Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.82.1-1.82.6

兄弟の再会と襲撃計画およびファイストゥロスの捕縛

83 / 962 箇所 · ギリシア語

要旨

ヌミトルの復讐の呼びかけにロモスが応じ、二人はロミュロスと再会して共同の襲撃計画を立てる。一方、彼らの遺棄の証拠であるたらいを携えて都市へ向かったファイストゥロスは衛兵に捕らえられ、王アムリウスの前に引き出されて尋問を受ける。

§1.82.1ταῦτʼ εἰπὼν καὶ πολὺν θρῆνον ἅμα τοῖς λόγοις καταχεάμενος ἠξίου τιμωρὸν τοῖς κατʼ οἶκον αὑτοῦ κακοῖς τὸν Ῥῶμον γενέσθαι.
このように語り、言葉とともに多くの涙を流したあと、ヌミトルはロモスに、自分の家の災いに対する復讐者となってくれるよう求めた。
ἀσμένως δὲ ὑποδεξαμένου τὸν λόγον τοῦ μειρακίου καὶ παραυτίκα τάττειν αὑτὸν ἐπὶ τὸ ἔργον ἀξιοῦντος ἐπαινέσας ὁ Νεμέτωρ τὴν προθυμίαν, Τῆς μὲν πράξεως ἔφη τὸν καιρὸν ἐγὼ ταμιεύσομαι, σὺ δὲ τέως πρὸς τὸν ἀδελφὸν ἀπόρρητον ἅπασι τοῖς ἄλλοις ἀγγελίαν πέμψον, ὅτι σώζῃ τε δηλῶν καὶ διαταχέων αὐτὸν ἥκειν ἀξιῶν.
若者が喜んでその言葉を受け入れ、ただちに自分をその行動に就かせるよう求めると、ヌミトルは彼の熱意を称賛し、「実行の時期は私が手配しよう。 お前はさしあたり、他の誰にも秘密で、兄弟に伝言を送り、お前が無事であることを知らせ、大急ぎでここに来るように求めよ」と言った。
§1.82.2ἐκ δὲ τούτου πέμπεταί τις ἐξευρεθείς, ὃς ἐδόκει ὑπηρετήσειν καὶ περιτυχὼν οὐ πρόσω τῆς πόλεως ὄντι Ῥωμύλῳ διασαφεῖ τὰς ἀγγελίας·
そこで、この任務に役立ちそうで見つけ出されたある者が送られ、都市から遠くないところにいたロミュロスに出会って、伝言を明確に伝えた。
ὁ δὲ περιχαρὴς γενόμενος ἔρχεται σπουδῇ πρὸς Νεμέτορα καὶ περιπλακεὶς ἀμφοῖν ἀσπάζεται μὲν πρῶτον, ἔπειτα φράζει τὴν ἔκθεσιν σφῶν καὶ τροφὴν καὶ τἆλλα ὅσα παρὰ τοῦ Φαιστύλου ἐπύθετο.
彼は大喜びし、急いでヌミトルのもとへ行き、二人に抱きついてまず挨拶を交わし、それから自分たちの遺棄や養育、そしてファイストゥロスから聞いたその他のすべてのことを語った。
τοῖς δὲ βουλομένοις τε καὶ οὐ πολλῶν ἵνα πιστεύσειαν τεκμηρίων δεομένοις καθʼ ἡδονὰς τὸ λεγόμενον ἦν.
信じることを望んでおり、信じるために多くの証拠を必要としなかった彼らにとって、語られたことは大きな喜びであった。
ἐπεὶ δὲ ἀνέγνωσαν ἀλλήλους αὐτίκα συνετάττοντο καὶ διεσκόπουν ὅστις ἔσται §1.82.3τρόπος ἢ καιρὸς εἰς τὴν ἐπίθεσιν ἐπιτήδειος.
そして彼らがお互いを身内と認め合うと、ただちに共同して計画を練り、どのような方法や時期が襲撃に適しているかを熟考し始めた。
ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτʼ ἦσαν ὁ Φαιστύλος ἀπάγεται πρὸς Ἀμόλιον.
彼らがこれらのことに没頭している間に、ファイストゥロスはアムリウスのもとへ連行された。
δεδοικὼς γὰρ μὴ οὐ πιστὰ δόξῃ τῷ Νεμέτορι λέγειν ὁ Ῥωμύλος ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν τὴν σκάφην ἀναλαβὼν ὀλίγον ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν.
というのも、ロミュロスが明確な証拠なしに重大な事柄の告白者となったことで、ヌミトルにその話が信じてもらえないのではないかと恐れたため、彼は赤子たちの遺棄の証拠であるあのたらいを携えて、少し遅れて都市へと急いで追いかけていったからである。
§1.82.4διερχόμενον δʼ αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανὲς τὸ φερόμενον τῶν φυλάκων τις καταμαθών ʽἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πιστευόμενοι πρὸς τοῦ βασιλέως ἐφρούρουνʼ συλλαμβάνει τε καὶ τὸ κρυπτὸν ὅ τι δήποτʼ ἦν καταμαθεῖν ἀξιῶν, ἀποκαλύπτει βίᾳ τὴν περιβολήν.
彼が非常に慌てふためいて門を通り過ぎ、運んでいるものを誰にも見られないようにと極めて気遣っているのを、衛兵の一人が見て取り(当時は敵の襲撃の恐れがあり、門は王に最も信頼されている者たちが警備していた)、彼を拘束し、その隠されたものが一体何であるかを知ろうとして、力ずくで覆いを剥ぎ取った。
ὡς δὲ τὴν σκάφην ἐθεάσατο καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν τίς ἡ ταραχὴ καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς ἐκφέρειν σκεῦος οὐδὲν δεόμενον ἀπορρήτου φορᾶς.
そしてそのたらいを目にし、男が狼狽しているのを知ると、その慌てようは何なのか、そして秘密裏に運ぶ必要のまったくない器を人目を忍んで持ち出そうとするその意図は何なのかを話すよう要求した。
§1.82.5ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον καί τις αὐτῶν γνωρίζει τὴν σκάφην αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας ἐπὶ τὸν ποταμὸν καὶ φράζει πρὸς τοὺς παρόντας.
その間に衛兵たちがさらに集まってきて、彼らのうちの一人が、かつて自分がそれに入れて子供たちを川へと運んだ、まさにそのたらいであると気づき、周囲の者たちにそれを告げた。
οἱ δὲ συλλαβόντες τὸν Φαιστύλον ἄγουσιν ἐπʼ αὐτὸν τὸν βασιλέα καὶ διηγοῦνται τὰ γενόμενα.
そこで彼らはファイストゥロスを捕らえ、王自身の前に連行し、事の顚末を説明した。
§1.82.6Ἀμόλιος δὲ ἀπειλῇ βασάνων καταπληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ λέξοι τὰς ἀληθείας ἑκών, πρῶτον μὲν εἰ ζῶσιν οἱ παῖδες ἤρετο·
アムリウスは、男が自発的に真実を語らなければ拷問にかけると脅して彼を脅迫し、まず子供たちが生きているかどうかを尋ねた。
ὡς δὲ τοῦτʼ ἔμαθε τῆς σωτηρίας αὐτοῖς ὅστις ὁ τρόπος ἐγένετο·
そして彼らが生きていることを知ると、彼らの救命の様子がどのようなものであったかを尋ねた。
διηγησαμένου δὲ αὐτοῦ πάντα ὡς ἐπράχθη, Ἄγε δή, φησὶν ὁ βασιλεύς, ἐπειδὴ ταῦτʼ ἀληθεύσας ἔχεις, φράσον ὅπου νῦν ἂν εὑρεθεῖεν.
彼が起こったことをすべて詳細に説明すると、王は言った。
οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἄδοξον βίον ζῆν ἔμοιγε ὄντες συγγενεῖς, ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι.
「さあ、お前がこれらを真実として語ったからには、彼らが今どこで見つかるかを言いなさい。 私の親族でありながら、ましてや神々の摂理によって救われた彼らが、これ以上牛飼いたちの間で無名な生活を送ることは正しくないからだ」

