Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.14.1-10.14.4

阿庇乌斯·赫尔多尼乌斯占领卡皮托里乌斯山

第 754 段,共 962 段 · 希腊语

内容简介

萨宾显贵阿庇乌斯·赫尔多尼乌斯利用罗马内讧,集结军队在深夜沿台伯河占领了卡皮托里乌斯山及其卫城。他计划通过接纳亡命者、解放奴隶和争取不满市民来稳固地位,并做好了失败时召集外部萨宾及沃尔斯奇军队的准备。

§10.14.1ἐν τοιαύτῃ δὲ ταραχῇ τῆς πόλεως οὔσης ἀνήρ τις ἐκ τοῦ Σαβίνων ἔθνους πατέρων τε οὐκ ἀφανῶν καὶ χρήμασι δυνατός, Ἄππιος Ἑρδώνιος ὄνομα, καταλῦσαι τὴν Ῥωμαίων ἡγεμονίαν ἐπεβάλετο εἴθʼ ἑαυτῷ τυραννίδα κατασκευαζόμενος εἴτε τῷ Σαβίνων ἔθνει πράττων ἀρχὴν καὶ κράτος εἴτʼ ὀνόματος ἀξιωθῆναι βουλόμενος μεγάλου.
城邦在如此混乱之际,有一位萨宾族人,出身显赫,富有资产,名叫阿庇乌斯·赫尔多尼乌斯,他企图推翻罗马人的统治,或是为了给自己谋取僭主之位,或是为了给萨宾族夺取权力和统治权,或是渴望赢得崇高的名声。
κοινωσάμενος δὲ πολλοῖς τῶν φίλων ἣν εἶχε διάνοιαν καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως ἀφηγησάμενος, ἐπειδὴ κἀκείνοις ἐδόκει συνήθροιζε τοὺς πελάτας καὶ τῶν θεραπόντων οὓς εἶχεν εὐτολμοτάτους·
他向许多朋友吐露了自己的意图,并说明了行动的方式,当朋友们也认为可行时,他便集结了自己的保护民以及他所拥有的仆役中最勇敢的人。
καὶ διʼ ὀλίγου χρόνου συγκροτήσας δύναμιν ἀνδρῶν τετρακισχιλίων μάλιστα, ὅπλα τε καὶ τροφὰς καὶ τἆλλα ὅσων δεῖ πολέμῳ πάντα εὐτρεπισάμενος, §10.14.2εἰς σκάφας ποταμηγοὺς ἐνεβάλετο.
不久,他组织起一支大约四千人的力量,准备了武器、粮食以及战争所需的一切物资,并将他们登上了川船。
πλεύσας δὲ διὰ τοῦ Τεβέριος ποταμοῦ προσέσχε τῆς Ῥώμης κατὰ τοῦτο τὸ χωρίον, ἔνθα τὸ Καπιτώλιόν ἐστιν οὐδʼ ὅλον στάδιον ἀπέχον τοῦ ποταμοῦ.
他沿着台伯河航行,在罗马那处距离河流不足一斯塔狄翁的卡皮托里乌斯山所在地接岸。
ἦσαν δὲ μέσαι τηνικαῦτα νύκτες, καὶ πολλὴ καθʼ ὅλην τὴν πόλιν ἡσυχία, ἣν συνεργὸν λαβὼν ἐξεβίβασε τοὺς ἄνδρας κατὰ σπουδὴν καὶ διὰ τῶν ἀκλείστων πυλῶν·
当时正是深夜,全城一片寂静,他以这静备为掩护,急忙让部下登岸,并穿过未锁的城门。
εἰσὶ γάρ τινες ἱεραὶ πύλαι τοῦ Καπιτωλίου κατά τι θέσφατον ἀνειμέναι, Καρμεντίδας αὐτὰς καλοῦσιν·
因为根据某项神谕,卡皮托里乌斯山有一些神圣的城门一直保持敞开,人们称其为卡尔门塔里斯门。
ἀναβιβάσας τὴν δύναμιν εἶχε τὸ φρούριον.
他率军登上山顶,占领了那座要塞。
ἐκεῖθεν δʼ ἐπὶ τὴν ἄκραν ὠσάμενος, — ἔστι δὲ τῷ Καπιτωλίῳ §10.14.3προσεχής, — κἀκείνης ἐγεγόνει κύριος.
从那里他又冲向卫城——它与卡皮托里乌斯山相邻——并将其控制在手中。
ἦν δὲ αὐτοῦ γνώμη μετὰ τὸ κρατῆσαι τῶν ἐπικαιροτάτων τόπων τούς τε φυγάδας εἰσδέχεσθαι καὶ τοὺς δούλους εἰς ἐλευθερίαν καλεῖν καὶ χρεῶν ἄφεσιν ὑπισχνεῖσθαι τοῖς ἀπόροις τούς τε ἄλλους πολίτας, οἳ ταπεινὰ πράττοντες διὰ φθόνου καὶ μίσους εἶχον τὰς ὑπεροχὰς καὶ μεταβολῆς ἄσμενοι ἂν ἐλάβοντο, κοινωνοὺς ποιεῖσθαι τῶν ὠφελειῶν.
在占领了这些最有利的地点后,他的意图是接纳亡命者,召集奴隶获得自由,向贫困者许诺免除债务,并让其他那些因处境卑微而出于嫉妒和仇恨怨恨权贵、且乐于抓住变革机会的公民分享利益。
ἡ δὲ θαρρεῖν τε αὐτὸν ἐπαγομένη καὶ πλανῶσα ἐλπίς, ὡς οὐθενὸς ἀτυχήσοντα τῶν προσδοκωμένων, ἡ πολιτικὴ στάσις ἦν, διʼ ἣν οὔτε φιλίαν οὔτε κοινωνίαν οὐδεμίαν ὑπελάμβανε τῷ δήμῳ πρὸς τοὺς πατρικίους ἔτι γενήσεσθαι.
那些激励并迷惑着他、使他以为自己绝不会在任何期望中落空的希望,正是城邦内部的党派斗争;由于这种斗争,他认为平民与贵族之间绝不可能再有任何友好与联合。
§10.14.4ἐὰν δὲ ἄρα μηθὲν αὐτῷ τούτων κατὰ νοῦν χωρῇ, τηνικαῦτα Σαβίνους τε πανστρατιᾷ καλεῖν ἐδέδοκτο καὶ Οὐολούσκους καὶ τῶν ἄλλων πλησιοχώρων ὅσοις ἂν ᾖ βουλομένοις ἀπηλλάχθαι τῆς Ῥωμαίων ἐπιφθόνου ἀρχῆς.
但如果这些计划万一不能如愿进行,他当时已决定召集萨宾人的全部军队、沃尔斯奇人,以及其他任何渴望摆脱罗马人那令人嫉恨的统治的邻国。

