§1.88.1ἐπεὶ δὲ οὐδὲν ἔτι ἦν ἐμποδῶν τῷ κτίσματι προειπὼν ὁ Ῥωμύλος ἡμέραν, ἐν ᾗ τοὺς θεοὺς ἀρεσάμενος ἔμελλε τὴν ἀρχὴν τῶν ἔργων ποιήσασθαι, παρασκευασάμενός τε ὅσα εἰς θυσίας καὶ ὑποδοχὰς τοῦ λεὼ χρησίμως ἕξειν ἔμελλεν, ὡς ἧκεν ὁ συγκείμενος χρόνος αὐτός τε προθύσας τοῖς θεοῖς καὶ τοὺς ἄλλους κελεύσας κατὰ δύναμιν τὸ αὐτὸ δρᾶν ὄρνιθας μὲν πρῶτον αἰσίους λαμβάνει·
そして、創建を阻むものがもう何もなくなったとき、ロムルスは、神々を宥めて事業の開始を行う予定である日をあらかじめ告知し、犠牲式や民衆の接待に役立つであろうと思われるすべてのものを準備した。 そして約束の時間が来ると、自ら神々に先立って犠牲を捧げ、他の者たちにも力に応じて同じことをするよう命じて、まず第一に吉兆の鳥の予兆を得た。
μετὰ δὲ τοῦτο πυρκαϊὰς πρὸ τῶν σκηνῶν γενέσθαι κελεύσας ἐξάγει τὸν λεὼν τὰς φλόγας ὑπερθρώσκοντα τῆς ὁσιώσεως τῶν μιασμάτων ἕνεκα.
その後に、テントの前に火を焚くよう命じて、民衆を率い、不浄を清めるためにその炎を飛び越えさせた。
ἐπεὶ δὲ πᾶν, ὅσον ἦν ἐκ λογισμοῦ §1.88.2θεοῖς φίλον, ᾤετο πεπρᾶχθαι καλέσας ἅπαντας εἰς τὸν ἀποδειχθέντα τόπον περιγράφει τετράγωνον σχῆμα τῷ λόφῳ, βοὸς ἄρρενος ἅμα θηλείᾳ ζευχθέντος ὑπʼ ἄροτρον ἑλκύσας αὔλακα διηνεκῆ τὴν μέλλουσαν ὑποδέξεσθαι τὸ τεῖχος·
そして、理性による判断から神々にとって好ましいと思われるすべてのことが行われたと考えたとき、彼は全員を定められた場所に呼び集め、牡牛と牝牛を共に犁に繋いで、城壁を受け入れることになる連続した溝を引きながら、丘に四角い形を描き出した。
ἐξ οὗ Ῥωμαίοις τὸ ἔθος τοῦτο τῆς περιαρόσεως τῶν χωρίων ἐν οἰκισμοῖς πόλεων παραμένει.
これ以来、都市の創建において敷地を周囲から犁で囲むというこの習慣が、ローマ人に残っている。
ἐργασάμενος δὲ ταῦτα καὶ τῶν βοῶν ἑκατέρους ἱερεύσας ἄλλων τε πολλῶν θυμάτων καταρξάμενος ἐφίστησι τοῖς ἔργοις τὸν λεών.
これらのことを行い、双方の牛を生贄に捧げ、他の多くの犠牲の儀式をも始めた後、彼は民衆を工事に従事させた。
ταύτην ἔτι καὶ §1.88.3εἰς ἐμὲ τὴν ἡμέραν Ῥωμαίων ἡ πόλις ἑορτῶν οὐδεμιᾶς ἥττονα τιθεμένη καθʼ ἕκαστον ἔτος ἄγει, καλοῦσι δὲ Παρίλια.
この日を、現在でもなお私の時代に至るまで、ローマの都市はどの祝祭にも劣らないものとみなして毎年執り行っており、それをパリリアと呼んでいる。
θύουσι δʼ ἐν αὐτῇ περὶ γονῆς τετραπόδων οἱ γεωργοὶ καὶ νομεῖς θυσίαν χαριστήριον ἔαρος ἀρχομένου.
その日には、農民や牧人たちが春の初めに、四つ足の家畜の繁殖のために感謝の犠牲を捧げる。
πότερον δὲ παλαίτερον ἔτι τὴν ἡμέραν ταύτην ἐν εὐπαθείαις διάγοντες ἐπιτηδειοτάτην οἰκισμῷ πόλεως ἐνόμισαν, ἢ τοῦ κτίσματος ἄρξασαν ἱερὰν ἐποιήσαντο καὶ θεοὺς ἐν αὐτῇ τοὺς ποιμέσι φίλους γεραίρειν ᾤοντο δεῖν οὐκ ἔχω βεβαίως εἰπεῖν.
彼らがそれ以前からこの日を歓楽のうちに過ごしており、それを都市の創建に最も適していると考えたのか、それとも建国の端緒となったために神聖なものとし、牧人を守護する神々をその日に崇めるべきだと考えたのか、私には確実には言えない。