来る人々に対して、自らを近づきやすく、穏やかで、親切な人物として示し、国制がこのように貴族主義的なものとして現れるように計らい、その結果、貧困や卑しい生まれ、あるいは他の何らかの地位の低さのゆえに強者たちによって虐げられている人々が、護民官たちを必要とすることもなく、また、平等な発言権のもとで政治を行うことを望む人々が、もはや新たな立法に対する憧れを抱くこともなく、かえって、全員が、そのとき市邦を支配していた良き秩序を喜び、楽しむほどであった。
§10.19.2ταῦτά τε δὴ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπῃνεῖτο ὑπὸ τοῦ δήμου, καὶ ἐπεὶ τὸν ὡρισμένον ἐτέλεσε τῆς ἀρχῆς χρόνον τὸ μὴ δέξασθαι τὴν ὑπατείαν διδομένην τὸ δεύτερον μηδὲ §10.19.3ἀγαπῆσαι τηλικαύτην λαμβάνοντα τιμήν.
この男のこれらの行為は民衆によって称賛され、また彼が定められた任期の期間を終えたとき、二度目に与えられた執政官職を受け入れず、またそれほど大きな名誉を受け取ることを喜ばなかったことも同様であった。
κατεῖχε γὰρ αὐτὸν ἐπὶ τῆς ὑπατικῆς ἐξουσίας ἡ βουλὴ πολλὰς προσφέρουσα δεήσεις, ἐπεὶ τὸ τρίτον οἱ δήμαρχοι διεπράξαντο μὴ ἀποθέσθαι τὴν ἀρχήν, ὡς ἐναντιωσόμενον αὐτοῖς καὶ παύσοντα τῶν καινῶν πολιτευμάτων, τὰ μὲν αἰδοῖ, τὰ δὲ φόβῳ, τὸν δὲ δῆμον ὁρῶσα οὐκ ἀναινόμενον ὑπʼ ἀνδρὸς ἀγαθοῦ ἄρχεσθαι.
というのも、元老院は彼に多くの懇願を捧げて、彼を執政官の権力に留めようとしたからである。 それは、護民官たちが三度目にもその職を辞さないことを決めさせたので、彼が彼らに立ち向かい、ある者は敬意によって、ある者は恐れによって、彼らの新たな政策を阻止するだろうと考え、また、民衆が優れた男によって支配されることを拒んでいないのを見てのことであった。
ὁ δʼ οὔτε τῶν δημάρχων ἐπαινεῖν ἔφη τὸ ἀπαραχώρητον τῆς ἐξουσίας οὔτε αὐτὸς εἰς ὁμοίαν ἐκείνοις ἥξειν διαβολήν.
しかし彼は、護民官たちが権力を譲り渡さないことを褒めないと述べ、また自分自身も彼らと同様の非難に陥るつもりはないと述べた。
§10.19.4συναγαγὼν δὲ τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν τῶν οὐκ ἀποτιθεμένων τὰς ἀρχὰς διαθέμενος ὅρκους τε διομοσάμενος ἰσχυροὺς περὶ τοῦ μὴ λήψεσθαι πάλιν τὴν ὑπατείαν, πρὶν ἀποθέσθαι τὴν προτέραν ἀρχήν, προεῖπεν ἀρχαιρεσίων ἡμέραν·
彼は民衆を民会に召集し、また、その職を辞さない人々を激しく告発し、前の職を辞する前には再び執政官職を受け取ることはないという、強い誓いを厳粛に立てて、選挙の日をあらかじめ布告した。
ἐν ᾗ καταστήσας ὑπάτους ἀπῄει πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο καλύβιον καὶ τὸν αὐτουργὸν ἔζη βίον ὡς πρότερον.
その日に後任の執政官を選出させると、彼は再びあの小さな小屋へと去り、以前のように自ら耕す生活を送った。