§1.84.1ἕτεροι δὲ οὐδὲν τῶν μυθωδεστέρων ἀξιοῦντες ἱστορικῇ γραφῇ προσήκειν τήν τε ἀπόθεσιν τὴν τῶν βρεφῶν οὐχ ὡς ἐκελεύσθη τοῖς ὑπηρέταις γενομένην ἀπίθανον εἶναί φασι, καὶ τῆς λυκαίνης τὸ τιθασόν, ἣ τοὺς μαστοὺς ἐπεῖχε τοῖς παιδίοις, ὡς δραματικῆς μεστὸν ἀτοπίας διασύρουσιν·
しかし、神話的なものの何一つとして歴史的記述にふさわしくないと考える他の人々は、赤ん坊たちの遺棄が召使いたちに命じられたようには行われなかったというのは信じがたいことだと主張し、また子供たちに乳房を与えた雌狼の温順さを、芝居がかった不条理に満ちたものとして嘲笑している。
§1.84.2ἀντιδιαλλαττόμενοι δὲ πρὸς ταῦτα λέγουσιν ὡς ὁ Νεμέτωρ, ἐπειδὴ τὴν Ἰλίαν ἔγνω κύουσαν, ἕτερα παρασκευασάμενος παιδία νεογνὰ διηλλάξατο τεκούσης αὐτῆς τὰ βρέφη καὶ τὰ μὲν ὀθνεῖα δέδωκε τοῖς φυλάττουσι τὰς ὠδῖνας ἀποφέρειν εἴτε χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν πριάμενος εἴτε διὰ γυναικῶν τὴν ὑπαλλαγὴν μηχανησάμενος, καὶ αὐτὰ λαβὼν Ἀμόλιος ὅτῳ δή τινι τρόπῳ ἀναιρεῖ·
彼らはこれに代わる説明として次のように語る。 ヌミトルはイリアが妊娠していると知ると、別の生まれたばかりの赤ん坊を用意し、彼女が出産したときにその子供たちをすり替えた。 そして、他人の子供たちを、産室を監視している者たちに処分させるために引き渡した。 それは金銭によって彼らの用務への忠実さを買い取ったか、あるいは女たちを通じてすり替えを仕組んだかのいずれかによるものであり、アムリウスはそれらの子供を受け取って、どのような方法によってであれ殺害した。
τὰ δʼ ἐκ τῆς Ἰλίας γενόμενα περὶ παντὸς ποιούμενος ὁ μητροπάτωρ διασώζεσθαι δίδωσι τῷ Φαιστύλῳ.
しかし、イリアから生まれた本物の子供たちを、母方の祖父は最も重視して生き延びさせるべきものと考え、ファイストゥロスに与えて守らせた。
§1.84.3τὸν δὲ Φαιστύλον τοῦτον Ἀρκάδα μὲν εἶναί φασι τὸ γένος ἀπὸ τῶν σὺν Εὐάνδρῳ, κατοικεῖν δὲ περὶ τὸ Παλλάντιον ἐπιμέλειαν ἔχοντα τῶν Ἀμολίου κτημάτων.
このファイストゥロスは、素性はエウアンドロスと共に来た者たちの末裔であるアルカディア人であり、パランティオンの周辺に住んでアムリウスの財産を管理していたと言われている。
χαρίσασθαι δὲ Νεμέτορι τὴν ἐκτροφὴν τῶν παίδων τἀδελφῷ πειθόμενον ὄνομα Φαυστίνῳ τὰς περὶ τὸν Αὐεντῖνον τρεφομένας τοῦ §1.84.4Νεμέτορος ἀγέλας ἐπιτροπεύοντι·
そして、アヴェンティヌス山の周辺で飼育されていたヌミトルの群れを管理していたファウスティヌスという名の自分の兄弟に説得されて、ヌミトルに便宜を図って子供たちの養育を引き受けたのである。
τήν τε τιθηνησαμένην τὰ παιδία καὶ μαστοὺς ἐπισχοῦσαν οὐ λύκαιναν εἶναί φασιν, ἀλλʼ ὥσπερ εἰκὸς γυναῖκα τῷ Φαιστύλῳ συνοικοῦσαν Λαυρεντίαν ὄνομα, ᾗ δημοσιευούσῃ ποτὲ τὴν τοῦ σώματος ὥραν οἱ περὶ τὸ Παλλάντιον διατρίβοντες ἐπίκλησιν ἔθεντο τὴν Λούπαν·
また、子供たちを育て乳房を与えたのは雌狼ではなく、当然考えられるように、ファイストゥロスと同居していたラウレンティアという名の女性であったと言われている。 彼女がかつてその若く美しい体を公に切り売りしていたため、パランティオンの周辺に暮らす人々は彼女に「ルーパ」というあだ名を与えた。
ἔστι δὲ τοῦτο Ἑλληνικόν τε καὶ ἀρχαῖον ἐπὶ ταῖς μισθαρνούσαις τἀφροδίσια τιθέμενον, αἳ νῦν εὐπρεπεστέρᾳ κλήσει ἑταῖραι προσαγορεύονται.
