Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.16.1-10.16.7

总攻堡垒与夺回要塞

第 756 段,共 962 段 · 希腊语

内容简介

在执政官瓦莱里乌斯的指挥下,罗马军队在图斯库鲁姆盟友的唯一协助下,对被占领的要塞发起总攻。经过惨烈的战斗,罗马人夺回了堡垒,但执政官瓦莱里乌斯和叛军首领赫尔多尼乌斯双双战死。

§10.16.1λυθείσης δὲ τῆς ἐκκλησίας περὶ δείλην ὀψίαν συνέρρεον ἐπὶ τοὺς ἀποδειχθέντας ἕκαστοι τόπους, ἀπογραφόμενοί τε πρὸς τοὺς ἡγεμόνας τὰ ὀνόματα καὶ τὸν στρατιωτικὸν ὀμνύντες ὅρκον.
在傍晚时分民众大会解散后,众人纷纷涌向各自被指定的地点,在指挥官处登记自己的姓名,并宣读军事誓言。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ὅλην ἀμφὶ ταῦτα ἦσαν, τῇ δʼ ἑξῆς ἡμέρᾳ λοχαγοί τε προσενέμοντο ὑπὸ τῶν ὑπάτων καὶ ἐπὶ τὰς ἱερὰς ἐτάττοντο σημείας συνεπιρρέοντος καὶ τοῦ κατʼ ἀγροὺς διατρίβοντος ὄχλου.
那一天以及接下来的整个夜晚,他们都在忙于这些事情。 但在第二天,执政官们指派了百人队长,并让他们在神圣的军旗之下就位,同时,居住在乡村的群众也一同涌入。
§10.16.2γενομένων δὲ διὰ τάχους πάντων εὐτρεπῶν μερισάμενοι τὰς δυνάμεις οἱ ὕπατοι κλήρῳ διείλοντο τὰς ἀρχάς.
当一切迅速准备就绪时,执政官们分配了军队,并以抽签决定了各自的任务。
Κλαυδίῳ μὲν οὖν ὁ κλῆρος ἀπέδωκε τὰ πρὸ τῶν τειχῶν διὰ φυλακῆς ἔχειν, μή τις ἔξωθεν ἐπέλθῃ στρατιὰ τοῖς ἔνδον ἐπίκουρος· ὑποψία γὰρ ἅπαντας κατεῖχε μεγάλης σφόδρα κινήσεως, καὶ τὸ ἀντίπαλον ἅπαν ὡς ὁμοῦ συνεπιθησόμενον σφίσιν ἐφοβοῦντο·
对克劳狄乌斯而言,抽签赋予他守卫城墙前方的职责,以免任何外部军队前来援助城内之人;因为对一场极大规模行动的怀疑笼罩着所有人,他们害怕整个敌对势力会一并向他们发起联合进攻。
Οὐαλερίῳ δὲ τὰ φρούρια πολιορκεῖν ὁ δαίμων ἐφῆκεν.
而神意则允许瓦莱里乌斯去围攻要塞。
§10.16.3ἐτάχθησαν δὲ καὶ ἐπὶ τοῖς ἄλλοις ἐρύμασιν ἡγεμόνες ὅσα τῆς πόλεως ἐντὸς ἦν καθέξοντες, καὶ κατὰ τὰς ἐπὶ τὸ Καπιτώλιον ἀγούσας ὁδοὺς ἕτεροι κωλύσεως ἕνεκεν τῶν ἀποστησομένων πρὸς τοὺς πολεμίους δούλων τε καὶ ἀπόρων, οὓς παντὸς μάλιστα ἐφοβοῦντο.
在城邦内侧的其他所有防御设施处,也指派了指挥官予以把守,并在通往卡皮托尔的道路上指派了其他人,以阻止那些企图投奔敌人的奴隶和穷人,这些人是他们最害怕的。
ἐπικουρικὸν δὲ αὐτοῖς οὐδὲν ἔφθασε παρὰ τῶν συμμάχων ἀφικόμενον, ὅτι μὴ παρὰ Τυσκλάνων μόνον ἐν μιᾷ νυκτὶ ἀκουσάντων τε καὶ παρασκευασαμένων, οὓς ἦγε Λεύκιος Μαμίλιος, ἀνὴρ δραστήριος, ἔχων τὴν μεγίστην ἐν τῇ πόλει τότε ἀρχήν·
