Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.81.1-1.81.6

努米托尔审问罗穆斯与结盟复仇

第 82 段,共 962 段 · 希腊语

内容简介

罗穆鲁斯秘密派遣村民前往阿尔巴,而阿穆利乌斯则判处被捕的罗穆斯有罪,并将惩罚权交予努米托尔。努米托尔被罗穆斯的高贵风范与身世所动,决定解救他,并请求其协助向阿穆利乌斯复仇。

§1.81.1ὡς δὲ ταῦτα κράτιστα εἶναι ἔδοξε συγκαλέσας τοὺς κωμήτας ἅπαντας ὁ Ῥωμύλος καὶ δεηθεὶς εἰς τὴν Ἄλβαν ἐπείγεσθαι διαταχέων μὴ κατὰ τὰς αὐτὰς πύλας ἅπαντας μηδʼ ἀθρόους εἰσιόντας, μή τις ὑπόνοια πρὸς τοὺς ἐν τῇ πόλει γένηται, καὶ περὶ τὴν ἀγορὰν ὑπομένοντας ἑτοίμους εἶναι δρᾶν τὸ κελευόμενον,
于是,既然这些计划被认为是最妥当的,罗穆鲁斯便召集了所有的村民,请求他们迅速向阿尔巴进发,但不要全部从同一个城门进入,也不要成群结队地进去,以免引起城内人的怀疑,而是要在广场周围等待,准备好执行所命令的事情。
§1.81.2ἀπῄει πρῶτος εἰς τὴν πόλιν.
他自己首先动身前往城里。
οἱ δὲ τὸν Ῥῶμον ἄγοντες ἐπειδὴ κατέστησαν ἐπὶ τὸν βασιλέα, τάς τε ὕβρεις ἁπάσας, ὅσας ἦσαν ὑβρισμένοι πρὸς τῶν μειρακίων, κατηγόρουν καὶ τοὺς τραυματίας σφῶν ἐπεδείκνυσαν τιμωρίας εἰ μὴ τεύξονται καταλείψειν προλέγοντες τὰ βουφόρβια.
而那些押解罗穆斯的人,当把罗穆斯带到国王面前时,便控告他们所遭受的来自那些年轻人的种种粗暴行径,并展示了他们受伤的人,声言如果得不到惩罚,他们就将废弃牛群的放牧。
Ἀμόλιος δὲ τοῖς χωρίταις κατὰ πλῆθος ἐληλυθόσι χαρίζεσθαι βουλόμενος καὶ τῷ Νεμέτορι ʽπαρὼν γὰρ ἐτύγχανε συναγανακτῶν τοῖς πελάταισʼ εἰρήνην τε ἀνὰ τὴν χώραν σπεύδων εἶναι καὶ ἅμα καὶ τὸ αὔθαδες τοῦ μειρακίου, ὡς ἀκατάπληκτον ἦν ἐν τοῖς λόγοις, διʼ ὑποψίας λαμβάνων καταψηφίζεται τὴν δίκην· τῆς δὲ τιμωρίας τὸν Νεμέτορα ποιεῖ κύριον εἰπών, ὡς τῷ δράσαντι δεινὰ τὸ ἀντιπαθεῖν οὐ πρὸς ἄλλου τινὸς μᾶλλον ἢ τοῦ πεπονθότος ὀφείλεται.
阿穆利乌斯想要讨好大批前来的乡民,同时也顾及努米托尔(因为他当时正好在场,与他的被保护民一起愤慨),并且急于让这片土地保持和平,同时又对这年轻人的傲骨(因为他在言语中毫无惧色)产生怀疑,于是判处他有罪;而关于惩罚,他让努米托尔全权处理,并说:对于作恶者,施加惩罚的权力不该属于别人,而更应该属于受害者。
§1.81.3ἐν ὅσῳ δʼ ὁ Ῥῶμος ὑπὸ τῶν τοῦ Νεμέτορος βουκόλων ἤγετο δεδεμένος τε ὀπίσω τὼ χεῖρε καὶ πρὸς τῶν ἀγόντων ἐπικερτομούμενος, ἀκολουθῶν ὁ Νεμέτωρ τοῦ τε σώματος τὴν εὐπρέπειαν ἀπεθαύμαζεν, ὡς πολὺ τὸ βασιλικὸν εἶχε, καὶ τοῦ φρονήματος τὴν εὐγένειαν ἐνεθυμεῖτο, ἣν καὶ παρὰ τὰ δεινὰ διέσωσεν οὐ πρὸς οἶκτον οὐδὲ λιπαρήσεις, ὡς ἅπαντες ἐν ταῖς τοιαῖσδε ποιοῦσι τύχαις, τραπόμενος, ἀλλὰ σὺν εὐκόσμῳ σιωπῇ πρὸς τὸν μόρον ἀπιών.
当罗穆斯被努米托尔的牧民押送,双手被绑在背后,并遭到押送者的嘲弄时,尾随其后的努米托尔,一方面对他的仪表之美惊叹不已,因为那极富王者之风;另一方面也赞叹他精神的高贵,他即使在危难之中也保持了这种高贵,没有像所有人在此类境遇下所做的那样转而求怜或哀求,而是怀着庄重的沉默走向死亡。
§1.81.4ὡς δʼ εἰς τὴν οἰκίαν ἀφίκοντο μεταστῆναι τοὺς ἄλλους κελεύσας μονωθέντα τὸν Ῥῶμον ἤρετο τίς εἴη καὶ τίνων, ὡς οὐκ ἂν ἐκ τῶν τυχόντων γε ἄνδρα τοιοῦτον γενόμενον.
当他们到达府邸时,他命令其他人退下,并在罗穆斯独自一人时问他是谁,父母是谁,因为这样的人绝不可能是普通人所生。
εἰπόντος δὲ τοῦ Ῥώμου τοσοῦτον εἰδέναι μόνον κατὰ πύστιν τοῦ τρέφοντος, ὅτι σὺν ἀδελφῷ διδύμῳ ἐκτεθείη βρέφος εἰς νάπην εὐθὺς ἀπὸ γονῆς καὶ πρὸς τῶν νομέων ἀναιρεθεὶς ἐκτραφείη, βραχὺν ἐπισχὼν χρόνον εἴτε ὑποτοπηθείς τι τῶν ἀληθῶν εἴτε τοῦ δαίμονος ἄγοντος εἰς τοὐμφανὲς τὸ πρᾶγμα λέγει πρὸς αὐτόν·
罗穆斯回答说,他只知道他的养父所告诉他的那些,即他和双胞胎兄弟在出生后立即被遗弃在山谷中,后被牧羊人收养并抚养长大。
§1.81.5ὅτι μὲν ἐπʼ ἐμοὶ γέγονας, ὦ Ρ̓ῶμε, παθεῖν ὅ τι ἂν δικαιώσω, καὶ ὡς περὶ πολλοῦ ποιήσαιντʼ ἂν οἱ κομίσαντές σε δεῦρο πολλὰ καὶ δεινὰ παθόντες ἀποθανεῖν, οὐδὲν δεῖ πρὸς εἰδότα λέγειν.
努米托尔稍微停顿了一下,不知是猜到了部分真相,还是神明将此事引向大白,便对他说: “罗穆斯啊,你已落在我的手中,任凭我做出合乎正义的处置,而那些把你带到这里来的人,由于遭受了许多惨痛的经历,是多么渴望看到你死去,这些事对你这个知情者无需多言。
εἰ δέ σε θανάτου τε καὶ ἄλλου παντὸς ἐκλυσαίμην κακοῦ, ἆρʼ ἂν εἰδείης μοι χάριν καὶ δεομένῳ ὑπουργήσειας ὃ κοινὸν ἀμφοῖν ἔσται ἀγαθόν;
但如果我将你从死亡和一切其他的灾祸中解救出来,你是否会感激我,并在我向你请求对我们双方都有共同利益的事情时,给予我协助呢?
§1.81.6ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθήσεσθαι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νεμέτωρ καὶ πάντας ἀπελθεῖν ἐκποδῶν φράζει τὰς αὑτοῦ τύχας, ὡς Ἀμόλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας ὀρφανόν τε τέκνων ἔθηκε, τὸν μὲν ἐπὶ θήρᾳ κρύφα διαχειρισάμενος, τὴν δʼ ἐν εἱρκτῇ δεδεμένην φυλάττων, τά τε ἄλλα ὁπόσα δεσπότης χρώμενος δούλῳ λωβᾶται.
” 那个年轻人的回答,正如拯救的希望促使那些处于绝望之中的人对掌握他们生死的人所说和所承诺的那样。 于是,努米托尔命令解开他的束缚,并让所有人退避,随后便向他吐露了自己的遭遇:他的兄弟阿穆利乌斯如何剥夺了他的王位,并使他孤苦无子——他的一个儿子在狩猎时被秘密杀害,他的女儿则被锁在牢房里看守,而阿穆利乌斯就像主人对待奴隶那样对他施加了其他种种凌辱。

