Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.80.1-1.80.4

ルペルカリアでのロモスの捕縛と出生の秘密

81 / 962 箇所 · ギリシア語

要旨

トュベロの説に基づき、ロモスがルペルカリアの祭りの最中にヌミトルの部下に待ち伏せされ捕らえられた経緯が語られる。これを知ったロミュロスは、養父ファイスツロスから出生の秘密を明かされ、即座の救出を思いとどまり、祖父ヌミトルと協力してアムリウスを打倒する計画を立てる。

§1.80.1ὡς δὲ Τουβέρων Αἴλιος δεινὸς ἀνὴρ καὶ περὶ τὴν συναγωγὴν τῆς ἱστορίας ἐπιμελὴς γράφει, προειδότες οἱ τοῦ Νεμέτορος θύσοντας τὰ Λύκαια τοὺς νεανίσκους τῷ Πανὶ τὴν Ἀρκαδικὴν ὡς Εὔανδρος κατεστήσατο θυσίαν ἐνήδρευσαν τὸν καιρὸν ἐκεῖνον τῆς ἱερουργίας, ἡνίκα χρῆν τοὺς περὶ τὸ Παλλάντιον οἰκοῦντας τῶν νέων ἐκ τοῦ Λυκαίου τεθυκότας περιελθεῖν δρόμῳ τὴν κώμην γυμνοὺς ὑπεζωσμένους τὴν αἰδῶ ταῖς δοραῖς τῶν νεοθύτων.
アイリウス・トゥベロという、歴史の収集に熱心で優れた人物が書いているように、ヌミトルの部下たちは、エウアンドロスが制定したアルカディア風の生贄の儀式として、若者たちがパン神にリュカイアの生贄を捧げることをあらかじめ知っており、その儀式のまさにその時期に待ち伏せをした。 その時、パラティウムの周辺に住む若者たちが、リュカイオンでの生贄を終えた後、裸で、新たに犠牲となった獣の皮を腰に巻いて、村の周りを走って回らなければならなかった。
τοῦτο δὲ καθαρμόν τινα τῶν κωμητῶν πάτριον ἐδύνατο,
これは、村人たちの祖先伝来のある種の浄化を意味していた。
§1.80.2ὡς καὶ νῦν ἔτι δρᾶται.
それは今日もなお行われている通りである。
ἐν δὴ τούτῳ τῷ χρόνῳ τοὺς ἱεροποιοὺς νεανίσκους οἱ βουκόλοι λοχήσαντες κατὰ τὸ στενόπορον τῆς ὁδοῦ, ἐπειδὴ τὸ πρῶτον τάγμα τὸ σὺν τῷ Ῥώμῳ κατʼ αὐτοὺς ἐγένετο, τῶν ἀμφὶ Ῥωμύλον τε καὶ ἄλλων ὑστεριζόντων ʽτριχῇ γὰρ ἐνενέμηντο καὶ ἐκ διαστήματος ἔθεονʼ οὐ περιμείναντες τοὺς λοιποὺς ὁρμῶσιν ἐπὶ τοὺς πρώτους ἐμβοήσαντες ἀθρόοι καὶ περιστάντες ἔβαλλον οἱ μὲν ἀκοντίοις, οἱ δὲ λίθοις, οἱ δʼ ὡς ἕκαστοί τι διὰ χειρὸς εἶχον.
まさにこの時期に、牛飼いたちは道が狭くなった場所で、儀式を行う若者たちを待ち伏せした。 ロモスを伴う最初の隊列が彼らのところに達したとき、ロミュロスたちや他の者たちが遅れていたため(彼らは三つの隊に分かれ、間隔を置いて走っていたからである)、彼らは残りの者を待つことなく、最初の人々に一斉に大声を上げて襲いかかり、取り囲んで、ある者は投げ槍で、ある者は石で、またある者はそれぞれ手に持っているもので投げつけた。
οἱ δʼ ἐκπλαγέντες τῷ παραδόξῳ τοῦ πάθους καὶ ἀμηχανοῦντες ὅ τι δράσειαν πρὸς ὡπλισμένους ἄνοπλοι μαχόμενοι κατὰ πολλὴν εὐπέτειαν ἐχειρώθησαν.
武器を持たない若者たちは、この予期せぬ出来事に驚愕し、武器を持った者たちに対してどう戦うべきか途方に暮れ、極めて容易に制圧された。
§1.80.3ὁ μὲν οὖν Ῥῶμος ἐπὶ τοῖς πολεμίοις γενόμενος οὕτως, εἴθʼ ὡς ὁ Φάβιος παραδέδωκε δέσμιος εἰς τὴν Ἄλβαν ἀπήγετο.
