§1.81.1ὡς δὲ ταῦτα κράτιστα εἶναι ἔδοξε συγκαλέσας τοὺς κωμήτας ἅπαντας ὁ Ῥωμύλος καὶ δεηθεὶς εἰς τὴν Ἄλβαν ἐπείγεσθαι διαταχέων μὴ κατὰ τὰς αὐτὰς πύλας ἅπαντας μηδʼ ἀθρόους εἰσιόντας, μή τις ὑπόνοια πρὸς τοὺς ἐν τῇ πόλει γένηται, καὶ περὶ τὴν ἀγορὰν ὑπομένοντας ἑτοίμους εἶναι δρᾶν τὸ κελευόμενον, §1.81.2ἀπῄει πρῶτος εἰς τὴν πόλιν.
そこで、これらのことが最善であると思われたので、ロミュロスは村人全員を呼び集め、全員が同じ門から入ったり、一斉に押し寄せたりして市内の人々から不審を抱かれないように、それぞれ異なる道から速やかにアルバへと急ぐこと、そして広場の周辺で待機して、命じられることを実行する用意を整えているようにと頼んで、自らがまず都市へと出発した。
οἱ δὲ τὸν Ῥῶμον ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τάς τε ὕβρεις ἁπάσας, ὅσας ἦσαν ὑβρισμένοι πρὸς τῶν μειρακίων, κατηγόρουν καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν τιμωρίας εἰ μὴ τεύξονται καταλείψειν προλέγοντες τὰ βουφόρβια.
一方、ロモスを連行する者たちは、彼を王の前に立たせると、自分たちがその若者たちから受けたあらゆる乱暴な仕打ちを告発し、自分たちの負傷者たちを見せて、もし報復が与えられないなら牛の放牧地を放棄するだろうと言い放った。
Ἀμόλιος δὲ τοῖς χωρίταις κατὰ πλῆθος ἐληλυθόσι χαρίζεσθαι βουλόμενος καὶ τῷ Νεμέτορι ʽπαρὼν γὰρ ἐτύγχανε συναγανακτῶν τοῖς πελάταισʼ εἰρήνην τε ἀνὰ τὴν χώραν σπεύδων εἶναι καὶ ἅμα καὶ τὸ αὔθαδες τοῦ μειρακίου, ὡς ἀκατάπληκτον ἦν ἐν τοῖς λόγοις, διʼ ὑποψίας λαμβάνων καταψηφίζεται τὴν δίκην·
アムリウスは、大挙してやってきた地方の住民たちの機嫌を取りたいと考え、またヌミトル(というのも彼はそこに居合わせ、自分の被護民たちとともに憤慨していたからである)にも配慮し、その地に平和がもたらされることを急ぎ、同時にその若者の不敵さ、言葉にまったくひるまない様子を不審に思いつつ、有罪の判決を下した。
τῆς δὲ τιμωρίας τὸν Νεμέτορα ποιεῖ κύριον εἰπών, ὡς τῷ δράσαντι δεινὰ τὸ ἀντιπαθεῖν οὐ πρὸς ἄλλου τινὸς μᾶλλον ἢ τοῦ πεπονθότος ὀφείλεται.
そして処罰については、ヌミトルにその決定権を与えて、非道な行為をした者が受ける報いは、他の誰よりも、被害を被った当人によってなされるべきであると言った。
§1.81.3ἐν ὅσῳ δʼ ὁ Ῥῶμος ὑπὸ τῶν τοῦ Νεμέτορος βουκόλων ἤγετο δεδεμένος τε ὀπίσω τὼ χεῖρε καὶ πρὸς τῶν ἀγόντων ἐπικερτομούμενος, ἀκολουθῶν ὁ Νεμέτωρ τοῦ τε σώματος τὴν εὐπρέπειαν ἀπεθαύμαζεν, ὡς πολὺ τὸ βασιλικὸν εἶχε, καὶ τοῦ φρονήματος τὴν εὐγένειαν ἐνεθυμεῖτο, ἣν καὶ παρὰ τὰ δεινὰ διέσωσεν οὐ πρὸς οἶκτον οὐδὲ λιπαρήσεις, ὡς ἅπαντες ἐν ταῖς τοιαῖσδε ποιοῦσι τύχαις, τραπόμενος, ἀλλὰ σὺν εὐκόσμῳ σιωπῇ πρὸς τὸν μόρον ἀπιών.