词汇与语法注释

  1. §1.81.1εἰσιόντας — 这是一个宾格现在分词,修饰分词 `δεηθεὶς`(请求)的宾语 `τοὺς κωμήτας`(村民们)。受否定词 `μὴ` 修饰,具体说明了罗穆鲁斯请求他们避免的进入方式(即不要一齐从同个门进入)。
  2. §1.81.2εἰ μὴ τεύξονται — 条件从句中使用直说语气未来时,用于表达切实的威胁或警告。带有强烈的恐吓和确定语气,即“如果他们得不到惩罚(补偿)”。
  3. §1.81.5περὶ πολλοῦ ποιήσαιντʼ ἂν — 带有 `ἄν` 的潜在希求法。使用了习惯表达 `περὶ πολλοῦ ποιοῦμαι`(高度重视、极其渴望),后接不定式 `ἀποθανεῖν`(死去),意为“他们会极度渴望看到你死去”。
  4. §1.81.6ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθήσεσθαι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει — 结构复杂的关系从句。主语是 `ἡ τοῦ σωθήσεσθαι ἐλπὶς`(获救的希望)。动词 `ἐπαίρει`(促使、鼓舞)以宾格形式的 `τοὺς ... κειμένους`(处于绝望之中的人)为宾语,并支配不定式 `λέγειν καὶ ὑπισχνεῖσθαι`(述说和承诺)。与格 `τοῖς κυρίοις τούτου`(掌握其生死的人)由上述不定式修饰。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.81.1-1.81.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.81.1-1.81.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。