§10.14.1ἐν τοιαύτῃ δὲ ταραχῇ τῆς πόλεως οὔσης ἀνήρ τις ἐκ τοῦ Σαβίνων ἔθνους πατέρων τε οὐκ ἀφανῶν καὶ χρήμασι δυνατός, Ἄππιος Ἑρδώνιος ὄνομα, καταλῦσαι τὴν Ῥωμαίων ἡγεμονίαν ἐπεβάλετο εἴθʼ ἑαυτῷ τυραννίδα κατασκευαζόμενος εἴτε τῷ Σαβίνων ἔθνει πράττων ἀρχὴν καὶ κράτος εἴτʼ ὀνόματος ἀξιωθῆναι βουλόμενος μεγάλου.
城邦がこのような混乱の中にあるときに、サビニ人の民族の出身で、名だたる先祖を持ち、富において有力な、アッピウス・ヘルドニウスという名の男が、ローマの覇権を覆すことを企てた。 それは、みずからのために僭主の地位を築こうとしてか、あるいはサビニ人の民族のために支配と権力を手に入れようとしてか、あるいは大いなる名声を博することを望んでのことであった。
κοινωσάμενος δὲ πολλοῖς τῶν φίλων ἣν εἶχε διάνοιαν καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως ἀφηγησάμενος, ἐπειδὴ κἀκείνοις ἐδόκει συνήθροιζε τοὺς πελάτας καὶ τῶν θεραπόντων οὓς εἶχεν εὐτολμοτάτους·
彼は自分の抱いていた考えを多くの友人に打ち明け、企ての方法を説明したところ、彼らにもそれが適切と思われたので、自分の庇護民と、自分が抱える召使たちのうち最も勇敢な者たちを集めた。
καὶ διʼ ὀλίγου χρόνου συγκροτήσας δύναμιν ἀνδρῶν τετρακισχιλίων μάλιστα, ὅπλα τε καὶ τροφὰς καὶ τἆλλα ὅσων δεῖ πολέμῳ πάντα εὐτρεπισάμενος, §10.14.2εἰς σκάφας ποταμηγοὺς ἐνεβάλετο.
そして短期間のうちに、およそ四千人の兵力を組織し、武器や食糧、その他戦争に必要なすべてのものを準備すると、それらを川船に乗り込ませた。
πλεύσας δὲ διὰ τοῦ Τεβέριος ποταμοῦ προσέσχε τῆς Ῥώμης κατὰ τοῦτο τὸ χωρίον, ἔνθα τὸ Καπιτώλιόν ἐστιν οὐδʼ ὅλον στάδιον ἀπέχον τοῦ ποταμοῦ.
そしてテベリス川を航行して、ローマのカピトリウムがある場所に接岸した。 そこは川から一スタディオンも離れない場所であった。
ἦσαν δὲ μέσαι τηνικαῦτα νύκτες, καὶ πολλὴ καθʼ ὅλην τὴν πόλιν ἡσυχία, ἣν συνεργὸν λαβὼν ἐξεβίβασε τοὺς ἄνδρας κατὰ σπουδὴν καὶ διὰ τῶν ἀκλείστων πυλῶν·
そのときは真夜中であり、城邦全体が深い静寂に包まれていたが、彼はそれを味方として、急いで男たちを上陸させ、開いたままの門を通って[進んだ]。
εἰσὶ γάρ τινες ἱεραὶ πύλαι τοῦ Καπιτωλίου κατά τι θέσφατον ἀνειμέναι, Καρμεντίδας αὐτὰς καλοῦσιν·
というのも、ある神託によって開けたままにされているカピトリウムの神聖な門があり、人々はそれをカルメンティス門と呼んでいるからである。
ἀναβιβάσας τὴν δύναμιν εἶχε τὸ φρούριον.
彼は軍勢を登らせ、その砦を占拠した。
ἐκεῖθεν δʼ ἐπὶ τὴν ἄκραν ὠσάμενος, — ἔστι δὲ τῷ Καπιτωλίῳ §10.14.3προσεχής, — κἀκείνης ἐγεγόνει κύριος.
そしてそこから、カピトリウムに隣接している要塞へと突進し、そこをも支配下に置いた。
ἦν δὲ αὐτοῦ γνώμη μετὰ τὸ κρατῆσαι τῶν ἐπικαιροτάτων τόπων τούς τε φυγάδας εἰσδέχεσθαι καὶ τοὺς δούλους εἰς ἐλευθερίαν καλεῖν καὶ χρεῶν ἄφεσιν ὑπισχνεῖσθαι τοῖς ἀπόροις τούς τε ἄλλους πολίτας, οἳ ταπεινὰ πράττοντες διὰ φθόνου καὶ μίσους εἶχον τὰς ὑπεροχὰς καὶ μεταβολῆς ἄσμενοι ἂν ἐλάβοντο, κοινωνοὺς ποιεῖσθαι τῶν ὠφελειῶν.
最も要衝の地を占拠した後の彼の目論見は、亡命者たちを受け入れ、奴隷たちを自由へと招き、困窮した人々には借金の免除を約束し、また、不遇な境遇にあって、羨望と憎悪から支配者の優位を憎み、喜んで変革に飛びついたであろう他の市民たちを、その利益の分け前にあずからせることであった。
ἡ δὲ θαρρεῖν τε αὐτὸν ἐπαγομένη καὶ πλανῶσα ἐλπίς, ὡς οὐθενὸς ἀτυχήσοντα τῶν προσδοκωμένων, ἡ πολιτικὴ στάσις ἦν, διʼ ἣν οὔτε φιλίαν οὔτε κοινωνίαν οὐδεμίαν ὑπελάμβανε τῷ δήμῳ πρὸς τοὺς πατρικίους ἔτι γενήσεσθαι.
彼を力づけ、また惑わせていた希望、すなわち予期していた事柄の何一つとして失敗することはないだろうという希望は、国内の党派対立であり、それゆえに彼は平民とパトリキとの間にはもはやいかなる友好も協調も生まれ得ないと考えていたのである。
§10.14.4ἐὰν δὲ ἄρα μηθὲν αὐτῷ τούτων κατὰ νοῦν χωρῇ, τηνικαῦτα Σαβίνους τε πανστρατιᾷ καλεῖν ἐδέδοκτο καὶ Οὐολούσκους καὶ τῶν ἄλλων πλησιοχώρων ὅσοις ἂν ᾖ βουλομένοις ἀπηλλάχθαι τῆς Ῥωμαίων ἐπιφθόνου ἀρχῆς.
しかし、もし万一これらのことが彼にとって思い通りに進まないならば、そのときには、サビニ人を総動員で呼び寄せ、またウォルスキ人と、他の近隣住民のうちローマ人の妬ましい支配から解放されることを望む者たちすべてを呼び寄せることが決心されていた。