同盟者中没有任何增援及时赶到协助他们,唯有图斯库鲁姆人除外,他们在一夜之间听闻消息并做好了准备,由当时在该城邦中担任最高官职的能干之人卢基乌斯·马米利乌斯率领。
καὶ συνεκινδύνευον οὗτοι τῷ Οὐαλερίῳ μόνοι καὶ συνεξεῖλον τὰ φρούρια πᾶσαν εὔνοιαν καὶ προθυμίαν ἀποδειξάμενοι.
只有他们与瓦莱里乌斯共同承担了危险,展现了全部的好意与热忱,共同夺取了要塞。
§10.16.4ἐγένετο δʼ ἡ προσβολὴ τοῖς φρουρίοις πανταχόθεν· οἱ μὲν γὰρ ἀπὸ τῶν πλησίον οἰκιῶν ἀσφάλτου καὶ πίσσης πεπυρωμένης ἀγγεῖα σφενδόναις ἐναρμόττοντες ἐπέβαλλον ὑπὲρ τὸν λόφον· οἱ δὲ συμφοροῦντες φακέλλους φρυγάνων καὶ παρὰ τοῖς ἀποτόμοις τῆς πέτρας βωμοὺς ἐγείροντες ὑψηλοὺς ὑφῆπτον ἀνέμῳ παραδιδόντες τὰς φλόγας ἐπιφόρῳ.
对要塞的进攻从四面八方展开:一些人从邻近的房屋里把装有沥青和燃烧树脂的器皿装在投石器上,投向山丘的另一侧;另一些人收集柴捆,在岩石峭壁旁筑起高坛并点燃,将火焰托付给顺风。
ὅσοι δʼ ἦσαν ἀνδρειότατοι, πυκνώσαντες τοὺς λόχους ἐχώρουν ἄνω κατὰ §10.16.5τὰς χειροποιήτους ὁδούς.
而那些最勇敢的人,则密集成队,沿着人工开辟的道路向上挺进。
ἦν δʼ αὐτοῖς οὔτε τοῦ πλήθους, ᾧ παρὰ πολὺ τῶν ἀντιπάλων προεῖχον, ὄφελος οὐθὲν διὰ στενῆς ἀνιοῦσιν ὁδοῦ καὶ πληθούσης προβόλων ἄνωθεν ἐπικαταραττομένων, ἔνθα συνεξισωθήσεσθαι ἔμελλε τῷ πολλῷ τὸ ὀλίγον·
然而,他们并没有从人数优势(在人数上他们远超对手)中获得任何益处,因为他们是在一条狭窄且充满了从上方砸下的投射物的道路上攀登,在那种地方,少数注定会与多数变得均等。
οὔτε τῆς παρὰ τὰ δεινὰ ὑπομονῆς, ἣν πολλοῖς % καταστήσαντες πολέμοις εἶχον, οὐδεμία ὄνησις πρὸς ὀρθίους βιαζομένοις σκοπάς.
同时,由于经历多次战争而磨练出来的面对危险的忍耐,对于力图攻克险峻顶峰的他们来说,也没有带来任何用处。
οὐ γὰρ συστάδην μαχομένους ἔδει τὸ εὔτολμον καὶ καρτερικὸν ἀποδείξασθαι, ἀλλʼ ἑκηβόλοις χρῆσθαι μάχαις.
因为他们并非要在近战中展现英勇和坚韧,而是必须进行远距离战斗。
§10.16.6ἦσαν δὲ τῶν μὲν κάτωθεν ἐπὶ τὰ μετέωρα βαλλομένων βραδεῖαί τε καὶ ἀσθενεῖς, εἰ καὶ τύχοιεν, ὥσπερ εἰκός, αἱ πληγαί· τῶν δʼ ἀφʼ ὕψους κάτω ῥιπτουμένων ὀξεῖαι καὶ καρτεραὶ συνεργούντων τοῖς βλήμασι καὶ τῶν ἰδίων βαρῶν.
从下方投向高处的打击,正如预料的那样,即使命中,也显得迟缓而无力;而从高处向下投掷的打击则敏锐而强劲,投射物自身的重量也起到了推波助澜的作用。
