§10.1.1μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστή, ἣν ἐνίκα στάδιον Τορύμβας Θεσσαλὸς ἄρχοντος Ἀθήνησι Φρασικλέους·
これらの後、第八十オリンピア期となり、アテナイではプラシクレスがアルコンであった時に、テッサリア人のトリュンバスがスタディオン競走で優勝した。
ὕπατοι δὲ ἀπεδείχθησαν ἐν Ῥώμῃ Πόπλιος Οὐολούμνιος καὶ Σερούιος Σολπίκιος Καμερῖνος.
そしてローマでは、プブリウス・ウォルムニウスとセルウィウス・スルピキウス・カメリヌスが執政官に任命された。
οὗτοι στρατιὰν μὲν οὐδεμίαν ἐξήγαγον οὔτε ἐπὶ τιμωρίας ἀναπράξει τῶν ἀδικούντων σφᾶς τε αὐτοὺς καὶ τοὺς συμμάχους οὔθʼ ὡς διὰ φυλακῆς τὰ οἰκεῖα ἕξοντες·
彼らは自らと同盟者たちに不義を働く者たちへ復讐を果たすためにも、あるいは防衛によって自分たちの領土を維持しようとするためにも、軍隊を一切率い出すことはなかった。
τῶν δʼ ἐντὸς τείχους κακῶν πρόνοιαν ἐποιοῦντο, μή τι δεινὸν ὁ δῆμος ἐπὶ τῇ βουλῇ συστὰς ἐξεργάσηται.
むしろ彼らは、民衆が元老院に対して団結し、何か恐ろしいことをしでかさないようにと、城壁の内側の内憂を警戒していた。
§10.1.2ἐταράττετο γὰρ αὖθις ὑπὸ τῶν δημάρχων ἀναδιδασκόμενος, ὅτι πολιτειῶν κρατίστη τοῖς ἐλευθέροις ἐστὶν ἡ ἰσηγορία, καὶ κατὰ νόμους ἠξίου διοικεῖσθαι τά τε ἰδιωτικὰ καὶ τὰ δημόσια.
なぜなら民衆は、自由人にとって言論の平等こそが諸政体のうちで最も優れたものであるということを護民官たちから再び教え込まれて動揺しており、私的な事柄も公的な事柄も、法律に従って管理されることを要求していたからである。
οὔπω γὰρ τότε ἦν οὔτʼ ἰσονομία παρὰ Ῥωμαίοις οὔτʼ ἰσηγορία, οὐδʼ ἐν γραφαῖς ἅπαντα τὰ δίκαια τεταγμένα·
というのも、当時のローマ人の間には、法の前の平等も言論の平等もいまだ存在せず、あらゆる権利が成文化されて規定されていたわけでもなかった。
ἀλλὰ τὸ μὲν ἀρχαῖον οἱ βασιλεῖς αὐτῶν ἔταττον τοῖς δεομένοις τὰς δίκας, καὶ §10.1.3τὸ δικαιωθὲν ὑπʼ ἐκείνων τοῦτο νόμος ἦν.
むしろ、古くは彼らの王たちが、それを求める者たちのために裁判を執り行い、そして王たちによって正しいと決定されたこと、これが法であった。
ὡς δʼ ἐπαύσαντο μοναρχούμενοι, τοῖς κατʼ ἐνιαυτὸν ὑπατεύουσιν ἀνέκειτο τά τε ἄλλα τῶν βασιλέων ἔργα καὶ ἡ τοῦ δικαίου διάγνωσις, καὶ τοῖς ἀμφισβητοῦσι πρὸς ἀλλήλους ὑπὲρ ὁτουδήτινος ἐκεῖνοι τὰ δίκαια οἱ διαιροῦντες ἦσαν.
しかし、彼らが君主制の下に置かれるのをやめると、毎年任命される執政官たちに、王たちのその他の職務とともに、司法の決定が委ねられた。 そして、何であれ互いに争う者たちに対して、執政官たちがその権利を裁定する者となったのである。
§10.1.4τούτων δὲ τὰ μὲν πολλὰ τοῖς τρόποις τῶν ἀρχόντων ἀριστίνδην ἀποδεικνυμένων ἐπὶ τὰς ἀρχὰς ἀκόλουθα ἦν·
そして、これらの裁定の大部分は、家柄の良さに基づいてその官職に任命される執政官たちの流儀に従うものであった。
κομιδῇ δʼ ὀλίγα τινὰ ἐν ἱεραῖς ἦν βύβλοις ἀποκείμενα, ἃ νόμων εἶχε δύναμιν, ὧν οἱ πατρίκιοι τὴν γνῶσιν εἶχον μόνοι διὰ τὰς ἐν ἄστει διατριβάς, οἱ δὲ πολλοὶ ἐμπορευόμενοί τε καὶ γεωργοῦντες διὰ πολλῶν ἡμερῶν εἰς ἄστυ καταβαίνοντες ἐπὶ τὰς ἀγορὰς ἄπειροι ἔτι ἦσαν.
しかし、神聖な書物に保管されている、法の効力を持つものは極めてわずかであり、その法についての知識は、都市での暮らしのゆえに貴族だけが独占していた。 他方、交易や耕作を行い、何日もの間隔を置いて市場のために都市へと下りてくる一般大衆は、いまだ法について無知であった。
§10.1.5τὸ δὲ πολίτευμα τοῦτο πρῶτος μὲν ἐπείρασεν εἰσαγαγεῖν Γάιος Τερέντιος δημαρχῶν ἐν τῷ παρελθόντι ἔτει, ἀτελὲς δὲ ἠναγκάσθη καταλιπεῖν τοῦ τε πλήθους ὄντος ἐπὶ στρατοπέδων καὶ τῶν ὑπάτων ἐπίτηδες ἐν τῇ πολεμίᾳ γῇ τὰς δυνάμεις κατασχόντων, ἕως ὁ τῆς ἀρχῆς αὐτοῖς παρέλθῃ χρόνος.
この制度を最初に導入しようと試みたのは、前年に護民官であったガイウス・テレンティウスであったが、民衆が軍営におり、かつ、執政官たちが自らの任期が過ぎ去るまで意図的に敵地において軍勢を留め置いていたため、彼はそれを未完成のまま放置することを余儀なくされた。