ロモスがヌミトルの牛飼いたちによって、両手を後ろに縛られ、連行する者たちから嘲られながら連れていかれる間、後ろに従っていたヌミトルは、彼の身体の気品が極めて王者の風格を湛えていることに驚嘆し、また、そのような境遇にある者が誰でもするように同情を求めたり哀願したりすることに逃げることなく、節度ある沈黙をもって死へと赴くことで、過酷な状況にあってもその高潔な精神を保ち続けていることに、深く心を打たれていた。
§1.81.4ὡς δʼ εἰς τὴν οἰκίαν ἀφίκοντο μεταστῆναι τοὺς ἄλλους κελεύσας μονωθέντα τὸν Ῥῶμον ἤρετο τίς εἴη καὶ τίνων, ὡς οὐκ ἂν ἐκ τῶν τυχόντων γε ἄνδρα τοιοῦτον γενόμενον.
そして彼らが家に着くと、他の者たちを下がらせ、一人になったロモスに、彼が誰で、誰の子であるかを尋ねた。 そのような人物が並の親から生まれるはずがないと考えたからである。
εἰπόντος δὲ τοῦ Ῥώμου τοσοῦτον εἰδέναι μόνον κατὰ πύστιν τοῦ τρέφοντος, ὅτι σὺν ἀδελφῷ διδύμῳ ἐκτεθείη βρέφος εἰς νάπην εὐθὺς ἀπὸ γονῆς καὶ πρὸς τῶν νομέων ἀναιρεθεὶς ἐκτραφείη, βραχὺν ἐπισχὼν χρόνον εἴτε ὑποτοπηθείς τι τῶν ἀληθῶν εἴτε τοῦ δαίμονος ἄγοντος εἰς τοὐμφανὲς τὸ πρᾶγμα λέγει πρὸς αὐτόν·
ロモスが、育ての親から聞いた話として、生まれた直後に双子の兄弟とともに谷間に赤子として捨てられ、羊飼いたちによって拾い上げられて育てられたということ、これだけしか知らないと答えたので、ヌミトルは少しの間沈黙したが、真実のいくらかを察したのか、あるいは神がこの事柄を明るみへと導いたのか、彼に対してこう言った。
§1.81.5ὅτι μὲν ἐπʼ ἐμοὶ γέγονας, ὦ Ρ̓ῶμε, παθεῖν ὅ τι ἂν δικαιώσω, καὶ ὡς περὶ πολλοῦ ποιήσαιντʼ ἂν οἱ κομίσαντές σε δεῦρο πολλὰ καὶ δεινὰ παθόντες ἀποθανεῖν, οὐδὲν δεῖ πρὸς εἰδότα λέγειν.
「ロモスよ、お前が私の手中にあり、私が正当とみなすいかなる処分をも受ける身であること、そしてお前をここに連れてきた者たちが、お前が多くの酷い目に遭って死ぬことをどれほど望んでいるかということは、すでに知っているお前に言うまでもないことだ。
εἰ δέ σε θανάτου τε καὶ ἄλλου παντὸς ἐκλυσαίμην κακοῦ, ἆρʼ ἂν εἰδείης μοι χάριν καὶ δεομένῳ ὑπουργήσειας ὃ κοινὸν ἀμφοῖν ἔσται ἀγαθόν; §1.81.6ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθήσεσθαι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νεμέτωρ καὶ πάντας ἀπελθεῖν ἐκποδῶν φράζει τὰς αὑτοῦ τύχας, ὡς Ἀμόλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας ὀρφανόν τε τέκνων ἔθηκε, τὸν μὲν ἐπὶ θήρᾳ κρύφα διαχειρισάμενος, τὴν δʼ ἐν εἱρκτῇ δεδεμένην φυλάττων, τά τε ἄλλα ὁπόσα δεσπότης χρώμενος δούλῳ λωβᾶται.
だが、もし私が、お前を死や他のあらゆる災いから救い出すとすれば、お前は私に感謝し、私のお願い、すなわち我々双方にとって共通の利益となる事柄に手を貸してくれるだろうか」若者が、命の望みを失った者が生きながらえる希望を前にして、その生殺与奪の権を握る者に対して語り、約束することを促されるようなあらゆる言葉で返答すると、ヌミトルは彼の縄を解くように命じ、すべての者を遠ざけて、自らの境遇を語った。 すなわち、彼の兄弟であるアムリウスが、彼から王位を奪い、彼を子供のない孤独な身にしたこと、一人の息子は狩りの最中に密かに殺害し、娘は牢に繋いで監禁しており、その他、主人が奴隷を扱うように彼を虐げてきたすべてのことを。