§10.2.1τότε δʼ αὐτὸ παραλαβόντες οἱ περὶ Αὖλον Οὐεργίνιον δήμαρχοι τελειῶσαι ἐβούλοντο· ἵνα δὲ μὴ τοῦτο γένοιτο μηδὲ κατὰ νόμους ἀναγκασθεῖεν πολιτεύεσθαι, πάντα ἐπιμηχανώμενοι διετέλουν οἵ τε ὕπατοι καὶ ἡ βουλὴ καὶ τῶν ἄλλων πολιτῶν οἱ πλεῖστον ἐν τῇ πόλει δυνάμενοι·
那时,以奥卢斯·维尔吉尼乌斯为首的护民官接手了这项工作,并希望将其完成;但为了不让这件事发生,也不被迫按照法律来治理国家,执政官、元老院以及在城中拥有最大势力的其他公民,都在不断策划各种手段。
βουλαί τε πολλαὶ καὶ ἐκκλησίαι συνεχεῖς ἐγίνοντο πεῖραί τε παντοῖαι ταῖς ἀρχαῖς κατʼ ἀλλήλων, ἐξ ὧν οὐκ ἄδηλον ἅπασιν ἦν, ὅτι μεγάλη τις καὶ ἀνήκεστος ἐξ ἐκείνης τῆς φιλονεικίας ἀναστήσεται τῇ πόλει συμφορά.
频繁的元老院会议和连续的公民大会不断举行,官员们也针对彼此进行各种尝试,从这些情况来看,所有人心里都明白,从那场争端中,城市将会产生某种巨大而无可挽回的灾难。
§10.2.2συνήπτετο δὲ τοῖς ἀνθρωπίνοις λογισμοῖς καὶ τὰ θεῖα δείματα προσγενόμενα, ὧν ἔνια οὔτʼ ἐν δημοσίαις εὑρίσκετο γραφαῖς οὔτε κατʼ ἄλλην φυλαττόμενα μνήμην οὐδεμίαν.
与人类的推算交织在一起的,还有随之而来的神明恐慌,其中有些既无法在公共记录中找到,也没有被任何其他的记忆所保存。
§10.2.3ὅσα μὲν γὰρ ἐν οὐρανῷ σέλα φερόμενα καὶ πυρὸς ἀνάψεις ἐφʼ ἑνὸς μένουσαι τόπου γῆς τε μυκήματα καὶ τρόμοι συνεχεῖς ἐγίνοντο, μορφαί τʼ εἰδώλων ἄλλοτʼ ἀλλοῖαι δι’ ἀέρος φερόμεναι καὶ φωναὶ ταράττουσαι διάνοιαν ἀνθρώπων, καὶ πάντα ὅσα τούτοις ὅμοια συνέπιπτεν, εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα ἧττον τε καὶ μᾶλλον· οὗ δὲ ἄπειροί τε καὶ ἀνήκοοι ἔτι ἦσαν καὶ ἐφʼ ᾧ μάλιστα ἐταράχθησαν, τοιόνδʼ ἦν· νιφετὸς ἐξ οὐρανοῦ κατέσκηψεν εἰς γῆν πολὺς οὐ χιόνα καταφέρων, ἀλλὰ σαρκῶν θραύσματα ἐλάττω τε καὶ μείζω.
因为,凡是在天空中飞过的闪光、在原地停留的火焰燃烧、大地的轰鸣以及连续的震动,还有在空中飞过的各种各样的幻影和扰乱人们心神的声音,以及所有与此类似的发生过的事情,都被发现在古代也曾或多或少地发生过;但他们既无经验也未曾听闻、并因此最受惊扰的事情,则是这样的:一场暴雨般的降落从天而降到地上,带下的不是雪,而是大小不一的肉块。
§10.2.4τούτων τὰ μὲν πολλὰ μετάρσια προσπετόμεναι πτηνῶν ὅσαι εἰσὶν ἀγέλαι τοῖς στόμασιν ἥρπαζον, τὰ δʼ ἐπὶ τὴν γῆν ἐνεχθέντα ἐν αὐτῇ τε τῇ πόλει καὶ κατὰ τοὺς ἀγροὺς μέχρι πολλοῦ χρόνου κείμενα ἦν οὔτε χρόαν μεταβάλλοντα, οἵαν ἴσχουσι παλαιούμεναι σάρκες, οὔτε σηπεδόνι διαλυόμενα, ὦζέ τε ἀπʼ αὐτῶν οὐδὲν πονηρόν.
其中的大部分,被空中飞来的各种鸟群用嘴叼走,而那些落在地上的肉块,无论是在城里还是在田野里,都放了很长时间,既没有改变颜色(如陈肉变色那样),也没有因腐烂而消解,而且它们没有散发出任何难闻的气味。
§10.2.5τοῦτο τὸ τέρας οἱ μὲν ἐπιχώριοι μάντεις οὐχ οἷοί τʼ ἦσαν συμβαλεῖν· ἐν δὲ τοῖς Σιβυλλείοις εὑρέθη χρησμοῖς, ὅτι πολεμίων ἀλλοεθνῶν παρελθόντων εἰς τὸ τεῖχος ἀγὼν ὑπὲρ ἀνδραποδισμοῦ καταλήψεται τὴν πόλιν, ἄρξει δὲ τοῦ πρὸς τοὺς ἀλλοεθνεῖς πολέμου στάσις ἐμφύλιος, ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ἐκ τῆς πόλεως καὶ θεοὺς παραιτουμένους θυσίαις τε καὶ εὐχαῖς ἀποτρέψαι τὰ δεινά· καὶ §10.2.6κρείττους ἔσεσθαι τῶν ἐχθρῶν.
这一异象,当地的占卜师无法解释;但在《西比拉神谕》中被发现,如果外族敌人越过城墙,一场关于奴役的斗争将卷席这座城市,而针对外族的战争将由内部的党争引发,在内讧开始时,必须将其驱逐出城,并通过祭祀和祈祷安抚神明,从而避开这些可怕的事情,并且他们将战胜敌人。
ὡς δʼ ἐξηνέχθη ταῦτʼ εἰς τὸ πλῆθος, ἱερὰ μὲν πρῶτον ἔθυσαν, οἷς ἡ τούτων ἐπιμέλεια ἀνέκειτο, θεοῖς ἐξακεστηρίοις τε καὶ ἀποτροπαίοις, ἔπειτα συναχθέντες εἰς τὸ βουλευτήριον οἱ σύνεδροι παρόντων καὶ τῶν δημάρχων ὑπὲρ ἀσφαλείας τε καὶ σωτηρίας τῆς πόλεως ἐσκόπουν.
当这些事情向平民公布后,首先,由负责这些事务的人向消除灾祸和避邪的神明献祭,随后,元老院议员们在议事堂聚集,护民官也在场,共同商讨城市的安全与救赎。