Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.19.1-10.19.4

辛辛纳图斯平息纷争与功成归田

第 759 段,共 962 段 · 希腊语

内容简介

昆克蒂乌斯通过公正的审判恢复了秩序,赢得了民众的赞扬。任期结束后,他拒绝了元老院的留任请求,在指定继承人后再次回到简朴的自耕农生活。

§10.19.1καταστάντος δὲ τοῦ θορύβου δικαστήριά τε ἀπεδίδου τοῖς δεομένοις ἐκ πολλῶν παρειλκυσμένα χρόνων, καὶ τὰ πλεῖστα τῶν ἐγκλημάτων αὐτὸς ἴσως καὶ δικαίως διέκρινε διʼ ὅλης ἡμέρας ἐπὶ τοῦ βήματος καθεζόμενος, εὐπρόσοδόν τε καὶ πρᾷον καὶ φιλάνθρωπον τοῖς ἐπὶ τὴν δικαιοδοσίαν ἀφικνουμένοις ἑαυτὸν παρεῖχε καὶ παρεσκεύασεν ἀριστοκρατικὴν οὕτως φανῆναι τὴν πολιτείαν, ὥστε μήτε δημάρχων δεηθῆναι τοὺς διὰ πενίαν ἢ δυσγένειαν ἢ ἄλλην τινὰ ταπεινότητα ὑπὸ τῶν κρειττόνων κατισχυομένους, μήτε καινῆς νομοθεσίας πόθον ἔχειν ἔτι τοὺς ἐν ἰσηγορίᾳ πολιτεύεσθαι βουλομένους, ἀλλʼ ἀγαπᾶν τε καὶ χαίρειν ἅπαντας ἐπὶ τῇ τότε κατασχούσῃ τὴν πόλιν εὐνομίᾳ.
骚动平息后,他为需要的人恢复了拖延已久的法庭审判,并整天坐在审判台上,亲自公平正直地裁决了大部分控诉。 他也使自己对于前来寻求审判的人显得易于接近、温和且仁慈,并使国家政体显得如此卓越,以至于那些因贫困、出身卑微或任何其他卑微地位而被强者压迫的人不需要保民官,而那些希望在平等发言权下参与政治的人也不再对新立法抱有渴望,反而所有人都喜爱并庆幸于当时支配城邦的良好秩序。
§10.19.2ταῦτά τε δὴ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπῃνεῖτο ὑπὸ τοῦ δήμου, καὶ ἐπεὶ τὸν ὡρισμένον ἐτέλεσε τῆς ἀρχῆς χρόνον τὸ μὴ δέξασθαι τὴν ὑπατείαν διδομένην τὸ δεύτερον μηδὲ §10.19.3ἀγαπῆσαι τηλικαύτην λαμβάνοντα τιμήν.
该男子的这些行为受到了民众的赞赏,而且,当他完成法定的任职时间时,他拒绝接受第二次让给他的执政官职位,也不因获得如此高的荣誉而感到欣喜(这也受到了赞扬)。
κατεῖχε γὰρ αὐτὸν ἐπὶ τῆς ὑπατικῆς ἐξουσίας ἡ βουλὴ πολλὰς προσφέρουσα δεήσεις, ἐπεὶ τὸ τρίτον οἱ δήμαρχοι διεπράξαντο μὴ ἀποθέσθαι τὴν ἀρχήν, ὡς ἐναντιωσόμενον αὐτοῖς καὶ παύσοντα τῶν καινῶν πολιτευμάτων, τὰ μὲν αἰδοῖ, τὰ δὲ φόβῳ, τὸν δὲ δῆμον ὁρῶσα οὐκ ἀναινόμενον ὑπʼ ἀνδρὸς ἀγαθοῦ ἄρχεσθαι.
因为元老院向他提出许多请求,企图让他留任执政官权力,这是因为保民官们第三次设法不放弃其职位;元老院期望他会反对他们,并部分出于敬畏、部分出于恐惧,阻止他们的新政,同时也看到民众并不拒绝接受一个好人的统治。
ὁ δʼ οὔτε τῶν δημάρχων ἐπαινεῖν ἔφη τὸ ἀπαραχώρητον τῆς ἐξουσίας οὔτε αὐτὸς εἰς ὁμοίαν ἐκείνοις ἥξειν διαβολήν.
但他表示,他既不赞成保民官们不肯让出权力的做法,自己也绝不会落入与他们相同的恶名之中。
§10.19.4συναγαγὼν δὲ τὸν δῆμον εἰς ἐκκλησίαν καὶ πολλὴν κατηγορίαν τῶν οὐκ ἀποτιθεμένων τὰς ἀρχὰς διαθέμενος ὅρκους τε διομοσάμενος ἰσχυροὺς περὶ τοῦ μὴ λήψεσθαι πάλιν τὴν ὑπατείαν, πρὶν ἀποθέσθαι τὴν προτέραν ἀρχήν, προεῖπεν ἀρχαιρεσίων ἡμέραν·
他召集民众开会,对那些不肯卸任官职的人进行了严厉的谴责,并庄严宣誓,在卸任前一个职位之前绝不再次接受执政官职位,随后宣布了选举日期。
ἐν ᾗ καταστήσας ὑπάτους ἀπῄει πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο καλύβιον καὶ τὸν αὐτουργὸν ἔζη βίον ὡς πρότερον.
在那天任命了新任执政官之后,他再次回到了那个小茅屋,像以前一样过起了自耕自食的生活。

词汇与语法注释

  1. 10.19.2τὸ μὴ δέξασθαι... μηδὲ ἀγαπῆσαι — 带冠词的不定式短语 `τὸ μὴ δέξασθαι... μηδὲ ἀγαπῆσαι` 用作前句被动动词 `ἐπῃνεῖτο` 的主语(或与其主语同格)。因此,其意思是“他不接受……以及他不因……而欣喜(也受到了民众的赞赏)”。不定式 `ἀγαπῆσαι` 的逻辑主语由宾格分词 `λαμβάνοντα`(指代昆克蒂乌斯)表示。
  2. 10.19.3ὡς ἐναντιωσόμενον αὐτοῖς καὶ παύσοντα τῶν καινῶν πολιτευμάτων — 连词 `ὡς` 与将来时分词(宾格,与主句宾语 `αὐτόν` 一致)结合,表示元老院(主句主语 `ἡ βουλὴ`)的心态、预期或主观理由。即:“期望他会反对他们并阻止他们的新政”。
  3. 10.19.4πρὶν ἀποθέσθαι τὴν προτέραν ἀρχήν — 连词 `πρίν` 在此与不定式 `ἀποθέσθαι`(不定过去时中间因)连用,表示“在……之前”。由于该不定式的逻辑主语与主句主语(昆克蒂乌斯)相同,因此没有明示,而是理解为主格。整句意为“在他卸任前一个职位之前”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.19.1-10.19.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.19.1-10.19.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。