§1.80.1ὡς δὲ Τουβέρων Αἴλιος δεινὸς ἀνὴρ καὶ περὶ τὴν συναγωγὴν τῆς ἱστορίας ἐπιμελὴς γράφει, προειδότες οἱ τοῦ Νεμέτορος θύσοντας τὰ Λύκαια τοὺς νεανίσκους τῷ Πανὶ τὴν Ἀρκαδικὴν ὡς Εὔανδρος κατεστήσατο θυσίαν ἐνήδρευσαν τὸν καιρὸν ἐκεῖνον τῆς ἱερουργίας, ἡνίκα χρῆν τοὺς περὶ τὸ Παλλάντιον οἰκοῦντας τῶν νέων ἐκ τοῦ Λυκαίου τεθυκότας περιελθεῖν δρόμῳ τὴν κώμην γυμνοὺς ὑπεζωσμένους τὴν αἰδῶ ταῖς δοραῖς τῶν νεοθύτων.
正如在搜集史料方面既优秀又勤勉的埃利乌斯·图贝罗所写的那样,努米托尔的部下预先知道年轻人们将要向潘神献上吕卡亚祭仪——这是由埃万德罗斯确立的阿卡迪亚式祭祀,他们便在举行那场神圣仪式的时刻设下埋伏。 当时,居住在帕拉蒂乌姆山周围的青年们在吕卡翁神殿献祭完毕后,必须赤身裸体、仅用新献祭的兽皮围住阴部,环绕村庄奔跑。
τοῦτο δὲ καθαρμόν τινα τῶν κωμητῶν πάτριον ἐδύνατο, §1.80.2ὡς καὶ νῦν ἔτι δρᾶται.
这具有村民们祖传的某种净化仪式的作用,正如今天依然在进行的那样。
ἐν δὴ τούτῳ τῷ χρόνῳ τοὺς ἱεροποιοὺς νεανίσκους οἱ βουκόλοι λοχήσαντες κατὰ τὸ στενόπορον τῆς ὁδοῦ, ἐπειδὴ τὸ πρῶτον τάγμα τὸ σὺν τῷ Ῥώμῳ κατʼ αὐτοὺς ἐγένετο, τῶν ἀμφὶ Ῥωμύλον τε καὶ ἄλλων ὑστεριζόντων ʽτριχῇ γὰρ ἐνενέμηντο καὶ ἐκ διαστήματος ἔθεονʼ οὐ περιμείναντες τοὺς λοιποὺς ὁρμῶσιν ἐπὶ τοὺς πρώτους ἐμβοήσαντες ἀθρόοι καὶ περιστάντες ἔβαλλον οἱ μὲν ἀκοντίοις, οἱ δὲ λίθοις, οἱ δʼ ὡς ἕκαστοί τι διὰ χειρὸς εἶχον.
正是在这个时候,牧民们在道路狭窄的地方埋伏了那些举行仪式的年轻人,当与罗穆斯同行的第一队走到他们面前时,由于罗穆鲁斯和其他人落在后面(因为他们分成了三队,并隔开一段距离奔跑),他们没有等待其余的人,而是群起大声呼喊着冲向第一队人,并将他们包围,有的人用投枪,有的人用石头,有的人则用各自手里拿得着的任何东西投击。
οἱ δʼ ἐκπλαγέντες τῷ παραδόξῳ τοῦ πάθους καὶ ἀμηχανοῦντες ὅ τι δράσειαν πρὸς ὡπλισμένους ἄνοπλοι μαχόμενοι κατὰ πολλὴν εὐπέτειαν ἐχειρώθησαν.
那些年轻人因这突如其来的变故而惊慌失措,面对武装人员,手无寸铁的他们不知如何是好,极其轻易地就被降服了。
§1.80.3ὁ μὲν οὖν Ῥῶμος ἐπὶ τοῖς πολεμίοις γενόμενος οὕτως, εἴθʼ ὡς ὁ Φάβιος παραδέδωκε δέσμιος εἰς τὴν Ἄλβαν ἀπήγετο.
于是,罗穆斯就这样落入敌手,或者正如法比乌斯所传下来的那样,被绑着押往阿尔巴。
Ῥωμύλος δʼ ἐπειδὴ τὸ περὶ τὸν ἀδελφὸν ἔγνω πάθος, διώκειν εὐθὺς ᾤετο δεῖν τοὺς ἀκμαιοτάτους ἔχων τῶν νομέων, ὡς ἔτι κατὰ τὴν ὁδὸν ὄντα καταληψόμενος τὸν Ῥῶμον· ἀποτρέπεται δʼ ὑπὸ τοῦ Φαιστύλου.
罗穆鲁斯得知兄弟遭遇的变故后,认为应该立即带着最强壮的牧羊人前去追赶,以便在路上截住罗穆斯;但他被法伊斯图路斯劝阻了。
ὁρῶν γὰρ αὐτοῦ τὴν σπουδὴν μανικωτέραν οὖσαν οὗτος νομισθεὶς ὁ πατήρ, ἃ τὸν ἔμπροσθεν χρόνον ἀπόρρητα ποιούμενος τοῖς μειρακίοις διετέλεσεν, ὡς μὴ θᾶττον ὁρμήσωσι παρακινδυνεῦσαί τι πρὶν ἐν τῷ κρατίστῳ τῆς ἀκμῆς γενέσθαι, τότε δὴ πρὸς τῆς ἀνάγκης βιασθεὶς μονωθέντι τῷ Ῥωμύλῳ λέγει.
因为这个被认为是他们父亲的人,看到罗穆鲁斯急躁得近乎疯狂,在情势所迫之下,便在罗穆鲁斯独处时,向他吐露了以前一直对年轻人们隐瞒的事情,以免他们在尚未达到最强盛的青年时期之前,过早地冒险行事。
§1.80.4μαθόντι δὲ τῷ νεανίσκῳ πᾶσαν ἐξ ἀρχῆς τὴν κατασχοῦσαν αὐτοὺς τύχην τῆς τε μητρὸς οἶκτος εἰσέρχεται καὶ Νεμέτορος φροντίς, καὶ πολλὰ βουλευσαμένῳ μετὰ τοῦ Φαιστύλου τῆς μὲν αὐτίκα ὁρμῆς ἐπισχεῖν ἐδόκει, πλείονι δὲ παρασκευῇ δυνάμεως χρησάμενον ὅλον ἀπαλλάξαι τὸν οἶκον τῆς Ἀμολίου παρανομίας κίνδυνόν τε τὸν ἔσχατον ὑπὲρ τῶν μεγίστων ἄθλων ἀναρρῖψαι, πράττειν δὲ μετὰ τοῦ μητροπάτορος ὅ τι ἂν ἐκείνῳ δοκῇ.
这名年轻人得知了他们从一开始遭遇的全部命运,对母亲的同情和对努米托尔的忧虑油然而生。 在与法伊斯图路斯多次商议后,他决定暂缓眼前的冲动,转而准备更强大的力量,使整个家族摆脱阿穆利乌斯的无法无天,并为了最大的奖赏而冒最终的危险,并与外祖父密切配合,凡事听从他的意见。