词汇与语法注释

  1. 10.14.1ἐν τοιαύτῃ δὲ ταραχῇ τῆς πόλεως οὔσης — 这是一个混合结构,介词短语“ἐν τοιαύτῃ ταραχῇ”(在如此混乱中)与属格独立结构“τῆς πόλεως οὔσης”(城邦处于……状态)相融合。在标准的属格独立结构中,名词也应当是属格(ταραχῆς),但在此处由于受到介词“ἐν”的支配而保留了与格,仅有分词“οὔσης”采用了属格形式。
  2. 10.14.3μεταβολῆς ἄσμενοι ἂν ἐλάβοντο — 中动语态动词“ἐλαμβανόμην”(源自“λαμβάνω”)支配属格,因此“μεταβολῆς”(变革)为属格,表示“抓住、利用”。副词性形容词“ἄσμενοι”(乐意地)与助词“ἄν”连用,配合直陈式过去时(此处为“ἐλάβοντο”),表示过去未曾实现但可能发生的虚拟或潜在情况(“本会乐意抓住变革的机会”)。
  3. 10.14.4ὅσοις ἂν ᾖ βουλομένοις — 由关系代词“ὅσοις”引导的关系从句。此处使用了希腊语的惯用表达,即与格分词“βουλομένοις”(希望的)充当表示存在或占有的动词“εἶναι”(此处为虚拟式“ᾖ”)的与格补语,意为“对于……而言是乐意的/凡是渴望的人”。助词“ἄν”的加入使其带有了泛指或条件性的色彩。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.14.1-10.14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.14.1-10.14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。