οὐ μὴν ἔκαμνόν γε οἱ προσβάλλοντες τοῖς ἐρύμασιν, ἀλλὰ διεκαρτέρουν ἀναγκοφαγοῦντες τὰ δεινὰ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαυόμενοι τῶν πόνων.
尽管如此,攻击防御设施的人并没有感到疲倦,而是坚持不懈地忍受着艰难,不分昼夜地不停歇劳作。
τέλος δʼ οὖν ὑπολιπόντων τοὺς πολιορκουμένους τῶν βελῶν καὶ τῶν σωμάτων ἐξαδυνατούντων τρίτῃ τὰ φρούρια ἐξεπολιόρκησαν ἡμέρᾳ.
最终,在被包围者的投射物告罄且身体精疲力竭时,他们在第三天攻克了要塞。
§10.16.7ἐν ταύτῃ τῇ μάχῃ πολλοὺς Ῥωμαῖοι καὶ ἀγαθοὺς ἄνδρας ἀπέβαλον, κράτιστον δέ, ὥσπερ πρὸς ἁπάντων ὡμολόγητο, τὸν ὕπατον·
在这场战斗中,罗马人失去了许多优秀的男子,而所有人一致公认最优秀的,是他们的执政官。
ὃς οὐκ ὀλίγα τραύματα λαβὼν οὐδʼ ὣς ἀφίστατο τῶν δεινῶν, ἕως ἐπικαταραγεὶς αὐτῷ πέτρος ὑπερμεγέθης ἐπιβαίνοντι τοῦ περιτειχίσματος ἅμα τήν τε νίκην αὐτὸν ἀφείλετο καὶ τὴν ψυχήν.
他受了许多伤,但即便如此,也未曾从危险中退缩,直到当他正在登上围墙时,一块巨大的岩石砸在他身上,同时夺去了他的胜利和生命。
ἁλισκομένων δὲ τῶν φρουρίων ὁ μὲν Ἑρδώνιος — ἦν γὰρ καὶ ῥώμῃ σώματος διάφορος καὶ κατὰ χεῖρα γενναῖος — ἄπιστόν τι χρῆμα περὶ αὑτὸν ποιήσας νεκρῶν ὑπὸ πλήθους βελῶν ἀποθνήσκει, τῶν δὲ σὺν αὐτῷ τὰ φρούρια καταλαβομένων ὀλίγοι μέν τινες ζῶντες ἑάλωσαν, οἱ δὲ πλείους σφάττοντες ἑαυτοὺς ἢ κατὰ τῶν κρημνῶν ὠθοῦντες διεφθάρησαν.
在要塞被攻克时,赫尔多尼乌斯——因为他身体力量过人,在近战中也极具勇名——在自己周围制造了令人难以置信的死尸堆后,死于无数投射物之下。 而与他一起占领要塞的人中,只有极少数人被活捉,大多数人则自尽,或跳下悬崖而死。

词汇与语法注释

  1. 10.16.1ἀπογραφόμενοί — 动词 ἀπογράφω 的中动相现在分词,意为“登记自己的名字”。能动相表示“登记(他人的名字)”,而中动相则含有涉及自身的动作性质。
  2. 10.16.3ἔφθασε ... ἀφικόμενον — 动词 φθάνω 搭配分词的句型,表示“抢先、在他人之前做某事”。此处与否定词 οὐδέν 连用,表示“除了图斯库鲁姆人之外,没有任何增援能够及时赶到”。
  3. 10.16.5ᾧ παρὰ πολὺ τῶν ἀντιπάλων προεῖχον — 关系代名词 ᾧ(先行词为 τοῦ πλήθους)用作表示程度差异的与格,与表示比较的副词短语 παρὰ πολύ(远远)连用,表示“在人数(优势)上,他们远超对手”。
  4. 10.16.5ἀναγκοφαγοῦντες — 一个相对罕见的分词,字面意思是“被迫吃下”或“吃下不喜欢的东西”,在此处引申为“艰难地忍受困苦”或“勉强吞下苦果”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.16.1-10.16.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.16.1-10.16.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。