語釈・文法注

  1. 1.82.2τοῖς δὲ βουλομένοις τε καὶ οὐ πολλῶν ἵνα πιστεύσειαν τεκμηρίων δεομένοις — 「〜を望んでいる人々にとって」を意味する与格分詞による長い名詞句であり、主文の述語 `καθʼ ἡδονὰς ... ἦν`(〜の意に沿うものであった、〜にとって喜ばしかった)に係る。与格分詞 `βουλομένοις`(信じることを望んでいる)と `δεομένοις`(必要としている)が `τε καί` で結ばれており、後者は属格 `τεκμηρίων`(証拠)を伴う。また、`ἵνα πιστεύσειαν`(彼らが信じるために)という目的節が分詞句の間に挟み込まれており、構造が複雑化している。
  2. 1.82.3μὴ οὐ πιστὰ δόξῃ — 懸念を示す動詞 `δεδοικώς`(恐れて)に導かれる従属節。通常の懸念節 `μή`(〜するのではないかと恐れる)に対して、否定の `οὐ` が加わった `μὴ οὐ` +接続法は、「〜しないのではないかと恐れる」という二重否定を表す。ここでは「信じてもらえないのではないかと恐れて」という意味になる。
  3. 1.82.6οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ... ζῆν — 形容詞 `δίκαιος` が個人主語(ここでは三人称複数 `δίκαιοί εἰσιν`)を伴って不定詞を従える、古典ギリシア語特有の主格構造(述語形容詞の個人主語構文)。非人称構文(「彼らが〜することは正しくない」)と同等の意味を、「彼らは〜するに値しない/〜するのが当然ではない」という人称構文で表している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.82.1-1.82.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.82.1-1.82.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。