こうしてロモスは敵の手中に落ち、あるいはファビウスが伝えているように、縛られてアルバへと連行された。
Ῥωμύλος δʼ ἐπειδὴ τὸ περὶ τὸν ἀδελφὸν ἔγνω πάθος, διώκειν εὐθὺς ᾤετο δεῖν τοὺς ἀκμαιοτάτους ἔχων τῶν νομέων, ὡς ἔτι κατὰ τὴν ὁδὸν ὄντα καταληψόμενος τὸν Ῥῶμον·
ロミュロスは兄弟に起こった出来事を知ると、羊飼いのうち最も元気な者たちを率いて、まだ道中にいるであろうロモスを奪い返そうとすぐに追跡すべきだと考えた。
ἀποτρέπεται δʼ ὑπὸ τοῦ Φαιστύλου.
しかし彼はファイスツロスによって引き止められた。
ὁρῶν γὰρ αὐτοῦ τὴν σπουδὴν μανικωτέραν οὖσαν οὗτος νομισθεὶς ὁ πατήρ, ἃ τὸν ἔμπροσθεν χρόνον ἀπόρρητα ποιούμενος τοῖς μειρακίοις διετέλεσεν, ὡς μὴ θᾶττον ὁρμήσωσι παρακινδυνεῦσαί τι πρὶν ἐν τῷ κρατίστῳ τῆς ἀκμῆς γενέσθαι, τότε δὴ πρὸς τῆς ἀνάγκης βιασθεὶς μονωθέντι τῷ Ῥωμύλῳ λέγει.
彼を父親と信じていたこの男は、ロミュロスの急ぎようが正気とは思えないのを見て、彼らが最も強い時期に達する前に不用意に危険を冒すことがないようにと、以前の時期には若者たちに対して秘密にし続けていたことを、その時ついに必要に迫られて、一人になったロミュロスに語ったのである。
§1.80.4μαθόντι δὲ τῷ νεανίσκῳ πᾶσαν ἐξ ἀρχῆς τὴν κατασχοῦσαν αὐτοὺς τύχην τῆς τε μητρὸς οἶκτος εἰσέρχεται καὶ Νεμέτορος φροντίς, καὶ πολλὰ βουλευσαμένῳ μετὰ τοῦ Φαιστύλου τῆς μὲν αὐτίκα ὁρμῆς ἐπισχεῖν ἐδόκει, πλείονι δὲ παρασκευῇ δυνάμεως χρησάμενον ὅλον ἀπαλλάξαι τὸν οἶκον τῆς Ἀμολίου παρανομίας κίνδυνόν τε τὸν ἔσχατον ὑπὲρ τῶν μεγίστων ἄθλων ἀναρρῖψαι, πράττειν δὲ μετὰ τοῦ μητροπάτορος ὅ τι ἂν ἐκείνῳ δοκῇ.
その若者は、彼らを襲った運命のすべてを最初から知ると、母親への哀れみと、ヌミトルへの配慮が湧き起こり、ファイスツロスと多くを相談した結果、すぐさまの突撃は思いとどまり、より大きな軍備を用いて一族全体をアムリウスの不法から解放し、最大の恩賞のために究極の危険を冒すこと、そして母方の祖父と協力して、彼が良しとする計画を進めることがよいと考えた。

語釈・文法注

  1. §1.80.1προειδότες — 未来分詞 θύσοντας の意味上の主語が τοὺς νεανίσκους(対格)であり、προειδότες(「あらかじめ知っていた」)の補語(分詞による間接話法構文)となっている。
  2. §1.80.2τριχῇ γὰρ ἐνενέμηντο καὶ ἐκ διαστήματος ἔθεον — この挿入節は、ロミュロスたち第二陣以降がなぜロモスの一陣から遅れていたかという理由を説明しており、ἔθεον(走っていた)は未完了過去で継続的な動作を示す。
  3. §1.80.3ἃ τὸν ἔμπροσθεν χρόνον ἀπόρρητα ποιούμενος τοῖς μειρακίοις διετέλεσεν — διατελέω + 分詞(ここでは ποιούμενος)の構文で「〜し続けた」を意味する。関係代名詞 ἅ(中性複数対格)は先行詞を持たず、ファイスツロスが秘密にしていた「事柄」を指す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.80.1-1.80.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.80.1-1.80.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。