これはギリシア語でも古くから、報酬を得て愛を売る女性たちに対して用いられる言葉であり、彼女らは現在ではより上品な呼び名であるヘタイライと呼ばれている。
ἀγνοοῦντας δέ τινας αὐτὸ πλάσαι τὸν περὶ τῆς λυκαίνης μῦθον, ἐπειδὴ κατὰ τὴν γλῶτταν, ἣν τὸ Λατίνων ἔθνος φθέγγεται, λούπα καλεῖται τοῦτο τὸ θηρίον.
そして、一部の人々がこの事実を知らずに、ラテン民族の話す言語においてその獣が「ルーパ」と呼ばれていることから、雌狼に関する神話をでっち上げたのだという。
ἡνίκα δὲ τῆς ἐν τῷ γάλακτι τροφῆς ἀπηλλάγη τὰ παιδία, δοθῆναι πρὸς τῶν τρεφόντων εἰς Γαβίους πόλιν οὐ μακρὰν ἀπὸ τοῦ
そして子供たちが離乳すると、彼らを育てた者たちによって、ギリシア式の教養を学ばせるために、パランティオンからそう遠くないところにあるガビイの都市へと送られた。
§1.84.5Παλλαντίου κειμένην, ὡς Ἑλλάδα παιδείαν ἐκμάθοιεν, κἀκεῖ παρʼ ἀνδράσιν ἰδιοξένοις τοῦ Φαιστύλου τραφῆναι γράμματα καὶ μουσικὴν καὶ χρῆσιν ὅπλων Ἑλληνικῶν ἐκδιδασκομένους μέχρις ἥβης.
そしてそこで、ファイストゥロスの個人的な賓客たちのもとで育てられ、青年期に達するまで読み書き、音楽、そしてギリシア式の武器の扱いを教え込まれた。
§1.84.6ἐπεὶ δὲ ἀφίκοντο πρὸς τοὺς νομιζομένους γονεῖς συμβῆναι τὴν διαφορὰν αὐτοῖς πρὸς τοὺς Νεμέτορος βουκόλους περὶ τῶν συννόμων χωρίων·
そして彼らが両親と見なされていた者たちのもとに戻ると、共同の牧草地を巡ってヌミトルの牛飼いたちとの間に紛争が生じた。
ἐκ δὲ τούτου πληγὰς αὐτοῖς δόντας ὡς αὐτοὺς ἀπελάσαι τὰς ἀγέλας, ποιῆσαι δὲ ταῦτα τῇ γνώμῃ τοῦ Νεμέτορος, ἵνʼ ἀρχὴ γένοιτο ἐγκλημάτων καὶ ἅμα παρουσίας εἰς τὴν πόλιν τῷ νομευτικῷ §1.84.7πλήθει πρόφασις.
その結果、彼らは牛飼いたちに痛手を負わせ、群れを彼らのところへと追い払った。 しかし、このことはヌミトルの意図に従ってなされたのであった。 訴えを起こす発端を作り、同時に牧者たちの群衆が都市へとやって来る口実とするために。
ὡς δὲ ταῦτʼ ἐγένετο Νεμέτορα μὲν Ἀμολίου καταβοᾶν, ὡς δεινὰ πάσχοι διαρπαζόμενος ὑπὸ τῶν ἐκείνου βουκόλων, καὶ ἀξιοῦν εἰ μηδενὸς αἴτιος ἐστὶ παραδοῦναι τὸν βουφορβὸν αὑτῷ καὶ τοὺς υἱοὺς ἐπὶ δίκῃ·
これらのことが起きると、ヌミトルはアムリウスに対して大声で抗議し、自分がアムリウスの牛飼いたちによって略奪され不当な扱いを受けていると訴えた。 そして、もし彼に何の罪もないのであれば、その牛飼いの頭と彼の息子たちを裁判にかけるために自分に引き渡すよう要求した。
Ἀμόλιον δὲ ἀπολύσασθαι βουλόμενον τὴν αἰτίαν τούς τε αἰτηθέντας καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι παρεῖναι τοῖς γενομένοις εἶχον αἰτίαν, ἥκειν κελεύειν δίκας ὑφέξοντας τῷ Νεμέτορι.
そこでアムリウスは自らの嫌疑を晴らしたいと考え、引き渡しを要求された者たちや、その他その事件に関与した疑いのある者全員に対し、ヌミトルの前で裁判を受けるために出頭するよう命じた。
§1.84.8πολλῶν δὲ συνελθόντων ἅμα τοῖς ἐπαιτίοις ἐπὶ τῇ προφάσει τῆς δίκης φράσαντα τοῖς νεανίσκοις τὸν μητροπάτορα πᾶσαν τὴν καταλαβοῦσαν αὐτοὺς τύχην καὶ φήσαντα τιμωρίαν νῦν εἴ ποτε καιρὸν εἶναι λαβεῖν, αὐτίκα ποιήσασθαι σὺν τῷ νομευτικῷ πλήθει τὴν ἐπίθεσιν.
裁判という口実のもとに、被告となった者たちとともに多くの人々が集まると、母方の祖父は若者たちに彼らを襲った運命のすべてを明かし、復讐を遂げる機会は今をおいて他にないと告げて、ただちに牧者たちの群衆とともに襲撃を実行させた。
περὶ μὲν οὖν γενέσεως καὶ τροφῆς τῶν οἰκιστῶν τῆς Ῥώμης ταῦτα λέγεται.
このようにして、ローマの創建者たちの出生と養育については語られている。